§4.712ΑΘ. ὡσαύτως δὲ καὶ συμπάσης δυνάμεως ὁ αὐτὸς πέρι λόγος, ὡς ὅταν εἰς ταὐτὸν τῷ φρονεῖν τε καὶ σωφρονεῖν ἡ μεγίστη δύναμις ἐν ἀνθρώπῳ συμπέσῃ, τότε πολιτείας τῆς ἀρίστης καὶ νόμων τῶν τοιούτων φύεται γένεσις, ἄλλως δὲ οὐ μή ποτε γένηται.
雅典人:同样,对于一切权力,同样的论点也适用:也就是说,当人类中最大的权力与智慧及节制会合于同一处时,最善的政体和此类法律的诞生便会自然产生,而除此之外绝无可能产生。
ταῦτα μὲν οὖν καθαπερεὶ μῦθός τις λεχθεὶς κεχρησμῳδήσθω, καὶ ἐπιδεδείχθω τῇ μὲν χαλεπὸν ὂν τὸ πόλιν εὔνομον γίγνεσθαι, τῇ δʼ, εἴπερ γένοιτο ὃ λέγομεν, πάντων τάχιστόν τε καὶ ῥᾷστον μακρῷ.
因此,就让这些话像某种神话一样作为神谕而被宣告吧,并且让它表明,一方面使城邦获得良好法治是困难的,但另一方面,如果我们的说法真的实现,这无疑是所有途径中最快、最容易的。
ΚΛ. πῶς;
克莱尼亚:怎么说?
ΑΘ. πειρώμεθα προσαρμόττοντες τῇ πόλει σοι, καθάπερ παῖδες πρεσβῦται, πλάττειν τῷ λόγῳ τοὺς νόμους.
雅典人:让我们尝试像年老的孩童一样,在言说中塑造法律,并将它们适配于你的城邦。
ΚΛ. ἴωμεν δὴ καὶ μὴ μέλλωμεν ἔτι.
克莱尼亚:那我们就开始吧,不要再拖延了。
ΑΘ. θεὸν δὴ πρὸς τὴν τῆς πόλεως κατασκευὴν ἐπικαλώμεθα· ὁ δὲ ἀκούσειέν τε, καὶ ἀκούσας ἵλεως εὐμενής τε ἡμῖν ἔλθοι συνδιακοσμήσων τήν τε πόλιν καὶ τοὺς νόμους.
雅典人:那么,让我们为了城邦的建设而祈求神明;愿祂垂听,并在垂听之后,带着仁慈与好意来到我们这里,共同整顿城邦和法律。
ΚΛ. ἔλθοι γὰρ οὖν.
克莱尼亚:愿祂确实降临!
ΑΘ. ἀλλὰ τίνα δή ποτε πολιτείαν ἔχομεν ἐν νῷ τῇ πόλει προστάττειν;
雅典人:不过,我们心里究竟打算给这个城邦规定什么样的政体呢?
ΚΛ. οἷον δὴ τί λέγεις βουληθείς;
克莱尼亚:你这是什么意思?
φράζʼ ἔτι σαφέστερον.
请说得更明白些。
οἷον δημοκρατίαν τινὰ ἢ ὀλιγαρχίαν ἢ ἀριστοκρατίαν ἢ βασιλικήν;
例如某种民主制,还是寡头制、贵族制或君主制?
οὐ γὰρ δὴ τυραννίδα γέ που λέγοις ἄν, ὥς γʼ ἡμεῖς ἂν οἰηθεῖμεν.
因为我们认为,你肯定不会是指独裁制。
ΑΘ. φέρε δὴ τοίνυν, πότερος ὑμῶν ἀποκρίνασθαι πρότερος ἂν ἐθέλοι, τὴν οἴκοι πολιτείαν εἰπὼν τίς τούτων ἐστίν;
雅典人:那么,你们两位谁愿意先回答,说一说你们家乡的政体是这些当中的哪一种?
ΜΕ. μῶν οὖν τὸν πρεσβύτερον ἐμὲ δικαιότερον εἰπεῖν πρότερον;
梅吉洛斯:难道不是由年长的我先说更为合理吗?
ΚΛ. ἴσως.
克莱尼亚:也许是。
ΜΕ. καὶ μὴν συννοῶν γε, ὦ ξένε, τὴν ἐν Λακεδαίμονι πολιτείαν οὐκ ἔχω σοι φράζειν οὕτως ἥντινα προσαγορεύειν αὐτὴν δεῖ.
