Humanitext Reader

柏拉图 · 法律篇 §4.722

法律前言的意义与说服和强制的结合

第 53 段,共 186 段 · 希腊语

内容简介

梅吉洛虽身为拉科尼亚人却赞成包含说服的较长法律,雅典人进而阐明在立法中结合说服与强制的重要性,并指出迄今为止的讨论实际上都是法律本身的“前言”(Prooemium)。

§4.722ΜΕ. πρὸς μὲν τοῦ Λακωνικοῦ τρόπου, ὦ ξένε, τὸ τὰ βραχύτερα ἀεὶ προτιμᾶν·
梅吉洛:异乡人啊,总是偏爱更短的话语,这正符合拉科尼亚人的习惯。
τούτων μὴν τῶν γραμμάτων εἴ τις κριτὴν ἐμὲ κελεύοι γίγνεσθαι πότερα βουλοίμην ἂν ἐν τῇ πόλει μοι γεγραμμένα τεθῆναι, τὰ μακρότερʼ ἂν ἑλοίμην, καὶ δὴ καὶ περὶ παντὸς νόμου κατὰ τοῦτο τὸ παράδειγμα, εἰ γίγνοιτο ἑκάτερα, ταὐτὸν τοῦτʼ ἂν αἱροίμην.
然而,如果要我做这些条文的裁判,决定我更希望在我的城邦中将哪一种记录并制定下来,我会选择更长的那种,事实上,对于根据这一范例制定的每一条法律,如果两者都可行,我都会做出同样的选择。
οὐ μὴν ἀλλά που καὶ Κλεινίᾳ τῷδʼ ἀρέσκειν δεῖ τὰ νῦν νομοθετούμενα· τούτου γὰρ ἡ πόλις ἡ νῦν τοῖς τοιούτοις νόμοις χρῆσθαι διανοουμένη.
尽管如此,现在所制定的法律也必须让这边的克莱尼亚满意;因为现在打算使用此类法律的正是他的城邦。
ΚΛ. καλῶς γʼ, ὦ Μέγιλλε, εἶπες.
克莱尼亚:梅吉洛啊,你说的太好了。
ΑΘ. τὸ μὲν οὖν περὶ πολλῶν ἢ ὀλίγων γραμμάτων ποιήσασθαι τὸν λόγον λίαν εὔηθες—τὰ γὰρ οἶμαι βέλτιστα, ἀλλʼ οὐ τὰ βραχύτατα οὐδὲ τὰ μήκη τιμητέον—τὰ δʼ ἐν τοῖς νυνδὴ νόμοις ῥηθεῖσιν οὐ διπλῷ θάτερα τῶν ἑτέρων διάφορα μόνον εἰς ἀρετὴν τῆς χρείας, ἀλλʼ ὅπερ ἐρρήθη νυνδή, τὸ τῶν διττῶν ἰατρῶν γένος ὀρθότατα παρετέθη.
雅典人:因此,仅仅就字数的多少展开讨论是非常愚蠢的——因为我认为应该受到尊重的,是最优美完善的内容,而不是最简短的文字或篇幅的长短——而且在刚才所提到的那些法律中,两者不仅在实用的价值上存在着成倍的差异,而且正如刚才所说,那两种医生的类比非常正确地对比了出来。
πρὸς τοῦτο δὲ οὐδεὶς ἔοικε διανοηθῆναι πώποτε τῶν νομοθετῶν, ὡς ἐξὸν δυοῖν χρῆσθαι πρὸς τὰς νομοθεσίας, πειθοῖ καὶ βίᾳ, καθʼ ὅσον οἷόν τε ἐπὶ τὸν ἄπειρον παιδείας ὄχλον, τῷ ἑτέρῳ χρῶνται μόνον· οὐ γὰρ πειθοῖ κεραννύντες τὴν μάχην νομοθετοῦσιν, ἀλλʼ ἀκράτῳ μόνον τῇ βίᾳ.
但是,似乎从来没有哪个立法者想到过这一点:即尽管在立法中可以同时使用说服和强制这两种手段,在面对缺乏教养的大众时也应尽可能如此,但他们却只使用其中一种;因为他们立法时并非将说服融入强制,而是仅仅依靠纯粹的强制。
ἐγὼ δʼ, ὦ μακάριοι, καὶ τρίτον ἔτι περὶ τοὺς νόμους ὁρῶ γίγνεσθαι δέον, οὐδαμῇ τὰ νῦν γιγνόμενον.
然而,幸福的人们啊,我认为关于法律还有第三件应该做的事情,但这在目前任何地方都没有发生。
ΚΛ. τὸ ποῖον δὴ λέγεις;
克莱尼亚:你指的是哪一种呢?
ΑΘ. ἐξ αὐτῶν ὧν νυνδὴ διειλέγμεθα ἡμεῖς κατὰ θεόν τινα γεγονός.
雅典人:它正是来自我们刚才在某种神意引导下所讨论的内容。
σχεδὸν γὰρ ἐξ ὅσου περὶ τῶν νόμων ἤργμεθα λέγειν, ἐξ ἑωθινοῦ μεσημβρία τε γέγονε καὶ ἐν ταύτῃ παγκάλῃ ἀναπαύλῃ τινὶ γεγόναμεν, οὐδὲν ἀλλʼ ἢ περὶ νόμων διαλεγόμενοι, νόμους δὲ ἄρτι μοι δοκοῦμεν λέγειν ἄρχεσθαι, τὰ δʼ ἔμπροσθεν ἦν πάντα ἡμῖν προοίμια νόμων.
因为几乎自从我们早上开始讨论法律以来,现在已经到了中午,在这段极美的休息时间里,我们除了谈论法律之外什么也没做,但在我看来,我们现在才刚刚开始谈论法律本身,而之前的所有内容对我们而言都不过是法律的前言。
τί δὲ ταῦτʼ εἴρηκα;
那么我为什么说这些呢?
τόδε εἰπεῖν βουληθείς, ὅτι λόγων πάντων καὶ ὅσων φωνὴ κεκοινώνηκεν προοίμιά τέ ἐστιν καὶ σχεδὸν οἷόν τινες ἀνακινήσεις, ἔχουσαί τινα ἔντεχνον ἐπιχείρησιν χρήσιμον πρὸς τὸ μέλλον περαίνεσθαι.
我是想说明这一点:对于所有的言论,以及凡是声音参与其中的一切事物,都有其前言,而且可以说是一种前奏,包含着某种对将要完成的事情有用的技巧性引导。
καὶ δή που κιθαρῳδικῆς ᾠδῆς λεγομένων νόμων καὶ πάσης μούσης προοίμια θαυμαστῶς ἐσπουδασμένα πρόκειται·
确实,在被称为“诺莫斯”(旋律法/法律)的琴歌唱诵和所有的文艺中,都预先设有了精雕细琢的前奏。
τῶν δὲ ὄντως νόμων ὄντων, οὓς δὴ πολιτικοὺς εἶναί φαμεν, οὐδεὶς πώποτε οὔτʼ εἶπέ τι προοίμιον οὔτε συνθέτης γενόμενος ἐξήνεγκεν εἰς τὸ φῶς, ὡς οὐκ ὄντος φύσει.
但在被称为政治法律的那些真正的法律中,却从未有人说过任何前言,也没有任何编纂者将其公之于世,仿佛这种东西在自然本性上并不存在。
ἡμῖν δὲ ἡ νῦν διατριβὴ γεγονυῖα, ὡς ἐμοὶ δοκεῖ, σημαίνει ὡς ὄντος, οἵ τέ γε δὴ διπλοῖ ἔδοξαν νυνδή μοι λεχθέντες νόμοι οὐκ εἶναι ἁπλῶς οὕτω πως διπλοῖ, ἀλλὰ δύο μέν τινε, νόμος τε καὶ προοίμιον τοῦ νόμου·
然而我们现在的谈话在我的眼中表明,它是存在的。 刚才我们谈到的那些似乎是双重的法律,其实并非只是简单地双重,而是由两个不同的东西组成:法律本身以及法律的前言。

