Humanitext Reader

柏拉图 · 法律篇 §4.723-4.724

法律前言的适用范围与对灵魂及身体的照料

第 54 段,共 186 段 · 希腊语

内容简介

雅典人与克莱尼亚确认了在法律强制条文前设置说服性“前言”的重要性,并同意仅在重大法律中设置前言。随后,他们决定继敬神和尊祖之后,开始探讨关于个人灵魂、身体和财产安排的前言内容。

§4.723ΑΘ. ὃ δὴ τυραννικὸν ἐπίταγμα ἀπεικασθὲν ἐρρήθη τοῖς ἐπιτάγμασιν τοῖς τῶν ἰατρῶν οὓς εἴπομεν ἀνελευθέρους, τοῦτʼ εἶναι νόμος ἄκρατος, τὸ δὲ πρὸ τούτου ῥηθέν, πειστικὸν λεχθὲν ὑπὸ τοῦδε, ὄντως μὲν εἶναι πειστικόν, προοιμίου μὴν τοῦ περὶ λόγους δύναμιν ἔχειν.
雅典人:被比作我们所说的那些奴隶医生的命令而被称为专制命令的那个东西,才是纯粹的法律。 而在此之前所说的、被这位(克莱尼亚)称为具有说服力的东西,虽然确实具有说服力,但它实际上具有言论中前言的作用。
ἵνα γὰρ εὐμενῶς, καὶ διὰ τὴν εὐμένειαν εὐμαθέστερον, τὴν ἐπίταξιν, ὃ δή ἐστιν ὁ νόμος, δέξηται ᾧ τὸν νόμον ὁ νομοθέτης λέγει, τούτου χάριν εἰρῆσθαί μοι κατεφάνη πᾶς ὁ λόγος οὗτος, ὃν πείθων εἶπεν ὁ λέγων·
因为,为了让立法者向其宣告法律的人,能怀着善意并由于这股善意而更易于接受这个命令(这命令正是法律),在我看来,说话者为了说服而说的这整段话,正是为了这个目的。
διὸ δὴ κατά γε τὸν ἐμὸν λόγον τοῦτʼ αὐτό, προοίμιον, ἀλλʼ οὐ λόγος ἂν ὀρθῶς προσαγορεύοιτο εἶναι τοῦ νόμου.
因此,照我的看法,这同一个东西应该被正确地称为法律的“前言”,而不是法律的“正文”。
ταῦτʼ οὖν εἰπών, τί τὸ μετὰ τοῦτο ἄν μοι βουληθείην εἰρῆσθαι;
那么,说了这些之后,我希望接下来再说些什么呢?
τόδε, ὡς τὸν νομοθέτην πρὸ πάντων τε ἀεὶ τῶν νόμων χρεών ἐστιν μὴ ἀμοίρους αὐτοὺς προοιμίων ποιεῖν καὶ καθʼ ἕκαστον, ᾗ διοίσουσιν ἑαυτῶν ὅσον νυνδὴ τὼ λεχθέντε διηνεγκάτην.
那就是:立法者在制定所有法律之前,始终应当不让法律缺乏前言,并且对每一条法律,在前言与正文之间的差异程度上,都要像刚才所说的两者之间的差异那样。
ΚΛ. τό γʼ ἐμὸν οὐκ ἂν ἄλλως νομοθετεῖν διακελεύοιτο ἡμῖν τὸν τούτων ἐπιστήμονα.
克莱尼亚:在我看来,对于精通这些事物的人,绝不会建议我们用别的方法来立法。
ΑΘ. καλῶς μὲν τοίνυν, ὦ Κλεινία, δοκεῖς μοι τό γε τοσοῦτον λέγειν, ὅτι πᾶσίν γε νόμοις ἔστιν προοίμια καὶ ὅτι πάσης ἀρχόμενον νομοθεσίας χρὴ προτιθέναι παντὸς τοῦ λόγου τὸ πεφυκὸς προοίμιον ἑκάστοις—οὐ γὰρ σμικρὸν τὸ μετὰ τοῦτό ἐστιν ῥηθησόμενον, οὐδʼ ὀλίγον διαφέρον ἢ σαφῶς ἢ μὴ σαφῶς αὐτὰ μνημονεύεσθαι—τὸ μέντοι μεγάλων πέρι λεγομένων νόμων καὶ σμικρῶν εἰ ὁμοίως προοιμιάζεσθαι προστάττοιμεν, οὐκ ἂν ὀρθῶς λέγοιμεν.
雅典人:克莱尼亚,在我看来,你至少在这一点上说得很好:所有的法律都有前言,在开始任何立法时,必须在整个条文之前,把适合各条法律的自然前言放上去——因为在此之后将要说的事情绝非小事,它们是被清晰地记住还是不清晰地记住,有着不小的区别——然而,如果我们命令对关系重大的法律和微不足道的法律都同样地作前言,那么我们就说得不对了。
