§4.714ΑΘ. λέγει δὴ καὶ νῦν οὗτος ὁ λόγος, ἀληθείᾳ χρώμενος, ὡς ὅσων ἂν πόλεων μὴ θεὸς ἀλλά τις ἄρχῃ θνητός, οὐκ ἔστιν κακῶν αὐτοῖς οὐδὲ πόνων ἀνάφυξις· ἀλλὰ μιμεῖσθαι δεῖν ἡμᾶς οἴεται πάσῃ μηχανῇ τὸν ἐπὶ τοῦ Κρόνου λεγόμενον βίον, καὶ ὅσον ἐν ἡμῖν ἀθανασίας ἔνεστι, τούτῳ πειθομένους δημοσίᾳ καὶ ἰδίᾳ τάς τʼ οἰκήσεις καὶ τὰς πόλεις διοικεῖν, τὴν τοῦ νοῦ διανομὴν ἐπονομάζοντας νόμον.
雅典人:那么如今,这个论点运用着真理,同样是在说:凡不是由神、而是由凡人统治的城邦,他们便无法逃脱灾难与劳苦;而是认为我们应该想方设法去效仿那传说的克罗诺斯时代的生命,并顺从我们体内所蕴含的不死(不朽)之物,在公共和私人事务中治理家政与城邦,将理性的分配命名为“法律”。
εἰ δʼ ἄνθρωπος εἷς ἢ ὀλιγαρχία τις, ἢ καὶ δημοκρατία ψυχὴν ἔχουσα ἡδονῶν καὶ ἐπιθυμιῶν ὀρεγομένην καὶ πληροῦσθαι τούτων δεομένην, στέγουσαν δὲ οὐδὲν ἀλλʼ ἀνηνύτῳ καὶ ἀπλήστῳ κακῷ νοσήματι συνεχομένην, ἄρξει δὴ πόλεως ἤ τινος ἰδιώτου καταπατήσας ὁ τοιοῦτος τοὺς νόμους, ὃ νυνδὴ ἐλέγομεν, οὐκ ἔστι σωτηρίας μηχανή.
但是,如果是一个人,或是某种寡头制,抑或是拥有着渴望快乐和欲望、并迫切要求满足于它们的灵魂,却什么也无法留住、而是被一种无休止且贪得无厌的恶疾所控制的民主制,这样的人如果践踏了法律来统治城邦或任何个人,正如我们刚才所说,那就没有救赎的办法了。
σκοπεῖν δὴ δεῖ τοῦτον τὸν λόγον ἡμᾶς, ὦ Κλεινία, πότερον αὐτῷ πεισόμεθα ἢ πῶς δράσομεν.
克莱尼亚,我们必须审视这个论点,我们是顺从它,还是该如何做。
ΚΛ. ἀνάγκη δήπου πείθεσθαι.
克莱尼亚:那当然必须顺从。
ΑΘ. ἐννοεῖς οὖν ὅτι νόμων εἴδη τινές φασιν εἶναι τοσαῦτα ὅσαπερ πολιτειῶν, πολιτειῶν δὲ ἄρτι διεληλύθαμεν ὅσα λέγουσιν οἱ πολλοί;
雅典人:那么,你是否想到,有人说法律的种类与政体的种类一样多,而关于政体,我们刚才已经讨论了普通人所说的那些种类?
μὴ δὴ φαύλου πέρι νομίσῃς εἶναι τὴν νῦν ἀμφισβήτησιν, περὶ δὲ τοῦ μεγίστου· τὸ γὰρ δίκαιον καὶ ἄδικον οἷ χρὴ βλέπειν, πάλιν ἡμῖν ἀμφισβητούμενον ἐλήλυθεν.
千万不要以为现在的争论是关于一件微不足道的事,而是关乎最重大的事;因为正义与非正义应当看向何处,这一争论又摆在了我们面前。
οὔτε γὰρ πρὸς τὸν πόλεμον οὔτε πρὸς ἀρετὴν ὅλην βλέπειν δεῖν φασι τοὺς νόμους, ἀλλʼ ἥτις ἂν καθεστηκυῖα ᾖ πολιτεία, ταύτῃ ἰδεῖν τὸ συμφέρον, ὅπως ἄρξει τε ἀεὶ καὶ μὴ καταλυθήσεται, καὶ τὸν φύσει ὅρον τοῦ δικαίου λέγεσθαι κάλλισθʼ οὕτω.
因为他们说,法律既不应当看向战争,也不应当看向整个德性,而是应当针对确立起来的任何政体,看清对其有利的事物,以便其能始终统治且不被推翻,并且认为自然的正义界限就是这样表述最为美妙。
ΚΛ. πῶς;
克莱尼亚:怎么说?
ΑΘ. ὅτι τὸ τοῦ κρείττονος συμφέρον ἐστίν.
雅典人:即正义是强者的利益。
ΚΛ. λέγʼ ἔτι σαφέστερον.
克莱尼亚:请说得更明白些。
ΑΘ. ὧδε.