梅吉洛斯:确实,客人啊,当我思考拉栖代梦的政体时,我无法这样告诉你应该称它为什么。
καὶ γὰρ τυραννίδι δοκεῖ μοι προσεοικέναι—τὸ γὰρ τῶν ἐφόρων θαυμαστὸν ὡς τυραννικὸν ἐν αὐτῇ γέγονε —καί τις ἐνίοτέ μοι φαίνεται πασῶν τῶν πόλεων δημοκρατουμένη μάλιστʼ ἐοικέναι.
因为在我看来,它确实有点像独裁制——因为在其中,监察官的权力令人惊异地带有独裁色彩——但有时,它在我看来又最像所有城邦中民主化程度最高的。
τὸ δʼ αὖ μὴ φάναι ἀριστοκρατίαν αὐτὴν εἶναι παντάπασιν ἄτοπον· καὶ μὲν δὴ βασιλεία γε διὰ βίου τʼ ἐστὶν ἐν αὐτῇ καὶ ἀρχαιοτάτη πασῶν καὶ πρὸς πάντων ἀνθρώπων καὶ ἡμῶν αὐτῶν λεγομένη.
然而,如果说它不是贵族制,那也完全是荒谬的;而且其中确实存在着终身制的王政,这是最古老的,也被所有人和我们自己称为王政。
ἐγὼ δὲ οὕτω νῦν ἐξαίφνης ἂν ἐρωτηθείς, ὄντως, ὅπερ εἶπον, οὐκ ἔχω διορισάμενος εἰπεῖν τίς τούτων ἐστὶν τῶν πολιτειῶν.
因此,现在突然被问到,我真的无法像刚才说的那样,明确界定并说出它属于这些政体中的哪一种。
ΚΛ. ταὐτόν σοι πάθος, ὦ Μέγιλλε, καταφαίνομαι πεπονθέναι· πάνυ γὰρ ἀπορῶ τὴν ἐν Κνωσῷ πολιτείαν τούτων τινὰ διισχυριζόμενος εἰπεῖν.
克莱尼亚:梅吉洛斯,看来我也陷入了同样的困境;因为我完全无法确切地说,克诺索斯的政体是这几种当中的哪一种。
§4.713ΑΘ. ὄντως γάρ, ὦ ἄριστοι, πολιτειῶν μετέχετε· ἃς δὲ ὠνομάκαμεν νῦν, οὐκ εἰσὶν πολιτεῖαι, πόλεων δὲ οἰκήσεις δεσποζομένων τε καὶ δουλευουσῶν μέρεσιν ἑαυτῶν τισι, τὸ τοῦ δεσπότου δὲ ἑκάστη προσαγορεύεται κράτος.
雅典人:因为,最优秀的朋友们,你们确实参与了真正的政体;而我们刚才所命名的那些,并不是政体,而是城邦的居住形式,它们被自身的某些部分所统治和奴役,并且每一种都以主人的权力来命名。
χρῆν δʼ εἴπερ του τοιούτου τὴν πόλιν ἔδει ἐπονομάζεσθαι, τὸ τοῦ ἀληθῶς τῶν τὸν νοῦν ἐχόντων δεσπόζοντος θεοῦ ὄνομα λέγεσθαι.
如果城邦确实应当根据此类事物来命名,那么它就应当被冠以那真正统治着拥有理性者的神明之名。
ΚΛ. τίς δʼ ὁ θεός;
克莱尼亚:那神明又是谁呢?
ΑΘ. ἆρʼ οὖν μύθῳ σμικρά γʼ ἔτι προσχρηστέον, εἰ μέλλομεν ἐμμελῶς πως δηλῶσαι τὸ νῦν ἐρωτώμενον;
雅典人:那么,如果我们想要以某种恰当的方式说明现在所提出的问题,是不是应该再稍微借助一下神话呢?
ΚΛ. οὐκοῦν χρὴ ταύτῃ δρᾶν;
克莱尼亚:难道不应该这样做吗?
ΑΘ. πάνυ μὲν οὖν.
雅典人:完全应该。
τῶν γὰρ δὴ πόλεων ὧν ἔμπροσθε τὰς συνοικήσεις διήλθομεν, ἔτι προτέρα τούτων πάμπολυ λέγεταί τις ἀρχή τε καὶ οἴκησις γεγονέναι ἐπὶ Κρόνου μάλʼ εὐδαίμων, ἧς μίμημα ἔχουσά ἐστιν ἥτις τῶν νῦν ἄριστα οἰκεῖται.
