§4.720ΑΘ. πότερον οὖν ἡμῖν ὁ τεταγμένος ἐπὶ τοῖς νόμοις μηδὲν τοιοῦτον προαγορεύῃ ἐν ἀρχῇ τῶν νόμων, ἀλλʼ εὐθὺς ὃ δεῖ ποιεῖν καὶ μὴ φράζῃ τε, καὶ ἐπαπειλήσας τὴν ζημίαν, ἐπʼ ἄλλον τρέπηται νόμον, παραμυθίας δὲ καὶ πειθοῦς τοῖς νομοθετουμένοις μηδὲ ἓν προσδιδῷ;
雅典人:那么,我们负责法律的人,在法律的开头难道不应该发表任何这样的前言,而是立即指出应该做什么和不应该做什么,并在威胁以刑罚之后,便转向另一条法律,而对那些被立法的人不给予任何安慰和说服吗?
καθάπερ ἰατρὸς δέ τις, ὁ μὲν οὕτως, ὁ δʼ ἐκείνως ἡμᾶς εἴωθεν ἑκάστοτε θεραπεύειν— ἀναμιμνῃσκώμεθα δὲ τὸν τρόπον ἑκάτερον, ἵνα τοῦ νομοθέτου δεώμεθα, καθάπερ ἰατροῦ δέοιντο ἂν παῖδες τὸν πρᾳότατον αὐτὸν θεραπεύειν τρόπον ἑαυτούς.
就像有些医生一样,一类医生习惯于这样治疗我们,而另一类则习惯于那样治疗我们——让我们回忆起这两种方式,以便我们能向立法者请求,正如孩子们会请求医生用最温和的方式治疗他们自己一样。
οἷον δὴ τί λέγομεν;
那我们具体指的是什么呢?
εἰσὶν πού τινες ἰατροί, φαμέν, καί τινες ὑπηρέται τῶν ἰατρῶν, ἰατροὺς δὲ καλοῦμεν δήπου καὶ τούτους.
我们说,想必有一些医生,也有一些医生的助手,当然我们也把后者称为医生。
ΚΛ. πάνυ μὲν οὖν.
克莱尼亚:完全如此。
ΑΘ. ἐάντε γε ἐλεύθεροι ὦσιν ἐάντε δοῦλοι, κατʼ ἐπίταξιν δὲ τῶν δεσποτῶν καὶ θεωρίαν καὶ κατʼ ἐμπειρίαν τὴν τέχνην κτῶνται, κατὰ φύσιν δὲ μή, καθάπερ οἱ ἐλεύθεροι αὐτοί τε μεμαθήκασιν οὕτω τούς τε αὑτῶν διδάσκουσι παῖδας.
雅典人:无论他们是自由人还是奴隶,他们都是通过主人的命令、观察和经验来获得技艺,而不是像自由人那样,自己通过理解自然原理来学习,并这样教授他们自己的孩子。
θείης ἂν ταῦτα δύο γένη τῶν καλουμένων ἰατρῶν;
你会把这两者列为被称为医生的两种人吗?
ΚΛ. πῶς γὰρ οὔ;
克莱尼亚:怎么能不呢?
ΑΘ. ἆρʼ οὖν καὶ συννοεῖς ὅτι, δούλων καὶ ἐλευθέρων ὄντων τῶν καμνόντων ἐν ταῖς πόλεσι, τοὺς μὲν δούλους σχεδόν τι οἱ δοῦλοι τὰ πολλὰ ἰατρεύουσιν περιτρέχοντες καὶ ἐν τοῖς ἰατρείοις περιμένοντες, καὶ οὔτε τινὰ λόγον ἑκάστου πέρι νοσήματος ἑκάστου τῶν οἰκετῶν οὐδεὶς τῶν τοιούτων ἰατρῶν δίδωσιν οὐδʼ ἀποδέχεται, προστάξας δʼ αὐτῷ τὰ δόξαντα ἐξ ἐμπειρίας, ὡς ἀκριβῶς εἰδώς, καθάπερ τύραννος αὐθαδῶς, οἴχεται ἀποπηδήσας πρὸς ἄλλον κάμνοντα οἰκέτην, καὶ ῥᾳστώνην οὕτω τῷ δεσπότῃ παρασκευάζει τῶν καμνόντων τῆς ἐπιμελείας·
