§5.745ΑΘ. μέτρον δὲ αὐτὸν θέμενος ὁ νομοθέτης διπλάσιον ἐάσει τούτου κτᾶσθαι καὶ τριπλάσιον καὶ μέχρι τετραπλασίου·
ATH. 立法者将此设定为标准,并允许个人获取该标准的两倍、三倍直至四倍的财产。
πλείονα δʼ ἄν τις κτᾶται τούτων, εὑρὼν ἢ δοθέντων ποθὲν ἢ χρηματισάμενος, ἤ τινι τύχῃ τοιαύτῃ κτησάμενος ἄλλῃ τὰ περιγιγνόμενα τοῦ μέτρου, τῇ πόλει ἂν αὐτὰ καὶ τοῖς τὴν πόλιν ἔχουσιν θεοῖς ἀπονέμων εὐδόκιμός τε καὶ ἀζήμιος ἂν εἴη·
若有人通过发现、或从他处获赠、或赚取、或通过其他任何此类机缘,获取了超过这些的财产,只要他将超出标准的部分奉献给城邦和守护城邦的神明,他就将享有美名且免受处罚。
ἐὰν δέ τις ἀπειθῇ τούτῳ τῷ νόμῳ, φανεῖ μὲν ὁ βουλόμενος ἐπὶ τοῖς ἡμίσεσιν, ὁ δὲ ὀφλὼν ἄλλο τοσοῦτον μέρος ἀποτείσει τῆς αὑτοῦ κτήσεως, τὰ δʼ ἡμίσεα τῶν θεῶν.
但若有人违背这一法律,任何愿意的人均可起诉,起诉者可分得其半数财产;而败诉者则须从其个人财产中支付等同于超出额的另一份罚金,半数则归神明所有。
ἡ δὲ κτῆσις χωρὶς τοῦ κλήρου πάντων πᾶσα ἐν τῷ φανερῷ γεγράφθω παρὰ φύλαξιν ἄρχουσιν, οἷς ἂν ὁ νόμος προστάξῃ, ὅπως ἂν αἱ δίκαι περὶ πάντων, ὅσαι εἰς χρήματα, ῥᾴδιαί τε ὦσι καὶ σφόδρα σαφεῖς.
此外,除土地之外的所有人的一切财产,均须在法律指定的守护执政官处公开登记,以便所有涉及钱财的诉讼都能变得既简便又极为清晰。
τὸ δὴ μετὰ τοῦτο πρῶτον μὲν τὴν πόλιν ἱδρῦσθαι δεῖ τῆς χώρας ὅτι μάλιστα ἐν μέσῳ, καὶ τἆλλα ὅσα πρόσφορα πόλει τῶν ὑπαρχόντων ἔχοντα τόπον ἐκλεξάμενον, ἃ νοῆσαί τε καὶ εἰπεῖν οὐδὲν χαλεπόν·
在此之后,首先应当将城邦建立在国土的最中心位置,并在现有的条件中选择一个具备其他一切对城邦有利之物的地点,这些内容是不难想到和说出的。
μετὰ δὲ ταῦτα μέρη δώδεκα διελέσθαι, θέμενον Ἑστίας πρῶτον καὶ Διὸς καὶ Ἀθηνᾶς ἱερόν, ἀκρόπολιν ὀνομάζοντα, κύκλον περιβάλλοντα, ἀφʼ οὗ τὰ δώδεκα μέρη τέμνειν τήν τε πόλιν αὐτὴν καὶ πᾶσαν τὴν χώραν.
随后,须将其划分为十二个部分。 首先确立赫斯提亚、宙斯及雅典娜的神殿,将其命名为“卫城”,并用圆墙合围,以此为中心将城邦本身和全部国土分割成十二个部分。
ἴσα δὲ δεῖ γίγνεσθαι τὰ δώδεκα μέρη τῷ τὰ μὲν ἀγαθῆς γῆς εἶναι σμικρά, τὰ δὲ χείρονος μείζω.
这十二个部分应当使之平等:肥沃土地的划分面积要小,贫瘠土地的划分面积要大。
κλήρους δὲ διελεῖν τετταράκοντα καὶ πεντακισχιλίους, τούτων τε αὖ δίχα τεμεῖν ἕκαστον καὶ συγκληρῶσαι δύο τμήματα, τοῦ τε ἐγγὺς καὶ τοῦ πόρρω μετέχοντα ἑκάτερον·
此外,须划分出五千零四十个份地,并将其中每一份地再切分为二,通过抽签将两个地块配对,使每一份地都同时包含一处近处和一处远处的土地。
τὸ πρὸς τῇ πόλει μέρος τῷ πρὸς τοῖς ἐσχάτοις εἷς κλῆρος, καὶ τὸ δεύτερον ἀπὸ πόλεως τῷ ἀπʼ ἐσχάτων δευτέρῳ, καὶ τἆλλα οὕτως πάντα.
