Humanitext Reader

柏拉图 · 法律篇 §5.726-5.727

灵魂的尊严与真正敬重灵魂的方法

第 55 段,共 186 段 · 希腊语

内容简介

雅典人论述了如何正确尊重在人类财产中仅次于神明、最为神圣的“灵魂”。他指出,人们往往因盲目纵容灵魂或自我辩护而损害并贬低了它,而真正的尊重应当是使灵魂变得更好。

§5.726ΑΘ. ἀκούοι δὴ πᾶς ὅσπερ νυνδὴ τὰ περὶ θεῶν τε ἤκουε καὶ τῶν φίλων προπατόρων· πάντων γὰρ τῶν αὑτοῦ κτημάτων μετὰ θεοὺς ψυχὴ θειότατον, οἰκειότατον ὄν.
雅典人:刚才听过关于神明和亲爱的先祖之事的所有人,现在都应当倾听:因为在神明之后,在一个人所有的财产中,灵魂是最神圣的,因为它是最属于自己的。
τὰ δʼ αὑτοῦ διττὰ πάντʼ ἐστὶ πᾶσιν.
而对每个人来说,属于自己的所有东西都是双重的。
τὰ μὲν οὖν κρείττω καὶ ἀμείνω δεσπόζοντα, τὰ δὲ ἥττω καὶ χείρω δοῦλα· τῶν οὖν αὑτοῦ τὰ δεσπόζοντα ἀεὶ προτιμητέον τῶν δουλευόντων.
其中,较好和较优的居于统治地位,而较差和较劣的居于奴隶地位;因此,在自己的财产中,居于统治地位的应当始终比处于奴隶地位的更受尊重。
§5.727ΑΘ. οὕτω δὴ τὴν αὑτοῦ ψυχὴν μετὰ θεοὺς ὄντας δεσπότας καὶ τοὺς τούτοις ἑπομένους τιμᾶν δεῖν λέγων δευτέραν, ὀρθῶς παρακελεύομαι.
雅典人:因此,当我宣称应当在作为主宰的神明以及追随他们的存在之后,将自己的灵魂作为第二位来尊重时,我的劝告是正确的。
τιμᾷ δʼ ὡς ἔπος εἰπεῖν ἡμῶν οὐδεὶς ὀρθῶς, δοκεῖ δέ·
但可以说,我们中没有一个人能正确地尊重它,虽然自以为做到了。
θεῖον γὰρ ἀγαθόν που τιμή, τῶν δὲ κακῶν οὐδὲν τίμιον, ὁ δʼ ἡγούμενος ἤ τισι λόγοις ἢ δώροις αὐτὴν αὔξειν ἤ τισιν ὑπείξεσιν, μηδὲν βελτίω δὲ ἐκ χείρονος αὐτὴν ἀπεργαζόμενος, τιμᾶν μὲν δοκεῖ, δρᾷ δὲ τοῦτο οὐδαμῶς.
因为尊重无疑是一种神圣之善,而在邪恶的事物中没有什么是值得尊重的;如果有人认为可以通过某些言辞、礼物或某些妥协来提升它,却完全没有使它从较坏的状态变得更好,他虽然看似在尊重它,但实际上绝没有这样做。
αὐτίκα παῖς εὐθὺς γενόμενος ἄνθρωπος πᾶς ἡγεῖται πάντα ἱκανὸς εἶναι γιγνώσκειν, καὶ τιμᾶν οἴεται ἐπαινῶν τὴν αὑτοῦ ψυχήν, καὶ προθυμούμενος ἐπιτρέπει πράττειν ὅτι ἂν ἐθέλῃ, τὸ δὲ νῦν λεγόμενόν ἐστιν ὡς δρῶν ταῦτα βλάπτει καὶ οὐ τιμᾷ·
例如,人一旦刚从孩童成长起来,就认为自己有能力知道一切,并以为通过赞美自己的灵魂就是在尊重它,还热切地允许它做任何它想做的事;但现在要说的是,通过做这些事,他是在伤害它而不是尊重它。
δεῖ δέ, ὥς φαμεν, μετά γε θεοὺς δευτέραν.
然而正如我们所说,必须在神明之后将其作为第二位来尊重。
οὐδέ γε ὅταν ἄνθρωπος τῶν αὑτοῦ ἑκάστοτε ἁμαρτημάτων μὴ ἑαυτὸν αἴτιον ἡγῆται καὶ τῶν πλείστων κακῶν καὶ μεγίστων, ἀλλὰ ἄλλους, ἑαυτὸν δὲ ἀεὶ ἀναίτιον ἐξαιρῇ, τιμῶν τὴν αὑτοῦ ψυχήν, ὡς δὴ δοκεῖ, ὁ δὲ πολλοῦ δεῖ δρᾶν τοῦτο· βλάπτει γάρ.
同样,当一个人在每一次自己犯错以及遭遇最多和最大的不幸时,不认为自己是原因,反而归咎于他人,并且始终免除自己的责任、自以为无辜时,他虽然自以为是在尊重自己的灵魂,但实际上却远非如此,因为他伤害了它。
οὐδʼ ὁπόταν ἡδοναῖς παρὰ λόγον τὸν τοῦ νομοθέτου καὶ ἔπαινον χαρίζηται, τότε οὐδαμῶς τιμᾷ, ἀτιμάζει δὲ κακῶν καὶ μεταμελείας ἐμπιμπλὰς αὐτήν.
当他违背立法者的理性(理路)和赞美而纵容其享受快乐时,他也绝不是在尊重它,反而通过让它充斥着邪恶和悔恨来贬低它。
οὐδέ γε ὁπόταν αὖ τἀναντία τοὺς ἐπαινουμένους πόνους καὶ φόβους καὶ ἀλγηδόνας καὶ λύπας μὴ διαπονῇ καρτερῶν ἀλλὰ ὑπείκῃ, τότε οὐ τιμᾷ ὑπείκων· ἄτιμον γὰρ αὐτὴν ἀπεργάζεται δρῶν τὰ τοιαῦτα σύμπαντα.
或者相反,当他对于那些备受赞美的辛劳、恐惧、痛苦和悲伤,不能坚韧地去克服而是屈服时,他通过屈服也绝非在尊重它;因为做所有这些事都会使灵魂变得毫无尊严。
οὐδʼ ὁπόταν ἡγῆται τὸ ζῆν πάντως ἀγαθὸν εἶναι, τιμᾷ, ἀτιμάζει δʼ αὐτὴν καὶ τότε· τὰ γὰρ ἐν Ἅιδου πράγματα πάντα κακὰ ἡγουμένης τῆς ψυχῆς εἶναι, ὑπείκει καὶ οὐκ ἀντιτείνει διδάσκων τε καὶ ἐλέγχων ὡς οὐκ οἶδεν οὐδʼ εἰ τἀναντία πέφυκεν μέγιστα εἶναι πάντων ἀγαθῶν ἡμῖν τὰ περὶ τοὺς θεοὺς τοὺς ἐκεῖ.
当他认为活着在任何情况下都是一件好事时,他也没有尊重灵魂,而是在那时也贬低了它;因为在灵魂认为冥界的一切都是邪恶的时候,他却屈服了,没有通过教导和反驳来加以抗争,表明自己甚至不知道关于那里的神明的事情是否对我们而言恰佳是所有善事中最大的。
οὐδὲ μὴν πρὸ ἀρετῆς ὁπόταν αὖ προτιμᾷ τις κάλλος, τοῦτʼ ἔστιν οὐχ ἕτερον ἢ ἡ τῆς ψυχῆς ὄντως καὶ πάντως ἀτιμία.
此外,当有人将美貌置于德性之上时,这无异于对灵魂的真正且彻底的贬低。
ψυχῆς γὰρ σῶμα ἐντιμότερον οὗτος ὁ λόγος φησὶν εἶναι, ψευδόμενος· οὐδὲν γὰρ γηγενὲς Ὀλυμπίων ἐντιμότερον, ἀλλʼ ὁ περὶ ψυχῆς ἄλλως δοξάζων ἀγνοεῖ ὡς θαυμαστοῦ τούτου κτήματος ἀμελεῖ.
因为这种观点声称身体比灵魂更值得尊重,这在撒谎;因为地上的造物没有一个比奥林匹斯神明更尊贵,而对灵魂持有异见的人不知道自己正在忽视这件奇妙的财产。