雅典人:那么,你是否也意识到,由于在城邦中生病的人既有奴隶也有自由人,奴隶医生几乎总是奔波各处,或在诊所里等待,来治疗那些奴隶,而这些医生对每个家仆的每种疾病既不提供任何解释,也不听取任何解释。 相反,他只是凭经验下达他认为合适的指令,仿佛自己精确了解一般,像僭主一样专断,然后便跳起来跑向另一个生病的家仆。 这样,他就让主人在照料病人方面省了心。
ὁ δὲ ἐλεύθερος ὡς ἐπὶ τὸ πλεῖστον τὰ τῶν ἐλευθέρων νοσήματα θεραπεύει τε καὶ ἐπισκοπεῖ, καὶ ταῦτα ἐξετάζων ἀπʼ ἀρχῆς καὶ κατὰ φύσιν, τῷ κάμνοντι κοινούμενος αὐτῷ τε καὶ τοῖς φίλοις, ἅμα μὲν αὐτὸς μανθάνει τι παρὰ τῶν νοσούντων, ἅμα δὲ καὶ καθʼ ὅσον οἷός τέ ἐστιν, διδάσκει τὸν ἀσθενοῦντα αὐτόν, καὶ οὐ πρότερον ἐπέταξεν πρὶν ἄν πῃ συμπείσῃ, τότε δὲ μετὰ πειθοῦς ἡμερούμενον ἀεὶ παρασκευάζων τὸν κάμνοντα, εἰς τὴν ὑγίειαν ἄγων, ἀποτελεῖν πειρᾶται;
而自由人医生则主要是治疗和观察自由人的疾病,他从源头并根据自然原理来探究这些疾病,与病人自己及其朋友们商讨,这样他自己既从病人那里学到一些东西,同时也尽其所能地去教导病人本人,并且在通过某种方式说服病人之前绝不下达医嘱。 只有在那时,他才通过说服使病人保持温和,引领其走向健康,并努力以此完成治疗。
πότερον οὕτως ἢ ἐκείνως ἰατρός τε ἰώμενος ἀμείνων καὶ γυμναστὴς γυμνάζων·
是以这种方式治疗的医生更好,还是以那种方式治疗的医生更好?
διχῇ τὴν μίαν ἀποτελῶν δύναμιν, ἢ μοναχῇ καὶ κατὰ τὸ χεῖρον τοῖν δυοῖν καὶ ἀγριώτερον ἀπεργαζόμενος;
或者是体育教师以这种还是那种方式训练——是将同一种能力通过双重方式来施展,还是只通过单一的、且在两者中更糟、更粗暴的方式来行使?
ΚΛ. πολύ που διαφέρον, ὦ ξένε, τὸ διπλῇ.
克莱尼亚:异乡人啊,双重的方式显然要好得多。
ΑΘ. βούλει δὴ καὶ θεασώμεθα τὸ διπλοῦν τοῦτο καὶ ἁπλοῦν ἐν ταῖς νομοθεσίαις αὐταῖς γιγνόμενον;
雅典人:那么,你是否愿意我们也观察一下在立法活动中出现的这种双重和单一的方式?
ΚΛ. πῶς γὰρ οὐ βούλομαι;
克莱尼亚:我怎么会不愿意呢?
§4.721ΑΘ. φέρε δὴ πρὸς θεῶν, τίνʼ ἄρα πρῶτον νόμον θεῖτʼ ἂν ὁ νομοθέτης;
雅典人:那么,凭着神明的名义,立法者究竟会首先制定哪一条法律呢?
ἆρʼ οὐ κατὰ φύσιν τὴν περὶ γενέσεως ἀρχὴν πρώτην πόλεων πέρι κατακοσμήσει ταῖς τάξεσιν;
他难道不应该根据自然规律,在关于城邦的事务中,首先用规章来安排关于繁衍的起点吗?
ΚΛ. τί μήν;
克莱尼亚:当然是这样。
ΑΘ. ἀρχὴ δʼ ἐστὶ τῶν γενέσεων πάσαις πόλεσιν ἆρʼ οὐχ ἡ τῶν γάμων σύμμειξις καὶ κοινωνία;
雅典人:那么对所有城邦而言,繁衍的起点难道不就是婚姻的结合与共同生活吗?
ΚΛ. πῶς γὰρ οὔ;
克莱尼亚:可不是嘛,怎么会不呢?
ΑΘ. γαμικοὶ δὴ νόμοι πρῶτοι κινδυνεύουσιν τιθέμενοι καλῶς ἂν τίθεσθαι πρὸς ὀρθότητα πάσῃ πόλει.
雅典人:因此,首先制定的婚姻法,如果制定得好,对每个城邦的正确性而言都将是极好的。
ΚΛ. παντάπασι μὲν οὖν.
