Humanitext Reader

柏拉图 · 法律篇 §6.751-6.752

设立官职与最初选拔法律护卫者

第 67 段,共 186 段 · 希腊语

内容简介

雅典来客与克雷尼亚斯讨论了立法后确立官职和选拔官吏的重要性,并指出了新迁入且未受教育的公民在选举上面临的困难。为此,他们强调必须在克诺索斯人的协助下,首先以最大的热忱选出“法律护卫者”。

§6.751ΑΘ. ἀλλὰ μὴν μετά γε πάντα τὰ νῦν εἰρημένα σχεδὸν ἂν ἀρχῶν εἶέν σοι καταστάσεις τῇ πόλει.
ATH.:确实,在刚才所说的一切之后,为你们的城邦确立官职大概就是下一步要做的事了。
ΚΛ. ἔχει γὰρ οὖν οὕτω.
CLE.:确实如此。
ΑΘ. δύο εἴδη ταῦτα περὶ πολιτείας κόσμον γιγνόμενα τυγχάνει, πρῶτον μὲν καταστάσεις ἀρχῶν τε καὶ ἀρξόντων, ὅσας τε αὐτὰς εἶναι δεῖ καὶ τρόπον ὅντινα καθισταμένας· ἔπειτα οὕτω δὴ τοὺς νόμους ταῖς ἀρχαῖς ἑκάσταις ἀποδοτέον, οὕστινάς τε αὖ καὶ ὅσους καὶ οἵους προσῆκον ἂν ἑκάσταις εἴη.
ATH.:关乎城邦秩序的构建,恰好会产生两种类型:首先是确立官职以及选拔官吏,即官职应该有多少,以及通过何种方式确立;其次是依此将法律分配给各个官职,规定哪些法律、多少法律以及何种法律适合于各个官职。
σμικρὸν δὲ ἐπισχόντες πρὸ τῆς αἱρέσεως, εἴπωμεν προσήκοντά τινα λόγον περὶ αὐτῆς ῥηθῆναι.
但在进行选举之前,让我们稍作停留,来说一些与之相关的、合宜的话。
ΚΛ. τίνα δὴ τοῦτον;
CLE.:这究竟是什么话呢?
ΑΘ. τόνδε.
ATH.:是这样的话。
παντί που δῆλον τὸ τοιοῦτον, ὅτι μεγάλου τῆς νομοθεσίας ὄντος ἔργου, τοῦ πόλιν εὖ παρεσκευασμένην ἀρχὰς ἀνεπιτηδείους ἐπιστῆσαι τοῖς εὖ κειμένοις νόμοις, οὐ μόνον οὐδὲν πλέον εὖ τεθέντων, οὐδʼ ὅτι γέλως ἂν πάμπολυς συμβαίνοι, σχεδὸν δὲ βλάβαι καὶ λῶβαι πολὺ μέγισται ταῖς πόλεσι γίγνοιντʼ ἂν ἐξ αὐτῶν.
这大概对任何人都是显而易见的:虽然立法是一项伟大的工作,但如果一个准备就绪的城邦将不合适的官吏置于制定良好的法律之上,这不仅不会因为法律制定得好而带来任何好处,也不仅会招致极大的嘲笑,实际上,城邦反而会因此遭受极为巨大的危害和毁灭。
ΚΛ. πῶς γὰρ οὔ;
CLE.:确实,怎么会不是这样呢?
ΑΘ. τοῦτο τοίνυν νοήσωμέν σοι περὶ τῆς νῦν, ὦ φίλε, πολιτείας τε καὶ πόλεως συμβαῖνον.
ATH.:那么,朋友,让我们认为这正是发生在你们现在的国制和城邦中的情况。
ὁρᾷς γὰρ ὅτι πρῶτον μὲν δεῖ τοὺς ὀρθῶς ἰόντας ἐπὶ τὰς τῶν ἀρχῶν δυνάμεις βάσανον ἱκανὴν αὐτούς τε καὶ γένος ἑκάστων ἐκ παίδων μέχρι τῆς αἱρέσεως εἶναι δεδωκότας, ἔπειτα αὖ τοὺς μέλλοντας αἱρήσεσθαι τεθράφθαι ἐν ἤθεσι νόμων εὖ πεπαιδευμένους πρὸς τὸ δυσχεραίνοντάς τε καὶ ἀποδεχομένους ὀρθῶς κρίνειν καὶ ἀποκρίνειν δυνατοὺς γίγνεσθαι τοὺς ἀξίους ἑκατέρων·
因为你看到,首先,那些正确走向官职权力的人,自己以及各自的家族必须从孩提时代直到选举都通过了充分的考核;其次,那些将要进行选举的人,也必须在法律的习俗中抚养成长,并受到良好的教育,从而使他们能够正确判断嫌恶之物与接受之物,并有能力从两边选出合格的人。
ταῦτα δὲ οἱ νεωστὶ συνεληλυθότες ὄντες τε ἀλλήλων ἀγνῶτες, ἔτι δʼ ἀπαίδευτοι, πῶς ἄν ποτε δύναιντο ἀμέμπτως τὰς ἀρχὰς αἱρεῖσθαι;
但是,那些新近聚集在一起、彼此不相识且尚未受过教育的人,又怎么可能无可指摘地选出官吏呢?
ΚΛ. σχεδὸν οὐκ ἄν ποτε.
CLE.:几乎绝不可能。
ΑΘ. ἀλλὰ γὰρ ἀγῶνα προφάσεις φασὶν οὐ πάνυ δέχεσθαι·
ATH.:然而人们常说,竞技并不完全接受借口。
καὶ δὴ καὶ σοὶ τοῦτο νῦν καὶ ἐμοὶ ποιητέον, ἐπείπερ σὺ μὲν δὴ τὴν πόλιν ὑπέστης τῷ Κρητῶν ἔθνει προθύμως κατοικιεῖν δέκατος αὐτός, ὡς φῄς, τὰ νῦν, ἐγὼ δʼ αὖ σοὶ συλλήψεσθαι κατὰ τὴν παροῦσαν ἡμῖν τὰ νῦν μυθολογίαν.
