§5.743ΑΘ. λέγουσιν δὲ τοὺς κεκτημένους ἐν ὀλίγοις τῶν ἀνθρώπων πλείστου νομίσματος ἄξια κτήματα, ἃ καὶ κακός τις κεκτῇτʼ ἄν.
ATH. 人们说,在极少数人中拥有最值钱货币换算财产的人是富有的,而这种财产即使是恶人也能够拥有。
εἰ δʼ ἔστιν τοῦτο οὕτως ἔχον, οὐκ ἂν ἔγωγε αὐτοῖς ποτε συγχωροίην τὸν πλούσιον εὐδαίμονα τῇ ἀληθείᾳ γίγνεσθαι μὴ καὶ ἀγαθὸν ὄντα· ἀγαθὸν δὲ ὄντα διαφόρως καὶ πλούσιον εἶναι διαφερόντως ἀδύνατον.
如果事实确实如此,我绝不会向他们妥协,承认富人在不善良的情况下也能真正获得幸福;因为要一个人极其善良,同时又极其富有,这是不可能的。
τί δή;
“这究竟是为什么?
φαίη τις ἂν ἴσως.
” 或许有人会这样问。
ὅτι, φαῖμεν ἄν, ἥ τε ἐκ δικαίου καὶ ἀδίκου κτῆσις πλέον ἢ διπλασία ἐστὶν τῆς ἐκ τοῦ δικαίου μόνον, τά τε ἀναλώματα μήτε καλῶς μήτε αἰσχρῶς ἐθέλοντα ἀναλίσκεσθαι τῶν καλῶν καὶ εἰς καλὰ ἐθελόντων δαπανᾶσθαι διπλασίῳ ἐλάττονα·
“因为,”我们会说,“通过正义与不正义双重途径的获取,是通过单一正义途径获取的两倍以上;而那些既非出于光彩也非出于可耻的、甘心做出的支出,要比那些甘心在美德事物上且为了美德目的而做出的支出两倍还要少(即一半)。
οὔκουν ποτὲ ἂν τῶν ἐκ διπλασίων μὲν κτημάτων, ἡμίσεων δὲ ἀναλωμάτων ὁ τὰ ἐναντία τούτων πράττων γένοιτʼ ἂν πλουσιώτερος.
因此,相比于那些获取加倍而支出减半的人,行为与之相反的人绝不可能变得更加富有。
ἔστιν δὲ ὁ μὲν ἀγαθὸς τούτων, ὁ δὲ οὐ κακὸς ὅταν ᾖ φειδωλός, τοτὲ δέ ποτε καὶ πάγκακος, ἀγαθὸς δέ, ὅπερ εἴρηται τὰ νῦν, οὐδέποτε.
而在这些人当中,前者(行为相反者)是善良的人,后者在克勤克俭时虽然不算坏人,但有时也会成为极恶之人,但绝不可能成为我们刚才所说的那种意义上的善良人。
ὁ μὲν γὰρ δικαίως καὶ ἀδίκως λαμβάνων καὶ μήτε δικαίως μήτε ἀδίκως ἀναλίσκων πλούσιος, ὅταν καὶ φειδωλὸς ᾖ, ὁ δὲ πάγκακος, ὡς τὰ πολλὰ ὢν ἄσωτος, μάλα πένης·
因为,通过正义和不正义手段获取、并且既不按正义也不按不正义方式支出的人,在同时克勤克俭时是富有的;而极恶之人,由于大多数时候放荡不羁,则是非常贫穷的。
ὁ δὲ ἀναλίσκων τε εἰς τὰ καλὰ καὶ κτώμενος ἐκ τῶν δικαίων μόνον οὔτʼ ἂν διαφέρων πλούτῳ ῥᾳδίως ἄν ποτε γένοιτο οὐδʼ αὖ σφόδρα πένης.
另一方面,那些将钱财支出于美德事物、且仅通过正义途径获取的人,既不可能轻易变得极其富有,反过来也不可能极其贫穷。
ὥστε ὁ λόγος ἡμῖν ὀρθός, ὡς οὐκ εἰσὶν οἱ παμπλούσιοι ἀγαθοί· εἰ δὲ μὴ ἀγαθοί, οὐδὲ εὐδαίμονες.