οὐδὲ γὰρ ᾄσματος οὐδὲ λόγου παντὸς δεῖ τὸ τοιοῦτον δρᾶν—καίτοι πέφυκέν γε εἶναι πᾶσιν, ἀλλʼ οὐ χρηστέον ἅπασιν—αὐτῷ δὲ τῷ τε ῥήτορι καὶ τῷ μελῳδῷ καὶ νομοθέτῃ τὸ τοιοῦτον ἑκάστοτε ἐπιτρεπτέον.
因为不仅是对于歌曲,还是对于任何言论,都不必都这样做——虽然前言在自然本性上可以存在于一切之中,但不必在一切中都使用——这种事情应该在每次都留给演说家、歌手和立法者自己去决定。
ΚΛ. ἀληθέστατα δοκεῖς μοι λέγειν.
克莱尼亚:我觉得你说的极对。
ἀλλὰ δὴ μηκέτʼ, ὦ ξένε, διατριβὴν πλείω τῆς μελλήσεως ποιώμεθα, ἐπὶ δὲ τὸν λόγον ἐπανέλθωμεν καὶ ἀπʼ ἐκείνων ἀρχώμεθα, εἴ σοι φίλον, ὧν οὐχ ὡς προοιμιαζόμενος εἶπες τότε.
但是,异乡人啊,我们不要再做超出必要的拖延了,让我们回到讨论中,如果符合你的心意,就从你当时并未当作前言而说的那些事情开始。
πάλιν οὖν, οἷόν φασιν οἱ παίζοντες, ἀμεινόνων ἐξ ἀρχῆς δευτέρων ἐπαναπολήσωμεν, ὡς προοίμιον ἀλλʼ οὐ τὸν τυχόντα λόγον περαίνοντες, καθάπερ ἄρτι· λάβωμεν δʼ αὐτῶν ἀρχὴν ὁμολογοῦντες προοιμιάζεσθαι.
因此,正如人们在开玩笑时所说的那样,让我们重新开始重复“更好的第二方案”,将其作为前言而不是像刚才那样当作普通的言论来完成;让我们承认我们在作前言,并以此作为它们的开端。
καὶ τὰ μὲν περὶ θεῶν τιμῆς προγόνων τε θεραπείας, καὶ τὰ νυνδὴ λεχθέντα ἱκανά· τὰ δʼ ἑξῆς πειρώμεθα λέγειν, μέχριπερ ἄν σοι πᾶν τὸ προοίμιον ἱκανῶς εἰρῆσθαι δοκῇ.
关于敬奉神明和侍奉祖先的事情,以及刚才所说的内容,已经足够了;让我们试着说下去,直到你认为整个前言已经说得足够充分。
μετὰ δὲ τοῦτο ἤδη τοὺς νόμους αὐτοὺς διέξει λέγων.
在此之后,你就要详细论述法律本身了。
§4.724ΑΘ. οὐκοῦν περὶ θεῶν μὲν καὶ τῶν μετὰ θεοὺς καὶ γονέων ζώντων τε πέρι καὶ τελευτησάντων τότε ἱκανῶς προοιμιασάμεθα, ὡς νῦν λέγομεν· τὸ δὲ ἀπολειπόμενον ἔτι τοῦ τοιούτου φαίνῃ μοι σὺ διακελεύεσθαι τὰ νῦν οἷον πρὸς τὸ φῶς ἐπανάγειν.
雅典人:那么,关于神明、神明之后的存在,以及在世和去世的父母,我们当时已经作了充分的前言,正如我们现在所说的那样;而你现在似乎在命令我,将这种前言中还缺少的部分,仿佛带到光天化日之下一样展现出来。
ΚΛ. παντάπασι μὲν οὖν.
克莱尼亚:完全是这样。
ΑΘ. ἀλλὰ μὴν μετά γε τὰ τοιαῦτα, ὡς χρὴ τὰ περὶ τὰς αὑτῶν ψυχὰς καὶ τὰ σώματα καὶ τὰς οὐσίας σπουδῆς τε πέρι καὶ ἀνέσεως ἴσχειν, προσῆκόν τʼ ἐστὶ καὶ κοινότατον ἀναπεμπαζομένους τόν τε λέγοντα καὶ τοὺς ἀκούοντας παιδείας γίγνεσθαι κατὰ δύναμιν ἐπηβόλους· ταῦτʼ οὖν ἡμῖν αὐτὰ μετʼ ἐκεῖνα ὄντως ἐστὶν ῥητέα τε καὶ ἀκουστέα.
雅典人:然而,在这些事情之后,关于如何对待自己的灵魂、身体和财产,无论是在勤勉还是在放松方面,讲述者和听话者双方通过重新盘点,尽可能地获得教养,这既是合宜的,也是最普遍的;因此,在那些事情之后,我们确实应当讲述并倾听这些内容。
ΚΛ. ὀρθότατα λέγεις.
克莱尼亚:你说的非常正确。