克莱尼亚:完全如此。
ΑΘ. λέγωμεν δὴ πρῶτον τὸν ἁπλοῦν, ἔχοι δʼ ἄν πως ἴσως ὧδε— γαμεῖν δέ, ἐπειδὰν ἐτῶν ᾖ τις τριάκοντα, μέχρι ἐτῶν πέντε καὶ τριάκοντα, εἰ δὲ μή, ζημιοῦσθαι χρήμασίν τε καὶ ἀτιμίᾳ, χρήμασι μὲν τόσοις καὶ τόσοις, τῇ καὶ τῇ δὲ ἀτιμίᾳ.
雅典人:那么我们先来说单一的那种法律,它大概是这样的: “男子在三十岁至三十五岁之间应当结婚;否则,应处以罚金和剥夺公民权,即处以若干罚金及某某剥夺公民权。
ὁ μὲν ἁπλοῦς ἔστω τις τοιοῦτος περὶ γάμων, ὁ δὲ διπλοῦς ὅδε—γαμεῖν δέ, ἐπειδὰν ἐτῶν ᾖ τις τριάκοντα, μέχρι τῶν πέντε καὶ τριάκοντα, διανοηθέντα ὡς ἔστιν ᾗ τὸ ἀνθρώπινον γένος φύσει τινὶ μετείληφεν ἀθανασίας, οὗ καὶ πέφυκεν ἐπιθυμίαν ἴσχειν πᾶς πᾶσαν· τὸ γὰρ γενέσθαι κλεινὸν καὶ μὴ ἀνώνυμον κεῖσθαι τετελευτηκότα τοῦ τοιούτου ἐστὶν ἐπιθυμία.
”关于婚姻的单一法律大致如此。 而双重的法律则是: “男子在三十岁至三十五岁之间应当结婚,同时应当想到,人类在某种意义上因某种天性而分享了不死,而对此每个人自然都会产生完全的渴望;因为在死后成为显赫的人,而不是无名地躺着,正是这种不死性之渴望。
γένος οὖν ἀνθρώπων ἐστίν τι συμφυὲς τοῦ παντὸς χρόνου, ὃ διὰ τέλους αὐτῷ συνέπεται καὶ συνέψεται, τούτῳ τῷ τρόπῳ ἀθάνατον ὄν, τῷ παῖδας παίδων καταλειπόμενον, ταὐτὸν καὶ ἓν ὂν ἀεί, γενέσει τῆς ἀθανασίας μετειληφέναι·
因此,人类是与全部时间共生的一种存在,它伴随并将在未来伴随时间的终结,它以此种方式成为不死:即通过留下子子孙孙,始终保持同一和一体,从而通过繁衍来分享不死。
τούτου δὴ ἀποστερεῖν ἑκόντα ἑαυτὸν οὐδέποτε ὅσιον, ἐκ προνοίας δὲ ἀποστερεῖ ὃς ἂν παίδων καὶ γυναικὸς ἀμελῇ.
因此,故意让自己剥夺这一点在任何时候都是不虔敬的,而凡是忽视妻子和儿女的人,便是故意在剥夺这一点。
πειθόμενος μὲν οὖν τῷ νόμῳ ἀζήμιος ἀπαλλάττοιτο ἄν, μὴ πειθόμενος δὲ αὖ, μηδὲ γαμῶν ἔτη τριάκοντα γεγονὼς καὶ πέντε, ζημιούσθω μὲν κατʼ ἐνιαυτὸν τόσῳ καὶ τόσῳ, ἵνα μὴ δοκῇ τὴν μοναυλίαν οἱ κέρδος καὶ ῥᾳστώνην φέρειν, καὶ μὴ μετεχέτω δὲ τιμῶν ὧν ἂν οἱ νεώτεροι ἐν τῇ πόλει τοὺς πρεσβυτέρους αὑτῶν τιμῶσιν ἑκάστοτε.
顺从法律的人将免受惩罚而离去,但如果不顺从,在三十五岁时仍不结婚,则每年应处以若干罚金,以免他认为独身生活给他带来了利益和轻松,并且他不得分享城邦中年轻人在任何时候向长辈所表达的敬意。
τοῦτον δὴ παρʼ ἐκεῖνον τὸν νόμον ἀκούσαντα ἔξεστιν περὶ ἑνὸς ἑκάστου διανοηθῆναι, πότερον αὐτοὺς διπλοῦς οὕτω δεῖ γίγνεσθαι τῷ μήκει τὸ σμικρότατον, διὰ τὸ πείθειν τε ἅμα καὶ ἀπειλεῖν, ἢ τῷ ἀπειλεῖν μόνον χρωμένους ἁπλοῦς γίγνεσθαι τοῖς μήκεσιν.
”在听了这条法律与那条法律之后,我们可以就每个具体的事务进行思考:法律究竟应该像这样在长度上至少成为双重的(因为同时具有说服和威胁),还是通过仅使用威胁而在长度上成为单一的。