确实,你和我现在必须做这件事,因为正如你现在所说,你作为十人之一,已经欣然承担了为克里特民族建立这座城邦的任务,而我则承诺根据我们当前的谈话来协助你。
§6.752ΑΘ. οὔκουν δήπου λέγων γε ἂν μῦθον ἀκέφαλον ἑκὼν καταλίποιμι· πλανώμενος γὰρ ἂν ἁπάντῃ τοιοῦτος ὢν ἄμορφος φαίνοιτο.
ATH.:因此,我当然绝不会甘愿留下一篇“无头”的故事;因为如果它那样到处游荡,就会显得很不体面。
ΚΛ. ἄριστʼ εἴρηκας, ὦ ξένε.
CLE.:你说得极好,客人。
ΑΘ. οὐ μόνον γε, ἀλλὰ καὶ δράσω κατὰ δύναμιν οὕτω.
ATH.:不仅如此,我还会尽力付诸行动。
ΚΛ. πάνυ μὲν οὖν ποιῶμεν ᾗπερ καὶ λέγομεν.
CLE.:那就让我们完全按照所说的那样去做吧。
ΑΘ. ἔσται ταῦτʼ, ἂν θεὸς ἐθέλῃ καὶ γήρως ἐπικρατῶμεν τό γε τοσοῦτον.
ATH.:如果神明愿意,且我们能克服如此程度的衰老,这事就会办成。
ΚΛ. ἀλλʼ εἰκὸς ἐθέλειν.
CLE.:但神明应当是愿意的。
ΑΘ. εἰκὸς γὰρ οὖν.
ATH.:确实应当。
ἑπόμενοι δὲ αὐτῷ λάβωμεν καὶ τόδε.
让我们跟随神明,并把握住这一点。
ΚΛ. τὸ ποῖον;
CLE.:是哪一点呢?
ΑΘ. ὡς ἀνδρείως καὶ παρακεκινδυνευμένως ἐν τῷ νῦν ἡ πόλις ἡμῖν ἔσται κατωκισμένη.
ATH.:即在当前情况下,我们这座城邦的建立将是多么勇敢且充满冒险。
ΚΛ. περὶ τί βλέπων καὶ ποῖ μάλιστα αὐτὸ εἴρηκας τὰ νῦν;
CLE.:你现在说这话,主要是瞩目于什么,又是针对什么而言的呢?
ΑΘ. ὡς εὐκόλως καὶ ἀφόβως ἀπείροις ἀνδράσι νομοθετοῦμεν, ὅπως δέξονταί ποτε τοὺς νῦν τεθέντας νόμους.
ATH.:主要是针对我们如此轻松且毫无畏惧地为毫无经验的人们立法,指望他们有朝一日能接受现在制定的法律。
δῆλον δὲ τό γε τοσοῦτον, ὦ Κλεινία, παντὶ σχεδὸν καὶ τῷ μὴ πάνυ σοφῷ, τὸ μὴ ῥᾳδίως γε αὐτοὺς μηδένας προσδέξεσθαι κατʼ ἀρχάς, εἰ δὲ μείναιμέν πως τοσοῦτον χρόνον ἕως οἱ γευσάμενοι παῖδες τῶν νόμων καὶ συντραφέντες ἱκανῶς συνήθεις τε αὐτοῖς γενόμενοι τῶν ἀρχαιρεσιῶν τῇ πόλει πάσῃ κοινωνήσειαν· γενομένου γε μὴν οὗ λέγομεν, εἴπερ τινὶ τρόπῳ καὶ μηχανῇ γίγνοιτο ὀρθῶς, πολλὴν ἔγωγε ἀσφάλειαν οἶμαι καὶ μετὰ τὸν τότε παρόντα χρόνον ἂν γενέσθαι τοῦ μεῖναι τὴν παιδαγωγηθεῖσαν οὕτω πόλιν.
克雷尼亚斯,至少这一点对几乎所有人——即使是并不怎么聪明的人——都是显而易见的:他们起初绝不会轻易接受这些法律;但如果我们能以某种方式坚持足够长的时间,直到那些品尝过法律、并在其中共同成长起来的孩子们对它们足够熟悉,并能与整个城邦共同参与官员的选举;如果我们的说法确实能够以某种方式和方法正确地实现,那么我认为,在那个时期之后,对于这个如此受过教育的城邦的存续,将会有极大的安全保障。
ΚΛ. ἔχει γοῦν λόγον.
CLE.:确实有道理。
ΑΘ. ἴδωμεν τοίνυν πρὸς τοῦτο εἴ πῄ τινα πόρον ἱκανὸν πορίζοιμεν ἂν κατὰ τάδε.
ATH.:那么,让我们看看是否可以通过以下方式为此提供某种充分的途径。
φημὶ γάρ, ὦ Κλεινία, Κνωσίους χρῆναι τῶν ἄλλων διαφερόντως Κρητῶν μὴ μόνον ἀφοσιώσασθαι περὶ τῆς χώρας ἣν νῦν κατοικίζετε, συντόνως δʼ ἐπιμεληθῆναι τὰς πρώτας ἀρχὰς εἰς δύναμιν ὅπως ἂν ἱστῶσιν ὡς ἀσφαλέστατα καὶ ἄριστα.
克雷尼亚斯,我认为,克诺索斯人应该有别于其他克里特人,不仅要对你们现在定居的这片土地履行宗教义务,还应当积极关注并尽其所能,使首批官职得以最安全、最妥善地确立。
τὰς μὲν οὖν ἄλλας καὶ βραχύτερον ἔργον, νομοφύλακας δʼ ἡμῖν πρώτους αἱρεῖσθαι ἀναγκαιότατον ἁπάσῃ σπουδῇ.
其他官职的建立或许是一件较简单的任务,但对我们来说,以最大的热忱首先选出“法律护卫者”则是最不可或缺的。
ΚΛ. τίνα οὖν ἐπὶ τούτῳ πόρον καὶ λόγον ἀνευρίσκομεν;
CLE.:那么,为此我们能找到什么样的途径和论据呢?

