Humanitext Reader

柏拉图 · 法律篇 §4.708-4.709

殖民者的构成与立法中的运气与技艺

第 46 段,共 186 段 · 希腊语

内容简介

雅典人讨论了新城邦移民的构成,比较了单一来源与混合来源殖民的优缺点。他进一步指出,法律并非由人类制定,而是命运和灾难塑造了一切,因此立法者需要幸运的契机与技术相结合。

§4.708ΑΘ. καίτοι τινὰς ὑμῖν ἔκ τε Ἄργους ὁρῶ καὶ Αἰγίνης καὶ ἄλλοθεν τῶν Ἑλλήνων εἰς τὴν χώραν κατῳκισμένους.
雅典人:虽然我看到你们之中有一些来自阿尔戈斯、埃吉纳以及希腊其他地方的人已经在这个地方定居下来。
τὸ δὲ δὴ παρὸν ἡμῖν λέγε πόθεν ἔσεσθαι φῂς στρατόπεδον τῶν πολιτῶν τὰ νῦν;
但是,请告诉我们关于目前的话题:你认为目前的公民军队将来自何处?
ΚΛ. ἔκ τε Κρήτης συμπάσης ἔοικεν γενήσεσθαι, καὶ τῶν ἄλλων δὲ Ἑλλήνων μάλιστά μοι φαίνονται τοὺς ἀπὸ Πελοποννήσου προσδέξασθαι συνοίκους.
克莱尼亚:看来它将来自整个克里特岛。 而在其他希腊人中,他们似乎最有可能欢迎来自伯罗奔尼撒的同居者。
καὶ γὰρ ὃ νῦν δὴ λέγεις, ἀληθὲς φράζεις, ὡς ἐξ Ἄργους εἰσίν, καὶ τό γε μάλιστʼ εὐδοκιμοῦν τὰ νῦν ἐνθάδε γένος, τὸ Γορτυνικόν· ἐκ Γόρτυνος γὰρ τυγχάνει ἀπῳκηκὸς ταύτης τῆς Πελοποννησιακῆς.
因为你刚才所说的是真实的,他们确实来自阿尔戈斯,而目前在这里最享有盛誉的种族是戈尔廷人;因为他们恰好是从伯罗奔尼撒这一地区的戈尔廷迁移而来的。
ΑΘ. οὐ τοίνυν εὔκολος ὁμοίως γίγνοιτʼ ἂν ὁ κατοικισμὸς ταῖς πόλεσιν, ὅταν μὴ τὸν τῶν ἐσμῶν γίγνηται τρόπον, ἓν γένος ἀπὸ μιᾶς ἰὸν χώρας οἰκίζηται, φίλον παρὰ φίλων, στενοχωρίᾳ τινὶ πολιορκηθὲν γῆς ἤ τισιν ἄλλοις τοιούτοις παθήμασιν ἀναγκασθέν.
雅典人:因此,城邦的殖民定居同样不会是一件容易的事,除非它是以蜂群的方式进行,即一个种族从同一个地方出发去定居,朋友与朋友在一起,他们或是因土地狭窄而被困,或是被其他类似的遭遇所迫。
ἔστιν δʼ ὅτε καὶ στάσεσιν βιαζόμενον ἀναγκάζοιτʼ ἂν ἑτέρωσε ἀποξενοῦσθαι πόλεώς τι μόριον· ἤδη δέ ποτε καὶ συνάπασα πόλις τινῶν ἔφυγεν, ἄρδην κρείττονι κρατηθεῖσα πολέμῳ.
有时,在内讧的逼迫下,城邦的一部分人可能会被迫迁往他处;甚至曾经有整个城邦因在强大的战争中被彻底击败而逃亡。
ταῦτʼ οὖν πάντʼ ἐστὶ τῇ μὲν ῥᾴω κατοικίζεσθαί τε καὶ νομοθετεῖσθαι, τῇ δὲ χαλεπώτερα.
因此,所有这些情况,在一方面使得殖民和立法变得更容易,但在另一方面也变得更困难。
τὸ μὲν γὰρ ἕν τι εἶναι γένος ὁμόφωνον καὶ ὁμόνομον ἔχει τινὰ φιλίαν, κοινωνὸν ἱερῶν ὂν καὶ τῶν τοιούτων πάντων, νόμους δʼ ἑτέρους καὶ πολιτείας ἄλλας τῶν οἴκοθεν οὐκ εὐπετῶς ἀνέχεται, τὸ δʼ ἐνίοτε πονηρίᾳ νόμων ἐστασιακὸς καὶ διὰ συνήθειαν ζητοῦν ἔτι χρῆσθαι τοῖς αὐτοῖς ἤθεσιν διʼ ἃ καὶ πρότερον ἐφθάρη, χαλεπὸν τῷ κατοικίζοντι καὶ νομοθετοῦντι καὶ δυσπειθὲς γίγνεται·