词汇与语法注释

  1. 723aὃ δὴ τυραννικὸν ἐπίταγμα ἀπεικασθὲν ἐρρήθη — 指“被比作奴隶医生的命令而被称作专制命令的那个东西”。`ἀπεικασθὲν` 是无定过去时被动分词单数中性主格,修饰关系代名词 `ὃ`,并支配伴随/比较与格 `τοῖς ἐπιτάγμασιν`。
  2. 723aᾧ τὸν νόμον ὁ νομοθέτης λέγει — 关系代词 `ᾧ` 的先行词被省略,表示“对于[立法者向其]宣告法律的那个人”。动词 `λέγει` 在此支配与格,表示法律的接受者。
  3. 723bᾗ διοίσουσιν ἑαυτῶν ὅσον νυνδὴ τὼ λεχθέντε διηνεγκάτην — `ᾗ` 是表示程度的关系副词。`ἑαυτῶν` 是与动词 `διοίσουσιν`(不同)连用的比较属格,指“彼此相异”。`τὼ λεχθέντε`(刚才所说的两者)和 `διηνεγκάτην` 均为双数(dual)形式,指代前文提到的两种医生/立法方式。
  4. 723eἀμεινόνων ἐξ ἀρχῆς δευτέρων ἐπαναπολήσωμεν — 反映了“第二次尝试(想法)更好”的谚语表达(δεύτεραι φροντίδες ἀμείνονες)。动词 `ἐπαναπολέω`(重新耕作、重复)支配属格 `ἀμεινόνων δευτέρων` 作为重复的对象。
  5. 724bἀναπεμπαζομένους τόν τε λέγοντα καὶ τοὺς ἀκούοντας — `ἀναπεμπαζομένους` 是现在中动分词复数阳性宾格,修饰并一致于 `τόν τε λέγοντα καὶ τοὺς ἀκούοντας`(讲述者与倾听者),后者作为不定式 `γίγνεσθαι` 的逻辑主语(宾格)。

引用这一段

柏拉图, 法律篇 §4.723-4.724. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:4.723-4.724

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。