也就是说,靠近城邦的地块与靠近边界的地块组成一个份地,而离城邦第二近的地块与离边界第二近的地块配对,其余所有以此类推。
μηχανᾶσθαι δὲ καὶ ἐν τοῖς δίχα τμήμασι τὸ νυνδὴ λεγόμενον φαυλότητός τε καὶ ἀρετῆς χώρας, ἐπανισουμένους τῷ πλήθει τε καὶ ὀλιγότητι τῆς διανομῆς.
且在上述两分地块中,亦须针对刚才提到的土地优劣进行调整,通过分配面积的多寡使其达到均等。
νείμασθαι δὲ δὴ καὶ τοὺς ἄνδρας δώδεκα μέρη, τὴν τῆς ἄλλης οὐσίας εἰς ἴσα ὅτι μάλιστα τὰ δώδεκα μέρη συνταξάμενον, ἀπογραφῆς πάντων γενομένης·
在对所有人进行财产登记之后,还必须将公民也分为十二个部分,并将他们的其余财产也编排为尽可能均等的十二个部分。
καὶ δὴ καὶ μετὰ τοῦτο δώδεκα θεοῖς δώδεκα κλήρους θέντας, ἐπονομάσαι καὶ καθιερῶσαι τὸ λαχὸν μέρος ἑκάστῳ τῷ θεῷ, καὶ φυλὴν αὐτὴν ἐπονομάσαι.
在此之后,还须为十二位神明分配十二个份地,将抽签所得的部分命名并献祭给每一位神明,并将这每个部分也命名为“部族”。
τέμνειν δʼ αὖ καὶ τὰ δώδεκα τῆς πόλεως τμήματα τὸν αὐτὸν τρόπον ὅνπερ καὶ τὴν ἄλλην χώραν διένεμον·
同样,城邦的十二个市区地块也必须按照划分其余国土的相同方式进行分割。
καὶ δύο νέμεσθαι ἕκαστον οἰκήσεις, τήν τε ἐγγὺς τοῦ μέσου καὶ τὴν τῶν ἐσχάτων.
每个人须占有两处住宅,一处在靠近中心的市区,另一处在边界的郊外。
καὶ τὴν μὲν κατοίκισιν οὕτω τέλος ἔχειν.
如此,定居移民的过程便宣告完成。
§5.746ΑΘ. ἐννοεῖν δὲ ἡμᾶς τὸ τοιόνδε ἐστὶν χρεὼν ἐκ παντὸς τρόπου, ὡς τὰ νῦν εἰρημένα πάντα οὐκ ἄν ποτε εἰς τοιούτους καιροὺς συμπέσοι, ὥστε συμβῆναι κατὰ λόγον οὕτω σύμπαντα γενόμενα, ἄνδρας τε οἳ μὴ δυσχερανοῦσι τὴν τοιαύτην συνοικίαν, ἀλλʼ ὑπομενοῦσιν χρήματά τε ἔχοντες τακτὰ καὶ μέτρια διὰ βίου παντὸς καὶ παίδων γενέσεις ἃς εἰρήκαμεν ἑκάστοις, καὶ χρυσοῦ στερόμενοι καὶ ἑτέρων ὧν δῆλος ὁ νομοθέτης προστάξων ἐστὶν ἐκ τούτων τῶν νῦν εἰρημένων, ἔτι δὲ χώρας τε καὶ ἄστεος, ὡς εἴρηκεν, μεσότητάς τε καὶ ἐν κύκλῳ οἰκήσεις πάντῃ, σχεδὸν οἷον ὀνείρατα λέγων, ἢ πλάττων καθάπερ ἐκ κηροῦ τινα πόλιν καὶ πολίτας.
