§4.718ΑΘ.
τῷ δὲ μὴ παραλείπειν μνήμην ἐνδελεχῆ παρεχόμενον, τούτῳ μάλιστʼ ἀεὶ πρεσβεύειν, δαπάνης τε τῆς διδομένης ὑπὸ τύχης τὸ μέτριον τοῖς κεκμηκόσιν νέμοντα.
雅典人:通过不间断地为[逝者]提供持久的纪念,应当始终给予其最高的尊崇,并将命运所赐予的适度开支分配给那些已安息者。
ταῦτʼ ἂν ποιοῦντες καὶ κατὰ ταῦτα ζῶντες ἑκάστοτε ἕκαστοι τὴν ἀξίαν ἂν παρὰ θεῶν καὶ ὅσοι κρείττονες ἡμῶν κομιζοίμεθα, ἐν ἐλπίσιν ἀγαθαῖς διάγοντες τὸ πλεῖστον τοῦ βίου.
如果每个人都这样做,并始终依照这些原则生活,我们就会从神明以及所有比我们高等的存在那里获得应得的回报,在美好的希望中度过我们生命的大部分时间。
ἃ δὲ πρὸς ἐκγόνους καὶ συγγενεῖς καὶ φίλους καὶ πολίτας, ὅσα τε ξενικὰ πρὸς θεῶν θεραπεύματα καὶ ὁμιλίας συμπάντων τούτων ἀποτελοῦντα τὸν αὑτοῦ βίον φαιδρυνάμενον κατὰ νόμον κοσμεῖν δεῖ, τῶν νόμων αὐτῶν ἡ διέξοδος, τὰ μὲν πείθουσα, τὰ δὲ μὴ ὑπείκοντα πειθοῖ τῶν ἠθῶν βίᾳ καὶ δίκῃ κολάζουσα, τὴν πόλιν ἡμῖν συμβουληθέντων θεῶν μακαρίαν τε καὶ εὐδαίμονα ἀποτελεῖ·
另一方面,关于对子孙、亲族、朋友和公民的义务,以及因神明之名而对异邦人进行的款待和交往——所有这些,人们都必须履行,以使自己的生活充满光彩并依法进行整饰——法律本身的详细阐述,将通过说服一部分人,并用力量和正义惩罚那些不服从说服的习性,在神明的指引下,使我们的城邦变得美满而幸福。
ἃ δὲ χρὴ μὲν αὖ καὶ ἀναγκαῖον εἰπεῖν νομοθέτην ὅστις ἅπερ ἐγὼ διανοεῖται, ἐν δὲ σχήματι νόμου ἀναρμοστεῖ λεγόμενα, τούτων πέρι δοκεῖ μοι δεῖγμα προενεγκόντα αὑτῷ τε καὶ ἐκείνοις οἷς νομοθετήσει, τὰ λοιπὰ πάντα εἰς δύναμιν διεξελθόντα, τὸ μετὰ τοῦτο ἄρχεσθαι τῆς θέσεως τῶν νόμων.
但另一方面,对于那些凡是与我具有相同想法的立法者都必须且有必要说明,但若以法律的形式说出来却显得不合宜的事物,在我看来,在向自己以及他将为其立法的人展示了一个范例,并尽其所能地阐明了其余所有内容之后,再在此之后开始制定法律。
ἔστιν δὲ δὴ τὰ τοιαῦτα ἐν τίνι μάλιστα σχήματι κείμενα;
那么,这些事物究竟主要以何种形式存在呢?
οὐ πάνυ ῥᾴδιον ἐν ἑνὶ περιλαβόντα εἰπεῖν αὐτὰ οἷόν τινι τύπῳ, ἀλλʼ οὑτωσί τινα τρόπον λάβωμεν, ἄν τι δυνώμεθα περὶ αὐτῶν βεβαιώσασθαι.
要想把它们概括在一个单一的、好似某种范式之中来叙述,绝非易事;但如果我们能够对它们确立一些明确的结论,不妨用以下这种方式来把握。
ΚΛ. λέγε τὸ ποῖον.
克莱尼亚:请说说那是哪种方式。
ΑΘ. βουλοίμην ἂν αὐτοὺς ὡς εὐπειθεστάτους πρὸς ἀρετὴν εἶναι, καὶ δῆλον ὅτι πειράσεται τοῦτο ὁ νομοθέτης ἐν ἁπάσῃ ποιεῖν τῇ νομοθεσίᾳ.
雅典人:我希望他们对德性尽可能地顺从,而显而易见,立法者将在其所有的立法活动中努力做到这一点。
ΚΛ. πῶς γὰρ οὔ;
克莱尼亚:可不是嘛,怎么会不呢?