因此,我们的论点是正确的,即极富之人绝非善良之人;而如果不善良,也绝不会幸福。
ἡμῖν δὲ ἡ τῶν νόμων ὑπόθεσις ἐνταῦθα ἔβλεπεν, ὅπως ὡς εὐδαιμονέστατοι ἔσονται καὶ ὅτι μάλιστα ἀλλήλοις φίλοι·
而我们法律的设想在此处所关注的,是市民们将如何变得最为幸福,并尽可能成为最亲密的朋友。
εἶεν δὲ οὐκ ἄν ποτε πολῖται φίλοι, ὅπου πολλαὶ μὲν δίκαι ἐν ἀλλήλοις εἶεν, πολλαὶ δὲ ἀδικίαι, ἀλλʼ ὅπου ὡς ὅτι σμικρόταται καὶ ὀλίγισται.
但在市民之间存在大量诉讼和大量不正义的地方,他们绝不可能成为朋友;只有在这些现象被缩减到最小、最少的地方才有可能。
λέγομεν δὴ μήτε χρυσὸν δεῖν μήτε ἄργυρον ἐν τῇ πόλει, μήτε αὖ χρηματισμὸν πολὺν διὰ βαναυσίας καὶ τόκων μηδὲ βοσκημάτων αἰσχρῶν, ἀλλʼ ὅσα γεωργία δίδωσι καὶ φέρει, καὶ τούτων ὁπόσα μὴ χρηματιζόμενον ἀναγκάσειεν ἀμελεῖν ὧν ἕνεκα πέφυκε τὰ χρήματα·
因此,我们说城邦中不应有金也不应有银,也不应通过卑俗的手艺、高利贷或见苦不雅的畜牧业来获取大量财富,而只能拥有农业所赋予和带来的财富,且其中那些因为追求财富而不得不使人忽视财产本原存在目的的活动也应被排除。
ταῦτα δʼ ἐστὶ ψυχὴ καὶ σῶμα, ἃ χωρὶς γυμναστικῆς καὶ τῆς ἄλλης παιδείας οὐκ ἄν ποτε γένοιτο ἄξια λόγου.
这一目的即是灵魂和身体,若没有体育和其他教育,它们绝不可能变得值得一提。
διὸ δὴ χρημάτων ἐπιμέλειαν οὐχ ἅπαξ εἰρήκαμεν ὡς χρὴ τελευταῖον τιμᾶν·
因此,我们已经不止一次说过,对于钱财的关注应当被放在最后一位。
ὄντων γὰρ τριῶν τῶν ἁπάντων περὶ ἃ πᾶς ἄνθρωπος σπουδάζει, τελευταῖον καὶ τρίτον ἐστὶν ἡ τῶν χρημάτων ὀρθῶς σπουδαζομένη σπουδή, σώματος δὲ πέρι μέση, πρώτη δὲ ἡ τῆς ψυχῆς.
因为在所有人热切追求的一切事物中,共有三样东西:对于钱财的正确关注是最后且第三位的,对于身体的关注处于中间,而第一位的则是对于灵魂的关注。
§5.744ΑΘ. καὶ δὴ καὶ νῦν ἣν διεξερχόμεθα πολιτείαν, εἰ μὲν τὰς τιμὰς οὕτω τάττεται, ὀρθῶς νενομοθέτηται·
ATH. 事实上,我们现在正在详细考察的这个国制,如果其特权等级是这样安排的,那么它就得到了正确的立法。
εἰ δέ τις τῶν προσταττομένων αὐτόθι νόμων σωφροσύνης ἔμπροσθεν ὑγίειαν ἐν τῇ πόλει φανεῖται ποιῶν τιμίαν, ἢ πλοῦτον ὑγιείας καὶ τοῦ σωφρονεῖν, οὐκ ὀρθῶς ἀναφανεῖται τιθέμενος.
但是,如果在其中规定的法律中,有任何一条显露出在城邦中将健康置于节制之上,或者将财富置于健康和节制之上的倾向,那么这一立法就会显露出是不正确的。
τοῦτʼ οὖν δὴ πολλάκις ἐπισημαίνεσθαι χρὴ τὸν νομοθέτην—τί τε βούλομαι;
因此,立法者必须经常提醒自己:“我到底想要什么?
καὶ εἴ μοι συμβαίνει τοῦτο ἢ καὶ ἀποτυγχάνω τοῦ σκοποῦ;
我是正在达成这一目标,还是偏离了靶心?
—καὶ οὕτω τάχʼ ἂν ἴσως ἐκ τῆς νομοθεσίας αὐτός τε ἐκβαίνοι καὶ τοὺς ἄλλους ἀπαλλάττοι, κατʼ ἄλλον δὲ τρόπον οὐδʼ ἂν ἕνα ποτέ.
”——也只有这样,立法者或许才能成功完成自己的立法并使他人免受混乱,而通过其他任何方式都是绝对不可能的。
ὁ δὴ λαχὼν κεκτήσθω, φαμέν, τὸν κλῆρον ἐπὶ τούτοις οἷς εἰρήκαμεν.