雅典人:像这样。
τίθεται δήπου, φασίν, τοὺς νόμους ἐν τῇ πόλει ἑκάστοτε τὸ κρατοῦν. ἦ γάρ;
他们说,无疑在每个城邦中,每一次都是由掌权者来制定法律,难道不是吗?
ΚΛ. ἀληθῆ λέγεις.
克莱尼亚:你说得对。
ΑΘ. ἆρʼ οὖν οἴει, φασίν, ποτὲ δῆμον νικήσαντα, ἤ τινα πολιτείαν ἄλλην, ἢ καὶ τύραννον, θήσεσθαι ἑκόντα πρὸς ἄλλο τι πρῶτον νόμους ἢ τὸ συμφέρον ἑαυτῷ τῆς ἀρχῆς τοῦ μένειν;
雅典人:那么,他们说,难道你认为一个获胜的平民集团(民主派)、或任何其他政体、甚至是独裁者,会自愿为了除了自身统治得以维持的利益之外的其他首要目标来制定法律吗?
ΚΛ. πῶς γὰρ ἄν;
克莱尼亚:怎么可能呢?
ΑΘ. οὐκοῦν καὶ ὃς ἂν ταῦτα τὰ τεθέντα παραβαίνῃ, κολάσει ὁ θέμενος ὡς ἀδικοῦντα, δίκαια εἶναι ταῦτʼ ἐπονομάζων;
雅典人:因此,凡是违犯这些既定法律的人,制定法律者就会将其作为行事不正义者予以惩罚,并称这些(法律规定)是正义的,不是吗?
ΚΛ. ἔοικε γοῦν.
克莱尼亚:至少看起来是这样。
ΑΘ. ταῦτʼ ἄρʼ ἀεὶ καὶ οὕτω καὶ ταύτῃ τὸ δίκαιον ἂν ἔχοι.
雅典人:那么,正义就将始终以这种方式、在这个方向上存在。
ΚΛ. φησὶ γοῦν οὗτος ὁ λόγος.
克莱尼亚:至少这个论点是这么说的。
ΑΘ. ἔστι γὰρ τοῦτο ἓν ἐκείνων τῶν ἀξιωμάτων ἀρχῆς πέρι.
雅典人:因为这是关于统治的那些原则之一。
ΚΛ. ποίων δή;
克莱尼亚:究竟是哪些?
§4.715ΑΘ. τῶν ἃ τότε ἐπεσκοποῦμεν, τίνας τίνων ἄρχειν δεῖ.
雅典人:就是我们当时审视过的,谁应当统治谁的那些原则。
καὶ ἐφάνη δὴ γονέας μὲν ἐκγόνων, νεωτέρων δὲ πρεσβυτέρους, γενναίους δὲ ἀγεννῶν, καὶ σύχνʼ ἄττα ἦν ἄλλʼ, εἰ μεμνήμεθα, καὶ ἐμπόδια ἕτερα ἑτέροισι· καὶ δὴ καὶ ἓν ἦν αὐτῶν τοῦτο, καὶ ἔφαμέν που κατὰ φύσιν τὸν Πίνδαρον ἄγειν δικαιοῦντα τὸ βιαιότατον, ὡς φάναι.
确实,当时得出的结论是:父母统治子嗣、长者统治年轻人、高贵者统治卑贱者,如果没记错的话,还有好一些其他的原则,并且它们彼此之间存在着相互冲突的障碍;而这确实也是其中之一,并且我们曾说过,品达认为“使最暴力的事物合理化并引导它”是合乎自然的,正如他所说的。
ΚΛ. ναί, ταῦτʼ ἦν ἃ τότε ἐλέχθη.
克莱尼亚:是的,那些就是当时所说的话。
ΑΘ. σκόπει δὴ ποτέροις τισὶν ἡ πόλις ἡμῖν ἐστιν παραδοτέα.
雅典人:那么,请考虑我们的城邦究竟应当交给这两类人中的哪一类。
γέγονεν γὰρ δὴ μυριάκις ἤδη τὸ τοιοῦτον ἔν τισι πόλεσιν.
因为类似的事情在某些城邦中早已发生过无数次。
ΚΛ. τὸ ποῖον;
克莱尼亚:什么样的事?
ΑΘ. ἀρχῶν περιμαχήτων γενομένων, οἱ νικήσαντες τά τε πράγματα κατὰ τὴν πόλιν οὕτως ἐσφετέρισαν σφόδρα, ὥστε ἀρχῆς μηδʼ ὁτιοῦν μεταδιδόναι τοῖς ἡττηθεῖσιν, μήτε αὐτοῖς μήτε ἐκγόνοις, παραφυλάττοντες δὲ ἀλλήλους ζῶσιν, ὅπως μή ποτέ τις εἰς ἀρχὴν ἀφικόμενος ἐπαναστῇ μεμνημένος τῶν ἔμπροσθεν γεγονότων κακῶν.
