§4.716ΑΘ.
ἄνδρες
τοίνυν φῶμεν πρὸς αὐτούς,
ὁ μὲν δὴ θεός, ὥσπερ καὶ ὁ παλαιὸς λόγος, ἀρχήν τε καὶ τελευτὴν καὶ μέσα τῶν ὄντων ἁπάντων ἔχων, εὐθείᾳ περαίνει κατὰ φύσιν περιπορευόμενος·
雅典人:那么,让我们对他们说:“人们啊,神确实正如古老的传说所说,保持着一切存在物的起点、终点和中间,并在周行中按照自然直行。
τῷ δὲ ἀεὶ συνέπεται δίκη τῶν ἀπολειπομένων τοῦ θείου νόμου τιμωρός, ἧς ὁ μὲν εὐδαιμονήσειν μέλλων ἐχόμενος συνέπεται ταπεινὸς καὶ κεκοσμημένος, ὁ δέ τις ἐξαρθεὶς ὑπὸ μεγαλαυχίας, ἢ χρήμασιν ἐπαιρόμενος ἢ τιμαῖς, ἢ καὶ σώματος εὐμορφίᾳ ἅμα νεότητι καὶ ἀνοίᾳ φλέγεται τὴν ψυχὴν μεθʼ ὕβρεως, ὡς οὔτε ἄρχοντος οὔτε τινὸς ἡγεμόνος δεόμενος, ἀλλὰ καὶ ἄλλοις ἱκανὸς ὢν ἡγεῖσθαι, καταλείπεται ἔρημος θεοῦ, καταλειφθεὶς δὲ καὶ ἔτι ἄλλους τοιούτους προσλαβὼν σκιρτᾷ ταράττων πάντα ἅμα, καὶ πολλοῖς τισιν ἔδοξεν εἶναί τις, μετὰ δὲ χρόνον οὐ πολὺν ὑποσχὼν τιμωρίαν οὐ μεμπτὴν τῇ δίκῃ ἑαυτόν τε καὶ οἶκον καὶ πόλιν ἄρδην ἀνάστατον ἐποίησεν.
随他之后,始终有正义相随,她是神圣法律违背者的惩罚者;凡是将要获得幸福的人,都紧随其后,保持谦卑和规矩。 但是,某个人如果因狂妄而飘飘然,或因财富、荣誉,或是身体的俊美、年轻与愚蠢而得意忘形,其灵魂便因傲慢而燃烧,仿佛既不需要统治者,也不需要任何引导者,反而认为自己足以引导他人,于是他被神遗弃而孤独一人。 而在被遗弃并拉拢了其他此类人之后,他四处跳跃,把一切都搅得混乱不堪,在许多人看来他似乎是个大人物;但没过多久,他向正义付出了不容小觑的代价,将自己、家庭和城邦彻底毁灭。
πρὸς ταῦτʼ οὖν οὕτω διατεταγμένα τί χρὴ δρᾶν ἢ διανοεῖσθαι καὶ τί μὴ τὸν ἔμφρονα;
那么,面对这些如此安排好的事情,聪明的人应当做什么或怎么想,又不应当做什么呢?
ΚΛ. δῆλον δὴ τοῦτό γε· ὡς τῶν συνακολουθησόντων ἐσόμενον τῷ θεῷ δεῖ διανοηθῆναι πάντα ἄνδρα.
” 克莱尼亚:这当然很明显:每一个人都应当下定决心,成为那跟随神的人中的一员。
ΑΘ.
τίς οὖν δὴ πρᾶξις φίλη καὶ ἀκόλουθος θεῷ;
雅典人:那么,什么样的行为才可以说是神所喜爱且追随神的呢?
μία, καὶ ἕνα λόγον ἔχουσα ἀρχαῖον, ὅτι τῷ μὲν ὁμοίῳ τὸ ὅμοιον ὄντι μετρίῳ φίλον ἂν εἴη, τὰ δʼ ἄμετρα οὔτε ἀλλήλοις οὔτε τοῖς ἐμμέτροις.