我们说,抽中签的人应当在先前提到的条件之下拥有其土地。
ἦν μὲν δὴ καλὸν καὶ τἆλλα ἴσα πάντʼ ἔχοντα ἕνα ἕκαστον ἐλθεῖν εἰς τὴν ἀποικίαν· ἐπειδὴ δὲ οὐ δυνατόν, ἀλλʼ ὁ μέν τις πλείω κεκτημένος ἀφίξεται χρήματα, ὁ δʼ ἐλάττονα, δεῖ δὴ πολλῶν ἕνεκα, τῶν τε κατὰ πόλιν καιρῶν ἰσότητος ἕνεκα, τιμήματα ἄνισα γενέσθαι, ἵνα ἀρχαί τε καὶ εἰσφοραὶ καὶ διανομαί, τὴν τῆς ἀξίας ἑκάστοις τιμὴν μὴ κατʼ ἀρετὴν μόνον τήν τε προγόνων καὶ τὴν αὑτοῦ, μηδὲ κατὰ σωμάτων ἰσχῦς καὶ εὐμορφίας, ἀλλὰ καὶ κατὰ πλούτου χρῆσιν καὶ πενίαν, τὰς τιμάς τε καὶ ἀρχὰς ὡς ἰσαίτατα τῷ ἀνίσῳ συμμέτρῳ δὲ ἀπολαμβάνοντες μὴ διαφέρωνται.
当然,如果每个人在其他一切条件完全平等的情况下进入殖民地,那是极好的;但既然这不可能,而是有人带着较多财产到达,有人带着较少财产到达,那么出于许多原因(包括城邦在面临危急关头时的机会平等),必须设立不平等的财产评估等级。 这是为了使官职、分担税款以及分配额,不仅根据其个人及祖先的德行,也不仅根据身体的力量和美观,还根据财富的使用和贫困程度来评定各人的价值,从而使各人在不平等但比例对称的最公平状态下获得特权和官职,以免产生不和。
τούτων χάριν τέτταρα μεγέθει τῆς οὐσίας τιμήματα ποιεῖσθαι χρεών, πρώτους καὶ δευτέρους καὶ τρίτους καὶ τετάρτους, ἤ τισιν ἄλλοις προσαγορευομένους ὀνόμασιν, ὅταν τε μένωσιν ἐν τῷ αὐτῷ τιμήματι καὶ ὅταν πλουσιώτεροι ἐκ πενήτων καὶ ἐκ πλουσίων πένητες γιγνόμενοι μεταβαίνωσιν εἰς τὸ προσῆκον ἕκαστοι ἑαυτοῖσιν τίμημα.
为此,有必要根据财产规模设立四个评估等级:第一、第二、第三和第四等级,或者用其他任何名称来称呼,无论是在他们保持在同一等级时,还是在他们由贫变富、由富变贫,从而迁移到各自相适应的等级时。
τόδε δʼ ἐπὶ τούτοις αὖ νόμου σχῆμα ἔγωγε ἂν τιθείην ὡς ἑπόμενον.
在此基础之上,我愿意制定如下的法律形式作为后续。
δεῖ γὰρ ἐν πόλει που, φαμέν, τῇ τοῦ μεγίστου νοσήματος οὐ μεθεξούσῃ, ὃ διάστασιν ἢ στάσιν ὀρθότερον ἂν εἴη κεκλῆσθαι, μήτε πενίαν τὴν χαλεπὴν ἐνεῖναι παρά τισιν τῶν πολιτῶν μήτε αὖ πλοῦτον, ὡς ἀμφοτέρων τικτόντων ταῦτα ἀμφότερα·
因为我们说,在一个不希望染上最大恶疾——这更准确地应当被称为分裂或内讧——的城邦中,市民中绝不能存在严酷的贫困,反之也不得存在过度富有,因为这两者都会催生出上述这两种弊害。
νῦν οὖν ὅρον δεῖ τούτων ἑκατέρου τὸν νομοθέτην φράζειν.
因此,现在立法者必须指明这两者的限界。
ἔστω δὴ πενίας μὲν ὅρος ἡ τοῦ κλήρου τιμή, ὃν δεῖ μένειν καὶ ὃν ἄρχων οὐδεὶς οὐδενί ποτε περιόψεται ἐλάττω γιγνόμενον, τῶν τε ἄλλων κατὰ ταὐτὰ οὐδεὶς ὅστις φιλότιμος ἐπʼ ἀρετῇ.
贫困的限界应当是土地的评估值,这一价值必须保持不变,任何执政官都绝不能容许任何人的这一资产减少,而其他在美德上有所追求的市民也同样不能容许这一点。