词汇与语法注释

  1. 722πρὸς μὲν τοῦ Λακωνικοῦ τρόπου — 介词 πρός 后接属格,表示“属于……的一方”或“是……的特征”。在这里,它意味着偏爱简短的话语符合拉科尼亚人的习惯与特征。
  2. 722bὡς ἐξὸν δυοῖν χρῆσθαι πρὸς τὰς νομοθετικές, πειθοῖ καὶ βίᾳ... τῷ ἑτέρῳ χρῶνται μόνον — 单词 ἐξόν 是无人称动词 ἔξεστι(被允许/可能)的现在分词中性单数宾格,在此作为宾格绝对独立结构(accusative absolute)发挥作用,带有让步语气(“尽管是可行的”)。连词 ὡς 引导间接陈述从句,修饰主句动词 ἔοικε διανοηθῆναι(似乎从未想到过),结构为“(立法者似乎从未想到)尽管可以使用……,他们却只使用其中一种”。
  3. 722dκιθαρῳδικῆς ᾠδῆς λεγομένων νόμων — 这是柏拉图特有的双关语和类比,利用了希腊语“诺莫斯(νόμος)”的双重含义(既指“法律”,又指琴歌等乐曲的“旋律法/曲调”)。此处旨在说明,正如乐曲有前奏(prooemia)一样,真正的法律(nomoi)也应该有前言。

引用这一段

柏拉图, 法律篇 §4.722. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:4.722

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。