Humanitext Reader

柏拉图 · 法律篇 §5.728

恶行的最大惩罚与适度身体的尊重

第 56 段,共 186 段 · 希腊语

内容简介

说话者警告说不正当地获取财富会贬低灵魂,将恶行的最大惩罚定义为“同化于恶人”,并确立了对中庸身体的照顾是继灵魂之后第三个应受尊重的对象。

§5.728ΑΘ. οὐδέ γε ὁπόταν χρήματά τις ἐρᾷ κτᾶσθαι μὴ καλῶς, ἢ μὴ δυσχερῶς φέρῃ κτώμενος, δώροις ἄρα τιμᾷ τότε τὴν αὑτοῦ ψυχήν—παντὸς μὲν οὖν λείπει—τὸ γὰρ αὐτῆς τίμιον ἅμα καὶ καλὸν ἀποδίδοται σμικροῦ χρυσίου· πᾶς γὰρ ὅ τʼ ἐπὶ γῆς καὶ ὑπὸ γῆς χρυσὸς ἀρετῆς οὐκ ἀντάξιος.
雅典人:同样,当有人渴望以不正当的方式获取财富,或者在获取财富时毫不感到反感,他那时绝非是用礼物来尊重自我的灵魂——相反,他完全没有做到这一点——因为灵魂中高贵且美丽的部分被用微不足道的黄金出卖了;因为地上和地下的所有黄金都无法与德性等值。
ὡς δὲ εἰπεῖν συλλήβδην, ὃς ἅπερ ἂν νομοθέτης αἰσχρὰ εἶναι καὶ κακὰ διαριθμούμενος τάττῃ καὶ τοὐναντίον ἀγαθὰ καὶ καλά, τῶν μὲν ἀπέχεσθαι μὴ ἐθέλῃ πάσῃ μηχανῇ, τὰ δὲ ἐπιτηδεύειν σύμπασαν κατὰ δύναμιν, οὐκ οἶδεν ἐν τούτοις πᾶσιν πᾶς ἄνθρωπος ψυχὴν θειότατον ὂν ἀτιμότατα καὶ κακοσχημονέστατα διατιθείς.
总而言之,无论谁——当立法者列举并规定某些事物为可耻和邪恶、而其相反的事物为善良和美好时——如果不愿尽一切办法远离前者,并不竭尽全力去实践后者,那么在所有这些事情中,每个人都不知道自己正以最不体面、最难看的方式对待他那最神圣的灵魂。
τὴν γὰρ λεγομένην δίκην τῆς κακουργίας τὴν μεγίστην οὐδεὶς ὡς ἔπος εἰπεῖν λογίζεται, ἔστιν δʼ ἡ μεγίστη τὸ ὁμοιοῦσθαι τοῖς οὖσιν κακοῖς ἀνδράσιν, ὁμοιούμενον δὲ τοὺς μὲν ἀγαθοὺς φεύγειν ἄνδρας καὶ λόγους καὶ ἀποσχίζεσθαι, τοῖς δὲ προσκολλᾶσθαι διώκοντα κατὰ τὰς συνουσίας· προσπεφυκότα δὲ τοῖς τοιούτοις ἀνάγκη ποιεῖν καὶ πάσχειν ἃ πεφύκασιν ἀλλήλους οἱ τοιοῦτοι ποιεῖν καὶ λέγειν.
因为实际上没有人考虑到被称为对恶行的“最大惩罚”是什么,这最大的惩罚就是变得像那些邪恶的人;而在变得像他们的同时,便会逃避好人及其言论并与之分裂,转而追随并依附坏人以求交往;而一旦依附于这样的人,就必然会做出并承受这类人天生会对彼此所做和所说的事。
τοῦτο οὖν δὴ τὸ πάθος δίκη μὲν οὐκ ἔστιν—καλὸν γὰρ τό γε δίκαιον καὶ ἡ δίκη—τιμωρία δέ, ἀδικίας ἀκόλουθος πάθη, ἧς ὅ τε τυχὼν καὶ μὴ τυγχάνων ἄθλιος, ὁ μὲν οὐκ ἰατρευόμενος, ὁ δέ, ἵνα ἕτεροι πολλοὶ σῴζωνται, ἀπολλύμενος.
因此,这种遭遇绝非“正义”——因为正义和司法公正是美好的——而是“报应”,即伴随非正义而来的苦难。 遭遇它和未遭遇它的人都是可怜的:前者因为得不到医治,后者则为了让其他许多人得救而被消灭。
τιμὴ δʼ ἐστὶν ἡμῖν, ὡς τὸ ὅλον εἰπεῖν, τοῖς μὲν ἀμείνοσιν ἕπεσθαι, τὰ δὲ χείρονα, γενέσθαι δὲ βελτίω δυνατά, τοῦτʼ αὐτὸ ὡς ἄριστα ἀποτελεῖν.
概括地说,对我们而言,尊重在于追随较好的事物,并将那些较差但有可能变好的事物以最好的方式引导至这种改善。
ψυχῆς οὖν ἀνθρώπῳ κτῆμα οὐκ ἔστιν εὐφυέστερον εἰς τὸ φυγεῖν μὲν τὸ κακόν, ἰχνεῦσαι δὲ καὶ ἑλεῖν τὸ πάντων ἄριστον, καὶ ἑλόντα αὖ κοινῇ συνοικεῖν τὸν ἐπίλοιπον βίον· διὸ δεύτερον ἐτάχθη τιμῇ, τὸ δὲ τρίτον—πᾶς ἂν τοῦτό γε νοήσειεν—τὴν τοῦ σώματος εἶναι κατὰ φύσιν τιμήν·
因此,对人而言,为了逃避邪恶、追寻并捕获万物中最美好者,并在捕获它之后与其共同度过余生,没有任何财产比灵魂更具天然的天赋;因此它在尊贵的顺位上被排在第二位,而第三位——任何人都能理解这一点——是顺应自然的对身体的尊重。
τὰς δʼ αὖ τιμὰς δεῖ σκοπεῖν, καὶ τούτων τίνες ἀληθεῖς καὶ ὅσαι κίβδηλοι, τοῦτο δὲ νομοθέτου.
此外,必须审视这些尊荣,以及其中哪些是真实的,哪些是虚假的;而这是立法者的任务。
μηνύειν δή μοι φαίνεται τάσδε καὶ τοιάσδε τινὰς αὐτὰς εἶναι, τίμιον εἶναι σῶμα οὐ τὸ καλὸν οὐδὲ ἰσχυρὸν οὐδὲ τάχος ἔχον οὐδὲ μέγα, οὐδέ γε τὸ ὑγιεινόν—καίτοι πολλοῖς ἂν τοῦτό γε δοκοῖ—καὶ μὴν οὐδὲ τὰ τούτων γʼ ἐναντία, τὰ δʼ ἐν τῷ μέσῳ ἁπάσης ταύτης τῆς ἕξεως ἐφαπτόμενα σωφρονέστατα ἅμα τε ἀσφαλέστατα εἶναι μακρῷ· τὰ μὲν γὰρ χαύνους τὰς ψυχὰς καὶ θρασείας ποιεῖ, τὰ δὲ ταπεινάς τε καὶ ἀνελευθέρους.
在我看来,他似乎表明它们是如下这样的:值得尊重的身体既不是美丽的、强壮的、快捷的、庞大的,也不是健康的——尽管在许多人看来,健康至少似乎是这样——但也绝非它们的相反面,而是在这所有状态中处于中间并与之接触的状态,才是迄今为止最节制也最安全的;因为前者会使灵魂变得虚浮和狂妄,而后者则使灵魂变得卑微和下贱。