因为如果是一个种族,语言相通,法律相同,他们通过共享祭祀和所有类似的事物而拥有一种亲密感,但他们不容易容忍与家乡不同的其他法律和不同政体。 另一方面,那些因法律败坏而时常发生内讧,并由于习惯而企图继续采用以前导致他们毁灭的相同习俗的人,对于殖民者和立法者来说,就会变得难以驾驭且不愿服从。
τὸ δʼ αὖ παντοδαπὸν ἐς ταὐτὸν συνερρυηκὸς γένος ὑπακοῦσαι μέν τινων νόμων καινῶν τάχα ἂν ἐθελήσειε μᾶλλον, τὸ δὲ συμπνεῦσαι, καὶ καθάπερ ἵππων ζεῦγος καθʼ ἕνα εἰς ταὐτόν, τὸ λεγόμενον, συμφυσῆσαι, χρόνου πολλοῦ καὶ παγχάλεπον.
然而,由各种各样流入同一地方的人组成的混合种族,也许会更愿意服从一些新的法律,但要让他们同心协力,就像俗话所说的“一双马在一位御者下并肩朝同一方向合力奔跑”,则是需要很长时间且极其困难的事情。
ἀλλʼ ὄντως ἐστὶν νομοθεσία καὶ πόλεων οἰκισμοὶ πάντων τελεώτατον πρὸς ἀρετὴν ἀνδρῶν.
但是,实际上,立法和城邦的殖民,为了人类的美德,是所有事物中最完美的手段。
ΚΛ. εἰκός· ὅπῃ δʼ αὖ βλέπων τοῦτʼ εἴρηκας, φράζʼ ἔτι σαφέστερον.
克莱尼亚:似乎如此;但你刚才说这话时是着眼于什么,请说得更明白些。
ΑΘ. ὠγαθέ, ἔοικα περὶ νομοθετῶν ἐπανιὼν καὶ σκοπῶν ἅμα ἐρεῖν τι καὶ φαῦλον· ἀλλʼ ἐὰν πρὸς καιρόν τινα λέγωμεν, πρᾶγμʼ οὐδὲν γίγνοιτʼ ἂν ἔτι.
雅典人:好人啊,在回到并考察立法者时,我似乎要说一些微不足道的事情;但如果我们说得合乎时宜,那就不会有什么坏处。
καίτοι τί ποτε δυσχεραίνω;
然而,我为什么要想得这么坏呢?
σχεδὸν γάρ τοι πάντα οὕτως ἔοικʼ ἔχειν τὰ ἀνθρώπινα.
因为几乎所有人类的事情似乎都是这样的状态。
ΚΛ. τοῦ δὴ πέρι λέγεις;
克莱尼亚:你是指关于什么?
§4.709ΑΘ. ἔμελλον λέγειν ὡς οὐδείς ποτε ἀνθρώπων οὐδὲν νομοθετεῖ, τύχαι δὲ καὶ συμφοραὶ παντοῖαι πίπτουσαι παντοίως νομοθετοῦσι τὰ πάντα ἡμῖν.
雅典人:我本想说,人类从来没有制定过任何法律,而是各种各样的命运和以各种方式降临的灾难在为我们制定一切法律。
ἢ γὰρ πόλεμός τις βιασάμενος ἀνέτρεψε πολιτείας καὶ μετέβαλε νόμους, ἢ πενίας χαλεπῆς ἀπορία· πολλὰ δὲ καὶ νόσοι ἀναγκάζουσι καινοτομεῖν, λοιμῶν τε ἐμπιπτόντων, καὶ χρόνον ἐπὶ πολὺν ἐνιαυτῶν πολλῶν πολλάκις ἀκαιρίαι.
因为要么是战争以暴力颠覆了政体并改变了法律,要么是严酷贫困带来的匮乏;许多事情也因疾病而被逼创新,当瘟怪降临,以及多年来长期频繁发生的气候反常时。
ταῦτα δὴ πάντα προϊδών τις ᾄξειεν ἂν εἰπεῖν ὅπερ ἐγὼ νυνδή, τὸ θνητὸν μὲν μηδένα νομοθετεῖν μηδέν, τύχας δʼ εἶναι σχεδὸν ἅπαντα τὰ ἀνθρώπινα πράγματα·
一个预见到所有这些事情的人可能会忍不住说我刚才说的话,即凡人并不制定任何法律,而命运几乎主宰了人类的一切事务。