因为,在我们先前叙述了其共同居住史的那些城邦之前,据说在克罗诺斯时代存在过一个远早于它们的、极其幸福的统治与居住形式,而如今治理得最好的城邦,便是保留了它的模仿。
ΚΛ. σφόδρʼ ἄν, ὡς ἔοικʼ, εἴη περὶ αὐτῆς δέον ἀκούειν.
克莱尼亚:看来,听一听关于它的事情是非常有必要的。
ΑΘ. ἐμοὶ γοῦν φαίνεται· διὸ καὶ παρήγαγον αὐτὴν εἰς τὸ μέσον τοῖς λόγοις.
雅典人:至少在我看来是这样的;因此我也把它引到了我们的讨论之中。
ΚΛ. ὀρθότατά γε δρῶν· καὶ τόν γε ἑξῆς περαίνων ἂν μῦθον, εἴπερ προσήκων ἐστίν, μάλʼ ὀρθῶς ἂν ποιοίης.
克莱尼亚:你做得非常正确;如果你顺着讲完这个接下来的神话(如果它是合适的话),你将会做得极其正确。
ΑΘ. δραστέον ὡς λέγετε.
雅典人:必须按照你们所说的去做。
φήμην τοίνυν παραδεδέγμεθα τῆς τῶν τότε μακαρίας ζωῆς ὡς ἄφθονά τε καὶ αὐτόματα πάντʼ εἶχεν. ἡ δὲ τούτων αἰτία λέγεται τοιάδε τις.
因此,我们接受了关于当时幸福生活的传说,说那时他们丰足且自给自足地拥有一切。
γιγνώσκων ὁ Κρόνος ἄρα, καθάπερ ἡμεῖς διεληλύθαμεν, ὡς ἀνθρωπεία φύσις οὐδεμία ἱκανὴ τὰ ἀνθρώπινα διοικοῦσα αὐτοκράτωρ πάντα, μὴ οὐχ ὕβρεώς τε καὶ ἀδικίας μεστοῦσθαι, ταῦτʼ οὖν διανοούμενος ἐφίστη τότε βασιλέας τε καὶ ἄρχοντας ταῖς πόλεσιν ἡμῶν, οὐκ ἀνθρώπους ἀλλὰ γένους θειοτέρου τε καὶ ἀμείνονος, δαίμονας, οἷον νῦν ἡμεῖς δρῶμεν τοῖς ποιμνίοις καὶ ὅσων ἥμεροί εἰσιν ἀγέλαι· οὐ βοῦς βοῶν οὐδὲ αἶγας αἰγῶν ἄρχοντας ποιοῦμεν αὐτοῖσί τινας, ἀλλʼ ἡμεῖς αὐτῶν δεσπόζομεν, ἄμεινον ἐκείνων γένος.
而这些事情的原因据说如下:克罗诺斯知道,正如我们已经详细说明过的,没有任何人性能在以绝对权力管理所有人事时,不充满傲慢和不正义——考虑到这一点,他当时便在我们的城邦里设立了国王和统治者,但他们不是人类,而是属于更神圣、更优越的种族,即戴蒙,正如我们现在对待家畜以及一切温顺的兽群所做的那样;我们不立公牛作公牛的统治者,也不立公羊作公羊的统治者,而是由比它们更优越的我们自己来统治它们。
ταὐτὸν δὴ καὶ ὁ θεὸς ἄρα καὶ φιλάνθρωπος ὤν, τὸ γένος ἄμεινον ἡμῶν ἐφίστη τὸ τῶν δαιμόνων, ὃ διὰ πολλῆς μὲν αὐτοῖς ῥᾳστώνης, πολλῆς δʼ ἡμῖν, ἐπιμελούμενον ἡμῶν, εἰρήνην τε καὶ αἰδῶ καὶ εὐνομίαν καὶ ἀφθονίαν δίκης παρεχόμενον, ἀστασίαστα καὶ εὐδαίμονα τὰ τῶν ἀνθρώπων ἀπηργάζετο γένη.
同样,神也是因为爱人,便设立了比我们更优越的戴蒙种族。 它们不仅自身省力,对我们也是如此,它们照料我们,赐予我们和平、敬畏、良好法治和充沛的正义,使得人类种群免于内讧,生活幸福。