§5.737ΑΘ. σωτηρίας τε γὰρ ἀρχὴ μεγίστη πόλεως αὕτη γίγνεται, καὶ ἐπὶ ταύτης οἷον κρηπῖδος μονίμου ἐποικοδομεῖν δυνατὸν ὅντινα ἂν ὕστερον ἐποικοδομῇ τις κόσμον πολιτικὸν προσήκοντα τῇ τοιαύτῃ καταστάσει· ταύτης δὲ σαθρᾶς οὔσης τῆς μεταβάσεως, οὐκ εὔπορος ἡ μετὰ ταῦτα πολιτικὴ πρᾶξις οὐδεμιᾷ γίγνοιτʼ ἂν πόλει.
雅典人:因为这成为了城邦救存的最大开端,在这坚固的基础之上,人们才有可能在以后构建起适合这种体制的任何政治秩序;但如果这一过渡是脆弱的,那么此后的政治实践对任何城邦来说都不会是顺利的。
ἣν ἡμεῖς μέν, ὥς φαμεν, ἐκφεύγομεν· ὅμως δὲ εἰρῆσθαί γε ὀρθότερον, εἰ καὶ μὴ ἐξεφεύγομεν, ὅπῃ ποτʼ ἂν ἐποιούμεθα αὐτῆς τὴν φυγήν.
正如我们所说,我们确实免于此难;然而,即使我们没有免于此难,最好也说明一下我们究竟该如何回避它。
εἰρήσθω δή νυν ὅτι διὰ τοῦ μὴ φιλοχρηματεῖν μετὰ δίκης, ἄλλη δʼ οὐκ ἔστιν οὔτʼ εὐρεῖα οὔτε στενὴ τῆς τοιαύτης μηχανῆς διαφυγή· καὶ τοῦτο μὲν οἷον ἕρμα πόλεως ἡμῖν κείσθω τὰ νῦν.
那么现在就应该说,这是通过伴随着公正的不贪财来实现的,此外再没有其他宽阔或狭窄的途径来规避它了;因此,让这一点在目前作为我们城邦的压舱石而奠定下来吧。
ἀνεγκλήτους γὰρ δεῖ τὰς οὐσίας πρὸς ἀλλήλους κατασκευάζεσθαι ἁμῶς γέ πως, ἢ μὴ προϊέναι πρότερον εἰς τοὔμπροσθεν ἑκόντα εἶναι τῆς ἄλλης κατασκευῆς οἷς ᾖ παλαιὰ ἐγκλήματα πρὸς ἀλλήλους, ὅσοις νοῦ καὶ σμικρὸν μετῇ·
因为人们必须以某种方式使彼此的财产无可争议,否则,对于那些彼此持有旧怨的人,凡是稍有理智的人,都不应自愿进一步推进其他建设。
οἷς δέ, ὡς ἡμῖν νῦν, θεὸς ἔδωκε καινήν τε πόλιν οἰκίζειν καὶ μή τινας ἔχθρας εἶναί πω πρὸς ἀλλήλους, τούτους ἔχθρας αὑτοῖς αἰτίους γενέσθαι διὰ τὴν διανομὴν τῆς γῆς τε καὶ οἰκήσεων οὐκ ἀνθρώπινος ἂν εἴη μετὰ κάκης πάσης ἀμαθία.
但对于那些像我们现在这样,神赋予他们建立新城邦的机会、且彼此之间尚无任何恩怨的人,如果由于土地和住房的分配而使自己成为彼此敌对的起因,那将是伴随着极度卑劣的、非人的愚昧。
τίς οὖν δὴ τρόπος ἂν εἴη τῆς ὀρθῆς διανομῆς;
那么,正确的分配方式应当是怎样的呢?
πρῶτον μὲν τὸν αὐτῶν ὄγκον τοῦ ἀριθμοῦ δεῖ τάξασθαι, πόσον εἶναι χρεών· μετὰ δὲ τοῦτο τὴν διανομὴν τῶν πολιτῶν, καθʼ ὁπόσα μέρη πλήθει καὶ ὁπηλίκα διαιρετέον αὐτούς, ἀνομολογητέον· ἐπὶ δὲ ταῦτα τήν τε γῆν καὶ τὰς οἰκήσεις ὅτι μάλιστα ἴσας ἐπινεμητέον.