τὸ δʼ ἔστιν περί τε ναυτιλίαν καὶ κυβερνητικὴν καὶ ἰατρικὴν καὶ στρατηγικὴν πάντα ταῦτʼ εἰπόντα δοκεῖν εὖ λέγειν, ἀλλὰ γὰρ ὁμοίως αὖ καὶ τόδε ἔστιν λέγοντα εὖ λέγειν ἐν τοῖς αὐτοῖς τούτοις.
在谈到航海术、操舵术、医学和将帅术时,说这些话似乎很有道理;然而,在这些相同的事情中,说以下的话同样也是很有道理的。
ΚΛ. τὸ ποῖον;
克莱尼亚:哪种话?
ΑΘ. ὡς θεὸς μὲν πάντα, καὶ μετὰ θεοῦ τύχη καὶ καιρός, τἀνθρώπινα διακυβερνῶσι σύμπαντα.
雅典人:神主宰一切,与神在一起,命运和机会掌控着人类的一切事务。
ἡμερώτερον μὴν τρίτον συγχωρῆσαι τούτοις δεῖν ἕπεσθαι τέχνην· καιρῷ γὰρ χειμῶνος συλλαβέσθαι κυβερνητικὴν ἢ μή, μέγα πλεονέκτημα ἔγωγʼ ἂν θείην.
然而,更温和的做法是承认第三个要素,即技术,必须紧随其后;因为在暴风雨的机会中,操舵术是否能起到辅助作用,我认为是一个巨大的优势。
ἢ πῶς;
难道不是吗?
ΚΛ. οὕτως.
克莱尼亚:正是如此。
ΑΘ. οὐκοῦν καὶ τοῖς ἄλλοις ὡσαύτως κατὰ τὸν αὐτὸν ἂν ἔχοι λόγον, καὶ δὴ καὶ νομοθεσίᾳ ταὐτὸν τοῦτο δοτέον· τῶν ἄλλων συμπιπτόντων, ὅσα δεῖ χώρᾳ συντυχεῖν, εἰ μέλλοι ποτὲ εὐδαιμόνως οἰκήσειν, τὸν νομοθέτην ἀληθείας ἐχόμενον τῇ τοιαύτῃ παραπεσεῖν ἑκάστοτε πόλει δεῖν.
雅典人:因此,对于其他事物,根据相同的道理也同样适用,而且在立法中也必须承认这一点:当其他所有必须发生在土地上的条件重合,以使城邦在未来能够幸福地生活时,坚持真理的立法者必须在每个机会中与这样的城邦相遇。
ΚΛ. ἀληθέστατα λέγεις.
克莱尼亚:你说得太对了。
ΑΘ. οὐκοῦν ὅ γε πρὸς ἕκαστόν τι τῶν εἰρημένων ἔχων τὴν τέχνην κἂν εὔξασθαί που δύναιτο ὀρθῶς, τί παρὸν αὐτῷ διὰ τύχης, τῆς τέχνης ἂν μόνον ἐπιδέοι;
雅典人:那么,在上述每一个领域拥有技术的人,难道不能正确地祈祷,如果通过命运有什么呈呈现他面前,他就会只缺少技术了吗?
ΚΛ. πάνυ μὲν οὖν.
克莱尼亚:确实如此。
ΑΘ. οἵ τε ἄλλοι γε δὴ πάντες οἱ νυνδὴ ῥηθέντες, κελευόμενοι τὴν αὑτῶν εὐχὴν εἰπεῖν, εἴποιεν ἄν.
雅典人:而刚才提到的所有其他人,如果被要求说出他们自己的祈祷,他们也都会说出来。
ἦ γάρ;
难道不是吗?
ΚΛ. τί μήν;
克莱尼亚:当然。
ΑΘ. ταὐτὸν δὴ καὶ νομοθέτης οἶμαι δράσειεν.
雅典人:那么,我想立法者也会做同样的事情。
ΚΛ. ἔγωγʼ οἶμαι.
克莱尼亚:我也这样认为。
ΑΘ. φέρε δή, νομοθέτα, πρὸς αὐτὸν φῶμεν, τί σοι καὶ πῶς πόλιν ἔχουσαν δῶμεν, ὃ λαβὼν ἕξεις ὥστʼ ἐκ τῶν λοιπῶν αὐτὸς τὴν πόλιν ἱκανῶς διοικῆσαι;
雅典人:“来吧,立法者,”让我们对他说,“我们要给你一个什么样、处于什么状态的城邦,好让你在得到它之后,能够凭着剩下的条件自己充分地管理这个城邦?
ΚΛ. τί μετὰ τοῦτʼ εἰπεῖν ὀρθῶς ἔστιν ἄρα;
” 克莱尼亚:在这之后,正确的说法应该是什么?
ΑΘ. τοῦ νομοθέτου φράζομεν τοῦτο, ἦ γάρ;
雅典人:我们是在代言立法者的话,不是吗?
ΚΛ. ναί.
克莱尼亚:是的。