词汇与语法注释

  1. 726aψυχὴ θειότατον, οἰκειότατον ὄν — 尽管 `ψυχὴ` 是阴性名词,但谓语形容词 `θειότατον`、`οἰκειότατον` 以及分词 `ὄν` 采用了中性。这是因为灵魂被视为一种一般性的“事物”,或被归入前述的 `κτημάτων`(中性名词)这一范畴,从而形成了中性谓语结构。
  2. 727aμετὰ θεοὺς ὄντας δεσπότας καὶ τοὺς τούτοις ἑπομένους — 介词 `μετὰ` 搭配宾格(`θεοὺς` 和 `τοὺς ἑπομένους`)表示顺序或等级(“在……之后”)。`ὄντας δεσπότας`(作为主宰)是修饰 `θεοὺς` 的分词短语。
  3. 727bτὸ δὲ νῦν λεγόμενόν ἐστιν ὡς δρῶν ταῦτα βλάπτει — `ὡς` 引导的从句(“即……”)的主语在上下文里是前句的 `ἄνθρωπος πᾶς`(所有人),分词 `δρῶν`(通过做……)也与这一主语一致。
  4. 727dτὰ γὰρ ἐν Ἅιδου πράγματα πάντα κακὰ ἡγουμένης τῆς ψυχῆς εἶναι, ὑπείκει — `ἡγουμένης τῆς ψυχῆς` 是属格独立结构。在此结构内部,`τὰ ἐν Ἅιδου πράγματα` 作为宾格主语,`εἶναι` 作为不定式,依赖于 `ἡγουμένης`(构成宾格与不定式结构)。主句的谓语动词是 `ὑπείκει`,其主语是省略的“人”。
  5. 727dὡς οὐκ οἶδεν οὐδʼ εἰ τἀναντία πέφυκεν μέγιστα εἶναι — `ὡς` 引导的名词性从句(“……这一事实”)作为 `διδάσκων τε καὶ ἐλέγχων`(通过教导和反驳)的宾语。`οὐδʼ εἰ` 引导否定的间接疑问句(“甚至不知道是否……”)。

引用这一段

柏拉图, 法律篇 §5.726-5.727. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:5.726-5.727

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。