§5.729ΑΘ. ὡς δʼ αὕτως ἡ τῶν χρημάτων καὶ κτημάτων κτῆσις, καὶ τιμήσεως κατὰ τὸν αὐτὸν ῥυθμὸν ἔχει· τὰ μὲν ὑπέρογκα γὰρ ἑκάστων τούτων ἔχθρας καὶ στάσεις ἀπεργάζεται ταῖς πόλεσιν καὶ ἰδίᾳ, τὰ δʼ ἐλλείποντα δουλείας ὡς τὸ πολύ.
雅典人:同样,财富和财产的获取,以及对它们的尊重,也遵循同样的规律;因为过度占有这些东西中的任何一样,都会在城邦中和私人之间制造仇恨和派系斗争,而匮乏在大多数情况下则会带来奴役。
μὴ δή τις φιλοχρημονείτω παίδων γʼ ἕνεκα, ἵνα ὅτι πλουσιωτάτους καταλίπῃ· οὔτε γὰρ ἐκείνοις οὔτε αὖ τῇ πόλει ἄμεινον.
因此,任何人都不应为了孩子而贪图财富,以期给他们留下尽可能多的财富;因为这无论对他们还是对城邦都没有好处。
ἡ γὰρ τῶν νέων ἀκολάκευτος οὐσία, τῶν δʼ ἀναγκαίων μὴ ἐνδεής, αὕτη πασῶν μουσικωτάτη τε καὶ ἀρίστη· συμφωνοῦσα γὰρ ἡμῖν καὶ συναρμόττουσα εἰς ἅπαντα ἄλυπον τὸν βίον ἀπεργάζεται.
对于年轻人来说,一份不带奉承、但又不缺生活必需品的财产,是所有财产中最和谐、最美好的;因为它与我们相协调并完全适应我们,创造出在各方面都无痛苦的生活。
παισὶν δὲ αἰδῶ χρὴ πολλήν, οὐ χρυσὸν καταλείπειν.
我们必须给孩子们留下许多羞耻心,而不是黄金。
οἰόμεθα δὲ ἐπιπλήττοντες τοῖς νέοις ἀναισχυντοῦσιν τοῦτο καταλείψειν· τὸ δʼ ἔστιν οὐκ ἐκ τοῦ νῦν παρακελεύματος τοῖς νέοις γιγνόμενον, ὃ παρακελεύονται λέγοντες ὡς δεῖ πάντα αἰσχύνεσθαι τὸν νέον.
我们以为通过训斥那些厚颜无耻的年轻人就能留下这一点;但这并不能通过现在对年轻人的告诫来实现,即通过说年轻人必须在一切事上感到羞耻来告诫他们。
ὁ δὲ ἔμφρων νομοθέτης τοῖς πρεσβυτέροις ἂν μᾶλλον παρακελεύοιτο αἰσχύνεσθαι τοὺς νέους, καὶ πάντων μάλιστα εὐλαβεῖσθαι μή ποτέ τις αὐτὸν ἴδῃ τῶν νέων ἢ καὶ ἐπακούσῃ δρῶντα ἢ λέγοντά τι τῶν αἰσχρῶν, ὡς ὅπου ἀναισχυντοῦσι γέροντες, ἀνάγκη καὶ νέους ἐνταῦθα εἶναι ἀναιδεστάτους·
而明智的立法者反而会告诫长者们要在年轻人面前感到羞耻,并最要紧的是警惕绝不让任何年轻人看到或听到自己做出或说出任何可耻的事情,因为在老人厚颜无耻的地方,那里的年轻人也必然最为无耻。
παιδεία γὰρ νέων διαφέρουσά ἐστιν ἅμα καὶ αὐτῶν οὐ τὸ νουθετεῖν, ἀλλʼ ἅπερ ἂν ἄλλον νουθετῶν εἴποι τις, φαίνεσθαι ταῦτα αὐτὸν δρῶντα διὰ βίου.
因为对年轻人以及同时对长者自身的优秀教育,不是去训诫,而是让自己一生中实践那些在训诫他人时会说的话,并将其展现出来。
συγγένειαν δὲ καὶ ὁμογνίων θεῶν κοινωνίαν πᾶσαν ταὐτοῦ φύσιν αἵματος ἔχουσαν τιμῶν τις καὶ σεβόμενος, εὔνους ἂν γενεθλίους θεοὺς εἰς παίδων αὑτοῦ σπορὰν ἴσχοι κατὰ λόγον.