雅典人:当官职(统治权)成为争夺的对象时,获胜者会如此彻底地将城邦的事务据为己有,以至于不给失败者分派哪怕一点点的官职,既不给他们自己,也不给他们的子嗣;并且他们互相提防着生活,以防有人一旦掌握了权力,便因记恨以前所受的迫害而发动起义。
ταύτας δήπου φαμὲν ἡμεῖς νῦν οὔτʼ εἶναι πολιτείας, οὔτʼ ὀρθοὺς νόμους ὅσοι μὴ συμπάσης τῆς πόλεως ἕνεκα τοῦ κοινοῦ ἐτέθησαν· οἳ δʼ ἕνεκά τινων, στασιώτας ἀλλʼ οὐ πολίτας τούτους φαμέν, καὶ τὰ τούτων δίκαια ἅ φασιν εἶναι, μάτην εἰρῆσθαι.
我们现在当然会说,这些既不是政体,而凡常不是为了整个城邦的共同利益而制定的法律,也都不是正确的法律;至于那些为了某些人的利益而制定的法律,我们称这些人是党羽而非公民,并且他们所自称的正义,不过是徒劳的空话。
λέγεται δὲ τοῦδʼ ἕνεκα ταῦθʼ ἡμῖν, ὡς ἡμεῖς τῇ σῇ πόλει ἀρχὰς οὔθʼ ὅτι πλούσιός ἐστίν τις δώσομεν, οὔθʼ ὅτι τῶν τοιούτων ἄλλο οὐδὲν κεκτημένος, ἰσχὺν ἢ μέγεθος ἤ τι γένος· ὃς δʼ ἂν τοῖς τεθεῖσι νόμοις εὐπειθέστατός τε ᾖ καὶ νικᾷ ταύτην τὴν νίκην ἐν τῇ πόλει, τούτῳ φαμὲν καὶ τὴν τῶν θεῶν ὑπηρεσίαν δοτέον εἶναι τὴν μεγίστην τῷ πρώτῳ, καὶ δευτέραν τῷ τὰ δεύτερα κρατοῦντι, καὶ κατὰ λόγον οὕτω τοῖς ἐφεξῆς τὰ μετὰ ταῦθʼ ἕκαστα ἀποδοτέον εἶναι.
我们说这些话是为了以下的目的:即我们既不会因为某人富有而给他在你的城邦中授予官职,也不会因为他拥有力量、身材或家世等其他此类任何东西;而是:凡对既定法律最顺从、并在城邦中赢得了这一胜利(顺从之胜)的人,我们说应当将最崇高的对神明的侍奉(即官职)授予第一名,将第二位的授予获得第二名的人,并以此比例,将此后的每一项官职依次授予接下来的每一个人。
τοὺς δʼ ἄρχοντας λεγομένους νῦν ὑπηρέτας τοῖς νόμοις ἐκάλεσα οὔτι καινοτομίας ὀνομάτων ἕνεκα, ἀλλʼ ἡγοῦμαι παντὸς μᾶλλον εἶναι παρὰ τοῦτο σωτηρίαν τε πόλει καὶ τοὐναντίον.
至于那些现在被称为“统治者”的人,我把他们称为“法律的仆人”,这绝非为了标新立异地使用新词,而是因为我认为,城邦的救赎以及与其相反的结局,完全取决于这一点。
ἐν ᾗ μὲν γὰρ ἂν ἀρχόμενος ᾖ καὶ ἄκυρος νόμος, φθορὰν ὁρῶ τῇ τοιαύτῃ ἑτοίμην οὖσαν· ἐν ᾗ δὲ ἂν δεσπότης τῶν ἀρχόντων, οἱ δὲ ἄρχοντες δοῦλοι τοῦ νόμου, σωτηρίαν καὶ πάντα ὅσα θεοὶ πόλεσιν ἔδοσαν ἀγαθὰ γιγνόμενα καθορῶ.
因为凡是法律被统治且失去效力的城邦,我看到毁灭对那样的城邦来说已经指日可指;但凡是法律成为统治者的主人、而统治者是法律的奴隶的城邦,我便能预见到救赎以及神明赐予城邦的一切美善事物的降临。
ΚΛ. ναὶ μὰ Δία, ὦ ξένε· καθʼ ἡλικίαν γὰρ ὀξὺ βλέπεις.
克莱尼亚:的确如此,客人,凭着宙斯发誓;因为就你的年纪而言,你的洞察力真敏锐。
ΑΘ. νέος μὲν γὰρ ὢν πᾶς ἄνθρωπος τὰ τοιαῦτα ἀμβλύτατα αὐτὸς αὑτοῦ ὁρᾷ, γέρων δὲ ὀξύτατα.
雅典人:因为任何人在年轻时,看待这类事情往往是他一生中最迟钝的时候,而到了老年,则是最敏锐的时候。
ΚΛ. ἀληθέστατα.
克莱尼亚:确实如此。
ΑΘ. τί δὴ τὸ μετὰ ταῦτα;
雅典人:那么接下来该做什么?
ἆρʼ οὐχ ἥκοντας μὲν καὶ παρόντας θῶμεν τοὺς ἐποίκους, τὸν δʼ ἑξῆς αὐτοῖς διαπεραντέον ἂν εἴη λόγον;
我们不应假设移居者们已经到达并在这里,而我们应该为他们讲完接下来的论述吗?
ΚΛ. πῶς γὰρ οὔ;
克莱尼亚:那当然应该。