首先,必须规定其总人数应当是多少;此后,必须就公民的分组达成一致,即应在数量上将他们分成多少部分、以及多大规模;在此基础之上,必须尽可能平均地分配土地和住房。
ὄγκος δὴ πλήθους ἱκανὸς οὐκ ἄλλως ὀρθῶς γίγνοιτʼ ἂν λεχθεὶς ἢ πρὸς τὴν γῆν καὶ πρὸς τὰς τῶν πλησιοχώρων πόλεις· γῆ μὲν ὁπόση πόσους σώφρονας ὄντας ἱκανὴ τρέφειν, πλείονος δὲ οὐδὲν προσδεῖ, πλήθους δέ, ὁπόσοι τοὺς προσχώρους ἀδικοῦντάς τε αὐτοὺς ἀμύνασθαι δυνατοὶ καὶ γείτοσιν ἑαυτῶν ἀδικουμένοις βοηθῆσαι μὴ παντάπασιν ἀπόρως δύναιντʼ ἄν.
人口的适度规模,只有在与土地以及邻近城邦的关系中才能被正确地陈述:土地应当是能够足以为多少个节制的人提供给给养的面积——再多也毫无需要——而人口数量则应当是当邻人侵犯他们时能够自卫、且在自己的邻人受到侵犯时能够以并非完全无能为力的方式予以协助的规模。
ταῦτα δέ, ἰδόντες τὴν χώραν καὶ τοὺς γείτονας, ὁριούμεθα ἔργῳ καὶ λόγοις· νῦν δὲ σχήματος ἕνεκα καὶ ὑπογραφῆς, ἵνα περαίνηται, πρὸς τὴν νομοθεσίαν ὁ λόγος ἴτω.
这些事情,在考察了国土和邻邦之后,我们将通过行动和言论予以确立;但现在,为了给出一个轮廓和草图以使讨论得以继续,让我们的言论走向立法吧。
πεντάκις μὲν χίλιοι ἔστωσαν καὶ τετταράκοντα, ἀριθμοῦ τινος ἕνεκα προσήκοντος, γεωμόροι τε καὶ ἀμυνοῦντες τῇ νομῇ· γῆ δὲ καὶ οἰκήσεις ὡσαύτως τὰ αὐτὰ μέρη διανεμηθήτων, γενόμενα ἀνὴρ καὶ κλῆρος συννομή.
土地所有者以及守卫分配地的人数,由于某个合适的数字,应当是五千零四十人;土地和住宅也应当同样分成相同的部分,一人与一份土地成为共同的配额。
δύο μὲν δὴ μέρη τοῦ παντὸς ἀριθμοῦ τὸ πρῶτον νεμηθήτω, μετὰ δὲ ταῦτα τρία τὸν αὐτόν· πέφυκε γὰρ καὶ τέτταρα καὶ πέντε καὶ μέχρι τῶν δέκα ἐφεξῆς.
现在,首先让总数的两个部分可以被划分,此后是三个部分,同样如此;因为这一数字天然能被四、被五、并依次直到十整除。
§5.738ΑΘ. δεῖ δὴ περὶ ἀριθμῶν τό γε τοσοῦτον πάντα ἄνδρα νομοθετοῦντα νενοηκέναι, τίς ἀριθμὸς καὶ ποῖος πάσαις πόλεσιν χρησιμώτατος ἂν εἴη.
雅典人:每一个进行立法的人,在数字方面至少必须考虑到这一点:什么样的数字、以及具有何种性质的数字对所有城邦最为有用。
λέγωμεν δὴ τὸν πλείστας καὶ ἐφεξῆς μάλιστα διανομὰς ἐν αὑτῷ κεκτημένον.
那么,我们就来谈谈那个自身包含最多且最连续除数的数字吧。
ὁ μὲν δὴ πᾶς εἰς πάντα πάσας τομὰς εἴληχεν· ὁ δὲ τῶν τετταράκοντα καὶ πεντακισχιλίων εἴς τε πόλεμον καὶ ὅσα κατʼ εἰρήνην πρὸς ἅπαντα τὰ συμβόλαια καὶ κοινωνήματα, εἰσφορῶν τε πέρι καὶ διανομῶν, οὐ πλείους μιᾶς δεουσῶν ἑξήκοντα δύναιτʼ ἂν τέμνεσθαι τομῶν, συνεχεῖς δὲ ἀπὸ μιᾶς μέχρι τῶν δέκα.
固然,每一个数字都被分配了所有的划分;但五千零四十这个数字,无论对于战争,还是对于和平时期的一切交易与合作,关于征税和分配,都能被不超过六十减一(即五十九)个除数整除,而且从一到十是连续整除的。
ταῦτα μὲν οὖν δὴ καὶ κατὰ σχολὴν δεῖ βεβαίως λαβεῖν, οἷς ἂν ὁ νόμος προστάττῃ λαμβάνειν· ἔχει γὰρ οὖν οὐκ ἄλλως ἢ ταύτῃ, δεῖ δὲ αὐτὰ ῥηθῆναι τῶνδε ἕνεκα κατοικίζοντι πόλιν.