尊崇并敬畏同族和所有家族神灵的交往,即具有相同血缘本性的人,将合理地使祖先的神灵有利于自己孩子的繁衍。
καὶ μὴν τό γε φίλων καὶ ἑταίρων πρὸς τὰς ἐν βίῳ ὁμιλίας εὐμενεῖς ἄν τις κτῷτο, μείζους μὲν καὶ σεμνοτέρας τὰς ἐκείνων ὑπηρεσίας εἰς αὑτὸν ἡγούμενος ἢ ʼκεῖνοι, ἐλάττους δʼ αὖ τὰς αὑτοῦ διανοούμενος εἰς τοὺς φίλους χάριτας αὐτῶν τῶν φίλων τε καὶ ἑταίρων.
此外,要获得友人和同伴在生活交往中的好意,应当将他们对自己的帮助看得比他们自己认为的更大、更高尚,相反,应当将自己对朋友的恩惠看得比朋友和同伴自身认为的更小。
εἰς μὴν πόλιν καὶ πολίτας μακρῷ ἄριστος ὅστις πρὸ τοῦ Ὀλυμπίασιν καὶ ἁπάντων ἀγώνων πολεμικῶν τε καὶ εἰρηνικῶν νικᾶν δέξαιτʼ ἂν δόξῃ ὑπηρεσίας τῶν οἴκοι νόμων, ὡς ὑπηρετηκὼς πάντων κάλλιστʼ ἀνθρώπων αὐτοῖς ἐν τῷ βίῳ.
对于城邦和公民而言,迄今为止最优秀的人是这样的人:在奥林匹亚以及战争和和平的一切竞技中获得胜利之前,他宁愿接受因服从本土法律而获得的声誉,认为自己在一生中对法律作出了人类中最美好的服侍。
πρὸς δʼ αὖ τοὺς ξένους διανοητέον ὡς ἁγιώτατα συμβόλαια ὄντα· σχεδὸν γὰρ πάντʼ ἐστὶ τὰ τῶν ξένων καὶ εἰς τοὺς ξένους ἁμαρτήματα παρὰ τὰ τῶν πολιτῶν εἰς θεὸν ἀνηρτημένα τιμωρὸν μᾶλλον.
另一方面,对于外邦人,必须认为与他们的契约是最神圣的;因为几乎所有对外邦人的以及涉及外邦人的罪过,与公民之间的罪过相比,都更直接地与复仇之神相联系。
§5.730ΑΘ. ἔρημος γὰρ ὢν ὁ ξένος ἑταίρων τε καὶ συγγενῶν ἐλεεινότερος ἀνθρώποις καὶ θεοῖς· ὁ δυνάμενος οὖν τιμωρεῖν μᾶλλον βοηθεῖ προθυμότερον, δύναται δὲ διαφερόντως ὁ ξένιος ἑκάστων δαίμων καὶ θεὸς τῷ ξενίῳ συνεπόμενοι Διί.
雅典人:因为外邦人没有同伴和亲属,在人类和神明看来更值得怜悯;因此,有能力复仇的人会更热心地提供帮助,而每人各自的守护神以及外邦人的守护神——跟从外邦人之神宙斯的神灵,具有非凡的力量。
πολλῆς οὖν εὐλαβείας, ᾧ καὶ σμικρὸν προμηθείας ἔνι, μηδὲν ἁμάρτημα περὶ ξένους ἁμαρτόντα ἐν τῷ βίῳ πρὸς τὸ τέλος αὐτοῦ πορευθῆναι.
因此,对于任何稍有先见之明的人来说,在生活中不犯任何涉及外邦人的罪过而走向生命的终点,是一件需要极大谨慎的事。
ξενικῶν δʼ αὖ καὶ ἐπιχωρίων ἁμαρτημάτων τὸ περὶ τοὺς ἱκέτας μέγιστον γίγνεται ἁμάρτημα ἑκάστοις· μεθʼ οὗ γὰρ ἱκετεύσας μάρτυρος ὁ ἱκέτης θεοῦ ἔτυχεν ὁμολογιῶν, φύλαξ διαφέρων οὗτος τοῦ παθόντος γίγνεται, ὥστʼ οὐκ ἄν ποτε ἀτιμώρητος πάθοι ὁ τυχὼν ὧν ἔπαθε.