词汇与语法注释

  1. 751bτοῦ πόλιν εὖ παρεσκευασμένην ἀρχὰς ἀνεπιτηδείους ἐπιστῆσαι τοῖς εὖ κειμένοις νόμοις — 冠动词不定式 `τοῦ ... ἐπιστῆσαι` 在 `ὅτι` 从句中充当主语,或作为说明 `τὸ τοιοῦτον` 的同格属格。它指代“委任不合适官吏”这一行为,正是该行为导致了从句后半部分所描述的灾难性后果。
  2. 752aμῦθον ἀκέφαλον — “无头的神话/故事”是一个语气谚语,意指讨论不完整、缺乏适当的开头或结尾(此处特指尚未确立最基础的官职)。柏拉图常以此比喻强调必须将讨论推导至圆满完成的必要性。
  3. 752cεἰ δὲ μείναιμέν πως τοσοῦτον χρόνον — 条件从句中的希求语气 `μείναιμεν` 所对应的条件主句,嵌入在依附于动词 `οἶμαι` 的不定式短语中,通过 `ἂν γενέσθαι`(代表间接引语中的 `ἂν γένοιτο`)来保留其潜在语气(potential)的含义。

引用这一段

柏拉图, 法律篇 §6.751-6.752. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:6.751-6.752

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。