ΑΘ. τὰ τοίνυν δὴ λεχθέντα ἔδοξέν τί μοι προὔργου δρᾶν εἰς τὸ περὶ ὧν ἂν παραινῇ, μὴ παντάπασιν ὠμῆς ψυχῆς λαβόμενα, ἡμερώτερόν τε ἂν ἀκούειν καὶ εὐμενέστερον·
雅典人:那么,刚才所说的话在我看来确实起到了某种有益的作用,使得人们在听到立法者所规劝的事情时,不是以一种完全粗鄙的灵魂状态来接受,而是能以更温和、更有好感的心态来倾听;因此,即便效果不是很大,哪怕只有一点点,只要能让听者对所说的话变得更有好感、更易于接受,那便是非常值得欣慰的。
ὥστε εἰ καὶ μὴ μέγα τι, σμικρὸν δέ, τὸν ἀκούοντα ὅπερ φησὶν εὐμενέστερον γιγνόμενον εὐμαθέστερον ἀπεργάσεται, πᾶν ἀγαπητόν.
因为那些渴望尽可能好、尽可能快地变得至善的人,并不是非常轻易且大量存在的。
οὐ γὰρ πολλή τις εὐπέτεια οὐδὲ ἀφθονία τῶν προθυμουμένων ὡς ἀρίστων ὅτι μάλιστα καὶ ὡς τάχιστα γίγνεσθαι, τὸν δὲ Ἡσίοδον οἱ πολλοὶ σοφὸν ἀποφαίνουσι λέγοντα ὡς
"ἡ μὲν ἐπὶ τὴν κακότητα ὁδὸς λεία καὶ ἀνιδιτὶ παρέχει πορεύεσθαι, μάλα βραχεῖα οὖσα, τῆς δὲ ἀρετῆς,"
φησίν,
"
ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν
ἀθάνατοι, μακρὸς δὲ καὶ ὄρθιος οἶμος ἐς αὐτήν,
καὶ τρηχὺς τὸ πρῶτον·
许多人都称赞赫西俄德是智者,因为他说: “通往邪恶之路平坦,无需流汗便可行进,且极为短暂;然而在美德面前,” 他说, “不死的神明们安置了汗水。
ἐπὴν δʼ εἰς ἄκρον ἵκηαι,
ῥηιδίη δὴ ʼπειτα φέρειν, χαλεπή περ ἐοῦσα.
通往它的道路漫长而陡峭,起初坎坷不平;但当你到达顶峰时,它便从此变得容易行进,尽管它曾经是艰难的。
" §4.719ΚΛ. καὶ καλῶς γʼ ἔοικεν λέγοντι.
” 克莱尼亚:而且他确实说得很美。
ΑΘ. πάνυ μὲν οὖν.
雅典人:完全如此。
ὁ δὲ προάγων λόγος ὅ γέ μοι ἀπείργασται, βούλομαι ὑμῖν εἰς τὸ μέσον αὐτὸ θεῖναι.
那么,对于我之前已经阐明的那部分论证,我想把它呈现在你们面前。
ΚΛ. τίθει δή.
克莱尼亚:那就请呈出来吧。
ΑΘ. λέγωμεν δὴ τῷ νομοθέτῃ διαλεγόμενοι τόδε· εἰπὲ ἡμῖν, ὦ νομοθέτα·
雅典人:那么,让我们在与立法者交谈时这样说: “请告诉我们,立法者啊!
εἴπερ ὅτι χρὴ πράττειν ἡμᾶς καὶ λέγειν εἰδείης, ἆρα οὐ δῆλον ὅτι καὶ ἂν εἴποις;
如果你确实知道我们应该做什么和说什么,难道你不会也告诉我们吗? 这难道不是显然的吗?
ΚΛ. ἀναγκαῖον.
” 克莱尼亚:必然如此。
ΑΘ.
σμικρῷ μὲν δὴ πρόσθεν ἆρα οὐκ ἠκούσαμέν σου λέγοντος ὡς τὸν νομοθέτην οὐ δεῖ τοῖς ποιηταῖς ἐπιτρέπειν ποιεῖν ὃ ἂν αὐτοῖς ᾖ φίλον; οὐ γὰρ ἂν εἰδεῖεν τί ποτʼ ἐναντίον τοῖς νόμοις ἂν λέγοντες βλάπτοιεν τὴν πόλιν.
雅典人:就在不久前,我们难道没有听到你说过这样的话吗:“立法者不应该允许诗人创作任何取悦他们自己的东西,因为他们可能不知道自己说了什么与法律相抵触的话,从而危害城邦。
ΚΛ. ἀληθῆ μέντοι λέγεις.