词汇与语法注释

  1. 708aτὸ δὲ δὴ παρὸν ἡμῖν — 置于句首的 τὸ παρόν 充当关系宾格(话题引入),意为“关于我们眼前的情况/话题”。ἡμῖν 是表示对主体影响的与格(“对我们而言”)。
  2. 708bμὴ τὸν τῶν ἐσμῶν γίγνηται τρόπον — 意为“除非是以蜂群的方式进行”。名词 τρόπον 被用作表示方式的副词性宾格(accusative of manner)。μὴ 是条件从句 ὅταν μὴ... 内部的否定词。
  3. 709bπάντα ταῦτʼ εἰπόντα δοκεῖν εὖ λέγειν — 宾格分词 εἰπόντα 与后文不定式 δοκεῖν 的逻辑主语(泛指某人)保持一致。句式结构为“说出这一切的人似乎说得很好(但实际不仅如此)”。
  4. 709cκαιρῷ γὰρ χειμῶνος συλλαβέσθαι κυβερνητικὴν ἢ μή, μέγα πλεονέκτημα — 不定式短语 συλλαβέσθαι κυβερνητικὴν ἢ μή(操舵术是否能起到辅助作用)是该句的主语,μέγα πλεονέκτημα(巨大的优势)是谓语。συλλαβέσθαι 与与格 καιρῷ 连用,表示“在……时提供帮助/协助”。

引用这一段

柏拉图, 法律篇 §4.708-4.709. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:4.708-4.709

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。