ATH. 然而,我们必须想方设法牢记这一点:刚才所说的一切,绝不可能恰好遇到如此适宜的时机,以致全部完全按照论述的方式得以实现;也就是说,人们既不会对这种共同生活感到厌恶,又甘愿终生保有一些固定且适度的财产,并按照我们为每个人规定的限度去生育子女,且甘愿被剥夺黄金以及从我们目前所说的话中可以看出立法者显然会明令禁止的其他事物;此外,还有刚才提到的国土和城邦的中心位置,以及四面合围的住宅分布——这一切几乎就像是在说梦话,或者像是在用蜂蜡塑造某种城邦和公民。
ἔχει δὴ τὰ τοιαῦτα οὐ κακῶς τινα τρόπον εἰρημένα, χρὴ δʼ ἐπαναλαμβάνειν πρὸς αὑτὸν τὰ τοιάδε. πάλιν ἄρα ἡμῖν ὁ νομοθετῶν φράζει τόδε·
诚然,在某种意义上,这样说并非没有道理,但我们有必要反复对自己思量以下内容。
ἐν τούτοις τοῖς λόγοις, ὦ φίλοι, μηδʼ αὐτὸν δοκεῖτέ με λεληθέναι τὸ νῦν λεγόμενον ὡς ἀληθῆ διεξέρχεταί τινα τρόπον.
因此,立法者将再次对我们如是说道:“朋友们,在这些论述中,你们不要以为我自己没有注意到:刚才所说的话在某种意义上确实反映了真实情况。
ἀλλὰ γὰρ ἐν ἑκάστοις τῶν μελλόντων ἔσεσθαι δικαιότατον οἶμαι τόδε εἶναι, τὸν τὸ παράδειγμα δεικνύντα, οἷον δεῖ τὸ ἐπιχειρούμενον γίγνεσθαι, μηδὲν ἀπολείπειν τῶν καλλίστων τε καὶ ἀληθεστάτων, ᾧ δὲ ἀδύνατόν τι συμβαίνει τούτων γίγνεσθαι, τοῦτο μὲν αὐτὸ ἐκκλίνειν καὶ μὴ πράττειν, ὅτι δὲ τούτου τῶν λοιπῶν ἐγγύτατά ἐστιν καὶ συγγενέστατον ἔφυ τῶν προσηκόντων πράττειν, τοῦτʼ αὐτὸ διαμηχανᾶσθαι ὅπως ἂν γίγνηται, τὸν νομοθέτην δʼ ἐᾶσαι τέλος ἐπιθεῖναι τῇ βουλήσει, γενομένου δὲ τούτου, τότʼ ἤδη κοινῇ μετʼ ἐκείνου σκοπεῖν ὅτι τε συμφέρει τῶν εἰρημένων καὶ τί πρόσαντες εἴρηται τῆς νομοθεσίας·
然而,在面对未来将要实现的每一件事时,我认为最合理的做法是:展示原型的人,既然要说明所尝试的目标应当如何实现,就不应遗漏任何最美好、最真实的事物;而如果有人发现其中某项内容确实不可能实现,他就应该避开那一具体事项而不去付诸实行,而是对于剩下的选择中与此最接近、且天生与合宜实行的工作最相近的事情,要想方设法促其实现。 应当让立法者完整地实现其意愿,而在此实现之后,方能与立法者共同考察:所说的一切中哪些是有益了,而立法中的哪些内容又是作为困难而被提及的。
τὸ γὰρ ὁμολογούμενον αὐτὸ αὑτῷ δεῖ που πανταχῇ ἀπεργάζεσθαι καὶ τὸν τοῦ φαυλοτάτου δημιουργὸν ἄξιον ἐσόμενον λόγου.
因为即便是最微不足道之物的工匠,若要值得一提,也必须使自己的作品在所有方面保持前后自洽。
νῦν δὴ τοῦτʼ αὐτὸ προθυμητέον ἰδεῖν μετὰ τὴν δόξαν τῆς τῶν δώδεκα μερῶν διανομῆς, τὸ τίνα τρόπον δῆλον δὴ τὰ δώδεκα μέρη, τῶν ἐντὸς αὐτοῦ πλείστας ἔχοντα διανομάς, καὶ τὰ τούτοις συνεπόμενα καὶ ἐκ τούτων γεννώμενα, μέχρι τῶν τετταράκοντά τε καὶ πεντακισχιλίων—ὅθεν φρατρίας καὶ δήμους καὶ κώμας, καὶ πρός γε τὰς πολεμικὰς τάξεις τε καὶ ἀγωγάς, καὶ ἔτι νομίσματα καὶ μέτρα ξηρά τε καὶ ὑγρὰ καὶ σταθμά—πάντα ταῦτα ἔμμετρά τε καὶ ἀλλήλοις σύμφωνα δεῖ τόν γε νόμον τάττειν.
”如今,在提出划分为十二个部分的构想之后,我们必须极力弄清这一具体问题,即这显然具有诸多内部细分的十二个部分,以及随之而来并由此产生的一切,直到五千零四十个份额——由此产生胞族、德姆和村落,以及军事编制和训练,乃至货币、干湿容量度量衡和衡重——法律究竟应当如何将所有这些规定得适度且彼此协调一致。