” 克莱尼亚:你说的确实是真话。
ΑΘ. ὑπὲρ δὴ τῶν ποιητῶν εἰ τάδε λέγοιμεν πρὸς αὐτόν, ἆρʼ ἂν τὰ λεχθέντα εἴη μέτρια;
雅典人:那么,如果我们替诗人对他说以下这些话,这些话可以说是通情达理的吗?
ΚΛ. ποῖα;
克莱尼亚:是什么话?
ΑΘ. τάδε· παλαιὸς μῦθος, ὦ νομοθέτα, ὑπό τε αὐτῶν ἡμῶν ἀεὶ λεγόμενός ἐστιν καὶ τοῖς ἄλλοις πᾶσιν συνδεδογμένος, ὅτι ποιητής, ὁπόταν ἐν τῷ τρίποδι τῆς Μούσης καθίζηται, τότε οὐκ ἔμφρων ἐστίν, οἷον δὲ κρήνη τις τὸ ἐπιὸν ῥεῖν ἑτοίμως ἐᾷ, καὶ τῆς τέχνης οὔσης μιμήσεως ἀναγκάζεται, ἐναντίως ἀλλήλοις ἀνθρώπους ποιῶν διατιθεμένους, ἐναντία λέγειν αὑτῷ πολλάκις, οἶδεν δὲ οὔτʼ εἰ ταῦτα οὔτʼ εἰ θάτερα ἀληθῆ τῶν λεγομένων.
雅典人:如下这些: “立法者啊,有一个我们自己一直在讲、也被其他所有人公认的古老神话,那就是:诗人每当坐上缪斯的鼎座时,便不再神志清醒,而是像一口泉眼一样,任由涌入的水流自如地流淌出来;由于他的技艺是模仿,所以在塑造彼此处于对立状态的人时,他被迫经常自相矛盾,而他自己既不知道这些话还是那些话是真实的。
τῷ δὲ νομοθέτῃ τοῦτο οὐκ ἔστι ποιεῖν ἐν τῷ νόμῳ, δύο περὶ ἑνός, ἀλλὰ ἕνα περὶ ἑνὸς ἀεὶ δεῖ λόγον ἀποφαίνεσθαι.
但是,立法者决不能在法律中这样做——即对同一件事给出两种说法——而是必须始终对一件事明确宣告一种说法。
σκέψαι δʼ ἐξ αὐτῶν τῶν ὑπὸ σοῦ νυνδὴ λεχθέντων.
请从你自己刚才所说的事情中思考一下。
οὔσης γὰρ ταφῆς τῆς μὲν ὑπερβεβλημένης, τῆς δὲ ἐλλειπούσης, τῆς δὲ μετρίας, τὴν μίαν ἑλόμενος σύ, τὴν μέσην, ταύτην προστάττεις καὶ ἐπῄνεσας ἁπλῶς·
因为虽然存在过度、不足和适度的葬礼,你只选择了其中一种——即适度的那种——并直接规定和赞美了它。
ἐγὼ δέ, εἰ μὲν γυνή μοι διαφέρουσα εἴη πλούτῳ καὶ θάπτειν αὑτὴν διακελεύοιτο ἐν τῷ ποιήματι, τὸν ὑπερβάλλοντα ἂν τάφον ἐπαινοίην, φειδωλὸς δʼ αὖ τις καὶ πένης ἀνὴρ τὸν καταδεᾶ, μέτρον δὲ οὐσίας κεκτημένος καὶ μέτριος αὐτὸς ὢν τὸν αὐτὸν ἂν ἐπαινέσαι.
但我如果面对一个在财富上极为突出的女性,而她在诗中要求为自己举行葬礼,我就会赞美那种奢华过度的坟墓;如果是一个吝啬而贫穷的人,我就会赞美那种极其简陋的;如果是一个拥有适度财产且自身也温和适度的人,他才会赞美与你所赞美的相同的那一种。
σοὶ δὲ οὐχ οὕτω ῥητέον ὡς νῦν εἶπες μέτριον εἰπών, ἀλλὰ τί τὸ μέτριον καὶ ὁπόσον ῥητέον, ἢ τὸν τοιοῦτον λόγον μήπω σοι διανοοῦ γίγνεσθαι νόμον
.
但你不能像刚才那样仅用‘适度’这个词,而必须说明什么是适度、其规模几何;否则,请不要指望让这样的言论成为法律。
ΚΛ. ἀληθέστατα λέγεις.
” 克莱尼亚:你说的千真万确。