只有一种,且包含着一个古老的论点:即相似者在适度时对相似者是有友爱的,而无度的事物无论对彼此还是对有度的事物都不是友好的。
ὁ δὴ θεὸς ἡμῖν πάντων χρημάτων μέτρον ἂν εἴη μάλιστα, καὶ πολὺ μᾶλλον ἤ πού τις, ὥς φασιν, ἄνθρωπος·
神对我们而言,在最高程度上是一切事物的尺度,这远比某些人所说的“人”更是如此。
τὸν οὖν τῷ τοιούτῳ προσφιλῆ γενησόμενον, εἰς δύναμιν ὅτι μάλιστα καὶ αὐτὸν τοιοῦτον ἀναγκαῖον γίγνεσθαι, καὶ κατὰ τοῦτον δὴ τὸν λόγον ὁ μὲν σώφρων ἡμῶν θεῷ φίλος, ὅμοιος γάρ, ὁ δὲ μὴ σώφρων ἀνόμοιός τε καὶ διάφορος καὶ ὁ ἄδικος, καὶ τὰ ἄλλʼ οὕτως κατὰ τὸν αὐτὸν λόγον ἔχει.
因此,凡是要成为这样一位神的爱友的人,就必须竭尽全力使自己也成为这样的人;并且根据这一论点,我们之中节制的人是神的爱友,因为他像神,而不知节制的人则与神不同且相反,不义的人也是如此,其他事物依此类推。
νοήσωμεν δὴ τούτοις ἑπόμενον εἶναι τὸν τοιόνδε λόγον, ἁπάντων κάλλιστον καὶ ἀληθέστατον οἶμαι λόγων, ὡς τῷ μὲν ἀγαθῷ θύειν καὶ προσομιλεῖν ἀεὶ τοῖς θεοῖς εὐχαῖς καὶ ἀναθήμασιν καὶ συμπάσῃ θεραπείᾳ θεῶν κάλλιστον καὶ ἄριστον καὶ ἀνυσιμώτατον πρὸς τὸν εὐδαίμονα βίον καὶ δὴ καὶ διαφερόντως πρέπον, τῷ δὲ κακῷ τούτων τἀναντία πέφυκεν.
那么,让我们认为接下来的论点是与这些相承的,我认为这是所有论点中最美丽、最真实的:对于善人而言,通过祈祷、献祭和一切侍奉神明的方式,始终向神明献祭并与之交往,是最美丽、最善、且对获得幸福的生活最有效的,而且也是格外的合宜;而对于恶人而言,其天性则与此相反。
§4.717ΑΘ.
ἀκάθαρτος γὰρ τὴν ψυχὴν ὅ γε κακός, καθαρὸς δὲ ὁ ἐναντίος, παρὰ δὲ μιαροῦ δῶρα οὔτε ἄνδρʼ ἀγαθὸν οὔτε θεὸν ἔστιν ποτὲ τό γε ὀρθὸν δέχεσθαι·
雅典人:因为恶人在灵魂上是不洁的,而相反的人则是纯洁的。 从一个污秽的人那里接受礼物,无论是对善人还是对神明,都是绝不合乎正道的。
μάτην οὖν περὶ θεοὺς ὁ πολύς ἐστι πόνος τοῖς ἀνοσίοις, τοῖσιν δὲ ὁσίοις ἐγκαιρότατος ἅπασιν.
因此,不敬神者在神明身上的诸多劳苦都是徒劳的,而对敬神者来说,则是最合时宜的。
σκοπὸς μὲν οὖν ἡμῖν οὗτος οὗ δεῖ στοχάζεσθαι· βέλη δὲ αὐτοῦ καὶ οἷον ἡ τοῖς βέλεσιν ἔφεσις τὰ ποῖʼ ἂν λεγόμενα ὀρθότατα φέροιτʼ ἄν;
那么,这就是我们必须瞄准的靶子;但它的箭,以及可以说放箭的方式,通过怎样的言辞最能被正确地引向目标呢?
πρῶτον μέν, φαμέν, τιμὰς τὰς μετʼ Ὀλυμπίους τε καὶ τοὺς τὴν πόλιν ἔχοντας θεοὺς τοῖς χθονίοις ἄν τις θεοῖς ἄρτια καὶ δεύτερα καὶ ἀριστερὰ νέμων ὀρθότατα τοῦ τῆς εὐσεβείας σκοποῦ τυγχάνοι, τὰ δὲ τούτων ἄνωθεν καὶ ἀντίφωνα, τοῖς ἔμπροσθεν ῥηθεῖσιν νυνδή.
我们说,首先,如果有人在奥林匹斯神和守城神之后,将双数的、第二位的、左侧的敬意分配给地府的神明,他就会最正确地射中虔敬的靶子;而将那些上方的、与其性质相反的敬意,分配给刚才所说的高位神明。
μετὰ θεοὺς δὲ τούσδε καὶ τοῖς δαίμοσιν ὅ γε ἔμφρων ὀργιάζοιτʼ ἄν, ἥρωσιν δὲ μετὰ τούτους.