词汇与语法注释

  1. 728aπαντὸς μὲν οὖν λείπει — 意为“完全没有做到这一点”或“与之相去甚远”。属格 παντός 是动词 λείπει(不及、缺少)所要求的比较或分离属格,在此处作副词性使用,表示“完全”、“绝不”,强烈否定了前文关于“通过送礼来尊重灵魂”的看法。
  2. 728aὃς ἅπερ ἂν... οὐκ οἶδεν... πᾶς ἄνθρωπος — 此处出现语法破格(anacoluthon)。以关系代词 ὃς(凡是……的人)开始的关系从句起到了条件从句的作用,但在主句中,相同的主语被冗余地重新引入为 πᾶς ἄνθρωπος(每个人),导致关系代词 ὃς 本身与主句动词 οὐκ οἶδεν 之间失去了直接的句法关联。
  3. 728bὁμοιούμενον δὲ — 宾格分词 ὁμοιούμενον 与前句宾格不定式短语 τὸ ὁμοιοῦσθαι(变得相似)的逻辑主语(泛指的人)相一致。由 δὲ 引导的这个分词从句表示伴随状况或手段(“在变得像他们的同时……”),并说明了后续不定式 φεύγειν、ἀποσχίζεσθαι 和 προσκολλᾶσθαι 的逻辑主语的状态。
  4. 728eτὰ δʼ ἐν τῷ μέσῳ ἁπάσης ταύτης τῆς ἕξεως ἐφαπτόμενα — 意为“在所有这些状态中处于中间并与之接触的状态”。此处 ἕξεως(状态)指代前文提到的身体特质(美、强、快、大、健康等及其相反面)。分词 ἐφαπτόμενα(接触)与中庸的概念相关,表示不走向极端,而是处于身体各种特质相互平衡的中间区域。

引用这一段

柏拉图, 法律篇 §5.728. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:5.728

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。