此外,在外来和本土的罪过中,涉及叹愿者的罪过对每个人来说都是最大的罪过;因为叹愿者以神为证人而获得承诺的那个神,会成为受害者杰出的保护者,因此,遭受不公的人绝不会在所受的苦难中不被复仇。
τὰ μὲν οὖν περὶ γονέας τε καὶ ἑαυτὸν καὶ τὰ ἑαυτοῦ, περὶ πόλιν τε καὶ φίλους καὶ συγγένειαν, ξενικά τε καὶ ἐπιχώρια, διεληλύθαμεν σχεδὸν ὁμιλήματα, τὸ δὲ ποῖός τις ὢν αὐτὸς ἂν κάλλιστα διαγάγοι τὸν βίον, ἑπόμενον τούτῳ διεξελθεῖν·
那么,关于父母、自身、自己的财产、城邦、朋友和亲属,以及外来的和本土的人际交往,我们几乎已经讨论完毕;紧接着,我们必须详细讨论,自己应当成为怎样的人才能最美满地度过一生。
ὅσα μὴ νόμος, ἀλλʼ ἔπαινος παιδεύων καὶ ψόγος ἑκάστους εὐηνίους μᾶλλον καὶ εὐμενεῖς τοῖς τεθήσεσθαι μέλλουσιν νόμοις ἀπεργάζεται, ταῦτʼ ἐστὶν μετὰ τοῦτο ἡμῖν ῥητέον.
那些不是法律,而是通过赞美和非难来教育每个人,使他们对即将制定的法律更加温顺和友善的事物,我们必须在此之后予以阐明。
ἀλήθεια δὴ πάντων μὲν ἀγαθῶν θεοῖς ἡγεῖται, πάντων δὲ ἀνθρώποις·
真理确实是神明在一切善事上的引导者,也是人类在一切善事上的引导者。
ἧς ὁ γενήσεσθαι μέλλων μακάριός τε καὶ εὐδαίμων ἐξ ἀρχῆς εὐθὺς μέτοχος εἴη, ἵνα ὡς πλεῖστον χρόνον ἀληθὴς ὢν διαβιοῖ.
愿那将要变得幸福和快乐的人,从一开始就立刻分享真理,以便在尽可能长的时间里作为一个真诚的人度过一生。
πιστὸς γάρ· ὁ δὲ ἄπιστος ᾧ φίλον ψεῦδος ἑκούσιον, ὅτῳ δὲ ἀκούσιον, ἄνους.
因为他是可靠的;而那个喜欢故意说谎的不诚实者,以及那些无意中说谎的无知者,都是不可取的。
ὧν οὐδέτερον ζηλωτόν.
这两个人都不能令人羡慕。
ἄφιλος γὰρ δὴ πᾶς ὅ γε ἄπιστος καὶ ἀμαθής, χρόνου δὲ προϊόντος γνωσθείς, εἰς τὸ χαλεπὸν γῆρας ἐρημίαν αὑτῷ πᾶσαν κατεσκευάσατο ἐπὶ τέλει τοῦ βίου, ὥστε ζώντων καὶ μὴ ἑταίρων καὶ παίδων σχεδὸν ὁμοίως ὀρφανὸν αὐτῷ γενέσθαι τὸν βίον.
因为每一个不诚实且无知的人都是没有朋友的,随着时间的流逝,当他被人们了解后,他在生命尽头那艰难的暮年里为自己准备了完全的孤独,以至于无论同伴和孩子们是否在世,他的生活实际上几乎和孤儿一样。
τίμιος μὲν δὴ καὶ ὁ μηδὲν ἀδικῶν, ὁ δὲ μηδʼ ἐπιτρέπων τοῖς ἀδικοῦσιν ἀδικεῖν πλέον ἢ διπλασίας τιμῆς ἄξιος ἐκείνου· ὁ μὲν γὰρ ἑνός, ὁ δὲ πολλῶν ἀντάξιος ἑτέρων, μηνύων τὴν τῶν ἄλλων τοῖς ἄρχουσιν ἀδικίαν.
行事不义的人固然值得尊重,而那些甚至不容许不义之人行更多不义的人,则值得比前者高出两倍以上的尊荣;因为前者只值一个人的价值,而后者通过向统治者揭发他人的不义,等值于许多其他人。
ὁ δὲ καὶ συγκολάζων εἰς δύναμιν τοῖς ἄρχουσιν, ὁ μέγας ἀνὴρ ἐν πόλει καὶ τέλειος, οὗτος ἀναγορευέσθω νικηφόρος ἀρετῇ.
而那些尽力与统治者共同施加惩罚的人,是城邦中伟大且完善的人,应当被宣告为德性的胜利者。
τὸν αὐτὸν δὴ τοῦτον ἔπαινον καὶ περὶ σωφροσύνης χρὴ λέγειν καὶ περὶ φρονήσεως, καὶ ὅσα ἄλλα ἀγαθά τις κέκτηται δυνατὰ μὴ μόνον αὐτὸν ἔχειν ἀλλὰ καὶ ἄλλοις μεταδιδόναι·
这同样的赞美也必须在涉及节制和智慧,以及人所拥有的、不仅能为自己所持有且能分享给他人的所有其他善事上说出来。