这些事情,应当由法律所命令去掌握的人在闲暇时牢固地掌握;因为事情确实只能是这样,而对于建邦者来说,出于以下原因必须说明这些事。
οὔτʼ ἂν καινὴν ἐξ ἀρχῆς τις ποιῇ οὔτʼ ἂν παλαιὰν διεφθαρμένην ἐπισκευάζηται, περὶ θεῶν γε καὶ ἱερῶν, ἅττα τε ἐν τῇ πόλει ἑκάστοις ἱδρῦσθαι δεῖ καὶ ὧντινων ἐπονομάζεσθαι θεῶν ἢ δαιμόνων, οὐδεὶς ἐπιχειρήσει κινεῖν νοῦν ἔχων ὅσα ἐκ Δελφῶν ἢ Δωδώνης ἢ παρʼ Ἄμμωνος ἤ τινες ἔπεισαν παλαιοὶ λόγοι ὁπῃδή τινας πείσαντες, φασμάτων γενομένων ἢ ἐπιπνοίας λεχθείσης θεῶν, πείσαντες δὲ θυσίας τελεταῖς συμμείκτους κατεστήσαντο εἴτε αὐτόθεν ἐπιχωρίους εἴτʼ οὖν Τυρρηνικὰς εἴτε Κυπρίας εἴτε ἄλλοθεν ὁθενοῦν, καθιέρωσαν δὲ τοῖς τοιούτοις λόγοις φήμας τε καὶ ἀγάλματα καὶ βωμοὺς καὶ ναούς, τεμένη τε τούτων ἑκάστοις ἐτεμένισαν·
无论是从头建立一个新城邦,还是修复一个败坏的旧城邦,关于神明和神殿,即在城邦中应当为各部分设立什么,以及应当冠以哪些神明或精灵的名字,任何有理智的人都不会企图去变动那些来自德尔斐、多多纳或阿蒙的神谕,或者某些古老的言论以某种方式说服了人们而确立的东西(由于显圣或所谓的“神启”,说服了人们并设立了与秘仪结合的祭祀,无论是当地的,还是第勒尼安的,或是塞浦路斯的,或是来自其他任何地方的,并且通过这些言论圣化了神谕、雕像、祭坛和神殿,并为其中的每一个划分了圣域);对于这些,立法者连最微小的一点也不可触动。
τούτων νομοθέτῃ τὸ σμικρότατον ἁπάντων οὐδὲν κινητέον, τοῖς δὲ μέρεσιν ἑκάστοις θεὸν ἢ δαίμονα ἢ καί τινα ἥρωα ἀποδοτέον, ἐν δὲ τῇ τῆς γῆς διανομῇ πρώτοις ἐξαίρετα τεμένη τε καὶ πάντα τὰ προσήκοντα ἀποδοτέον, ὅπως ἂν σύλλογοι ἑκάστων τῶν μερῶν κατὰ χρόνους γιγνόμενοι τοὺς προσταχθέντας εἴς τε τὰς χρείας ἑκάστας εὐμάρειαν παρασκευάζωσι καὶ φιλοφρονῶνταί τε ἀλλήλους μετὰ θυσιῶν καὶ οἰκειῶνται καὶ γνωρίζωσιν, οὗ μεῖζον οὐδὲν πόλει ἀγαθὸν ἢ γνωρίμους αὐτοὺς αὑτοῖς εἶναι.
相反,应当给每个部分分配一个神、精灵或者某个英雄,并且在分配土地时,应当首先给他们划出特选的圣域以及所有合适的东西,以便各部分的集会能够在规定的时间举行,为各自的需要提供便利,并在祭祀中互相联络感情,变得亲密并彼此认识。
ὅπου γὰρ μὴ φῶς ἀλλήλοις ἐστὶν ἀλλήλων ἐν τοῖς τρόποις ἀλλὰ σκότος, οὔτʼ ἂν τιμῆς τῆς ἀξίας οὔτʼ ἀρχῶν οὔτε δίκης ποτέ τις ἂν τῆς προσηκούσης ὀρθῶς τυγχάνοι·
对于城邦而言,没有比人们彼此认识更大的福祉了。
δεῖ δὴ πάντα ἄνδρα ἓν πρὸς ἓν τοῦτο σπεύδειν ἐν πάσαις πόλεσιν, ὅπως μήτε αὐτὸς κίβδηλός ποτε φανεῖται ὁτῳοῦν, ἁπλοῦς δὲ καὶ ἀληθὴς ἀεί, μήτε ἄλλος τοιοῦτος ὢν αὐτὸν διαπατήσει.
因为,如果在彼此的品性中,人们彼此面对的不是光明而是黑暗,那么任何人都无法正确地获得应得的荣誉、官职或适当的公正;因此,每个人在所有城邦中都必须致力于这唯一的的目标:自己绝不在任何人面前显得虚伪,而是始终单纯和真实,同时也不让其他虚伪的人欺骗自己。