在这些神明之后,明智的人应当为神灵(戴蒙)举行祭祀,在他们之后则是英雄。
ἐπακολουθοῖ δʼ αὐτοῖς ἱδρύματα ἴδια πατρῴων θεῶν κατὰ νόμον ὀργιαζόμενα, γονέων δὲ μετὰ ταῦτα τιμαὶ ζώντων·
接着应当跟随的是,按照法律为祖先的神明举行私家祭祀,而在这些之后,则是对在世父母的敬意。
ὡς θέμις ὀφείλοντα ἀποτίνειν τὰ πρῶτά τε καὶ μέγιστα ὀφειλήματα, χρεῶν πάντων πρεσβύτατα, νομίζειν δέ, ἃ κέκτηται καὶ ἔχει, πάντα εἶναι τῶν γεννησάντων καὶ θρεψαμένων πρὸς τὸ παρέχειν αὐτὰ εἰς ὑπηρεσίαν ἐκείνοις κατὰ δύναμιν πᾶσαν, ἀρχόμενον ἀπὸ τῆς οὐσίας, δεύτερα τὰ τοῦ σώματος, τρίτα τὰ τῆς ψυχῆς, ἀποτίνοντα δανείσματα ἐπιμελείας τε καὶ ὑπερπονούντων ὠδῖνας παλαιὰς ἐπὶ νέοις δανεισθείσας, ἀποδιδόντα δὲ παλαιοῖς ἐν τῷ γήρᾳ σφόδρα κεχρημένοις.
因为按照常理,应当偿还第一位且最大的债务,即一切债务中最古老的一笔,并认为自己所拥有和保持的一切,都属于生养自己的父母,以便尽其所能提供这些东西来侍奉他们,从财产开始,第二是身体,第三是灵魂,以偿还父母在他们年轻时为养育他们所欠下的照顾之恩和分娩之痛的古老贷款,并将这些偿还给在年迈中极为需要帮助的年迈父母。
παρὰ δὲ πάντα τὸν βίον ἔχειν τε καὶ ἐσχηκέναι χρὴ πρὸς αὑτοῦ γονέας εὐφημίαν διαφερόντως, διότι κούφων καὶ πτηνῶν λόγων βαρυτάτη ζημία—πᾶσι γὰρ ἐπίσκοπος τοῖς περὶ τὰ τοιαῦτα ἐτάχθη Δίκης Νέμεσις ἄγγελος—θυμουμένοις τε οὖν ὑπείκειν δεῖ καὶ ἀποπιμπλᾶσι τὸν θυμόν, ἐάντʼ ἐν λόγοις ἐάντʼ ἐν ἔργοις δρῶσιν τὸ τοιοῦτον, συγγιγνώσκοντα, ὡς εἰκότως μάλιστα πατὴρ ὑεῖ δοξάζων ἀδικεῖσθαι θυμοῖτʼ ἂν διαφερόντως.
在整个人生中,他必须对父母保持、且已经保持了格外的言辞谨慎,因为对于轻率和飞逝的言词有着最沉重的惩罚——因为正义的使者涅墨西斯已被指派为所有此类事务的监察者。 因此,在他们发怒并宣泄愤怒时,必须顺从他们,无论他们是在言辞上还是在行动上这样做,都要宽容,因为当一个父亲认为自己受到儿子的不公正对待而格外愤怒时,这是最自然不过的。
τελευτησάντων δὲ γονέων ταφὴ μὲν ἡ σωφρονεστάτη καλλίστη, μήτε ὑπεραίροντα τῶν εἰθισμένων ὄγκων μήτʼ ἐλλείποντα ὧν οἱ προπάτορες τοὺς ἑαυτῶν γεννητὰς ἐτίθεσαν, τάς τε αὖ κατʼ ἐνιαυτὸν τῶν ἤδη τέλος ἐχόντων ὡσαύτως ἐπιμελείας τὰς κόσμον φερούσας ἀποδιδόναι·
在父母去世后,最节制的葬礼是最美丽的,既不超出习惯的规模,也不逊于祖先为他们自己的长辈所举行的葬礼;此外,还应当以同样的方式,为已经逝去的人们提供每年带给他们尊严的照料。