§4.704ΑΘ. φέρε δή, τίνα δεῖ διανοηθῆναί ποτε τὴν πόλιν ἔσεσθαι;
雅典人:且慢,我们应当设想这个城邦会是什么样子的?
λέγω δὲ οὔτι τοὔνομα αὐτῆς ἐρωτῶν ὅτι ποτʼ ἔστι τὰ νῦν, οὐδὲ εἰς τὸν ἔπειτα χρόνον ὅτι δεήσει καλεῖν αὐτήν— τοῦτο μὲν γὰρ τάχʼ ἂν ἴσως καὶ ὁ κατοικισμὸς αὐτῆς ἤ τις τόπος, ἢ ποταμοῦ τινος ἢ κρήνης ἢ θεῶν ἐπωνυμία τῶν ἐν τῷ τόπῳ, προσθείη τὴν αὑτῶν φήμην καινῇ γενομένῃ τῇ πόλει— τόδε δὲ περὶ αὐτῆς ἐστιν ὃ βουλόμενος μᾶλλον ἐπερωτῶ, πότερον ἐπιθαλαττίδιος ἔσται τις ἢ χερσαία.
我所问的绝非它现在的名字是什么,也不是它将来应该叫什么——因为这件事情,或许它的殖民建设、或者某个地点、或者某条河流或泉水、亦或是当地神明的名号,会把它们自己的称呼赋予这座新建立的城邦——我更想询问关于它的情况是:它是一座沿海的城邦,还是一座内陆的城邦?
ΚΛ. σχεδόν, ὦ ξένε, ἀπέχει θαλάττης γε ἡ πόλις, ἧς πέρι τὰ νυνδὴ λεχθέντα ἡμῖν, εἴς τινας ὀγδοήκοντα σταδίους.
克莱尼亚:外邦人,我们刚才所说的那座城邦,距离海边大约有八十斯塔迪翁。
ΑΘ. τί δέ;
雅典人:那又如何?
λιμένες ἆρʼ εἰσὶν κατὰ ταῦτα αὐτῆς, ἢ τὸ παράπαν ἀλίμενος;
在它附近有港口吗,还是说完全没有港口?
ΚΛ. εὐλίμενος μὲν οὖν ταύτῃ γε ὡς δυνατόν ἐστιν μάλιστα, ὦ ξένε.
克莱尼亚:相反,外邦人,在这方面它拥有尽可能好的港口。
ΑΘ. παπαί, οἷον λέγεις.
雅典人:哎呀,你这是什么话!
τί δὲ περὶ αὐτὴν ἡ χώρα;
那么周围的土地呢?
πότερα πάμφορος ἢ καί τινων ἐπιδεής;
是产出一切,还是缺乏某些东西?
ΚΛ. σχεδὸν οὐδενὸς ἐπιδεής.
克莱尼亚:几乎什么都不缺。
ΑΘ. γείτων δὲ αὐτῆς πόλις ἆρʼ ἔσται τις πλησίον;
雅典人:附近会有什么邻近的城邦吗?
ΚΛ. οὐ πάνυ, διὸ καὶ κατοικίζεται· παλαιὰ γάρ τις ἐξοίκησις ἐν τῷ τόπῳ γενομένη τὴν χώραν ταύτην ἔρημον ἀπείργασται χρόνον ἀμήχανον ὅσον.
克莱尼亚:完全没有,这也正是它被殖民的原因;因为那地方很久以前发生了一次古老的迁徙,使得这片土地荒芜了难以想象的漫长时光。
ΑΘ. τί δὲ πεδίων τε καὶ ὀρῶν καὶ ὕλης;
雅典人:那么平原、山峦和森林呢?
πῶς μέρος ἑκάστων ἡμῖν εἴληχεν;
它们各自占有什么样的份额?
ΚΛ. προσέοικε τῇ τῆς ἄλλης Κρήτης φύσει ὅλῃ.
克莱尼亚:它与克里特岛其余地方的整体自然特征相似。
ΑΘ. τραχυτέραν αὐτὴν ἢ πεδιεινοτέραν ἂν λέγοις.
雅典人:你会说它是崎岖不平,还是平坦开阔?
ΚΛ. πάνυ μὲν οὖν.
克莱尼亚:正是如此。
§4.705ΑΘ. οὐ τοίνυν ἀνίατός γε ἂν εἴη πρὸς ἀρετῆς κτῆσιν.
雅典人:那么,在获得美德方面,它绝非不可救药。
εἰ μὲν γὰρ ἐπιθαλαττία τε ἔμελλεν εἶναι καὶ εὐλίμενος καὶ μὴ πάμφορος ἀλλʼ ἐπιδεὴς πολλῶν, μεγάλου τινὸς ἔδει σωτῆρός τε αὐτῇ καὶ νομοθετῶν θείων τινῶν, εἰ μὴ πολλά τε ἔμελλεν ἤθη καὶ ποικίλα καὶ φαῦλα ἕξειν τοιαύτη φύσει γενομένη·
因为如果它原本会是一个沿海、多港、且不能自产一切而多有匮乏的城邦,那么,为了不让这样一个天然如此的城邦拥有许多、复杂且低劣的习俗,它就需要某个伟大的拯救者和某些神圣的立法者了。
νῦν δὲ παραμύθιον ἔχει τὸ τῶν ὀγδοήκοντα σταδίων.
但如今,这八十斯塔迪翁的距离成了一种慰藉。
ἐγγύτερον μέντοι τοῦ δέοντος κεῖται τῆς θαλάττης, σχεδὸν ὅσον εὐλιμενωτέραν αὐτὴν φῂς εἶναι, ὅμως δὲ ἀγαπητὸν καὶ τοῦτο.
不过,它距离海洋还是比应当有的距离更近了一些,差不多正是因为你所说的它拥有较好的港口;尽管如此,这也还是令人欣慰的。
πρόσοικος γὰρ θάλαττα χώρᾳ τὸ μὲν παρʼ ἑκάστην ἡμέραν ἡδύ, μάλα γε μὴν ὄντως ἁλμυρὸν καὶ πικρὸν γειτόνημα· ἐμπορίας γὰρ καὶ χρηματισμοῦ διὰ καπηλείας ἐμπιμπλᾶσα αὐτήν, ἤθη παλίμβολα καὶ ἄπιστα ταῖς ψυχαῖς ἐντίκτουσα, αὐτήν τε πρὸς αὑτὴν τὴν πόλιν ἄπιστον καὶ ἄφιλον ποιεῖ καὶ πρὸς τοὺς ἄλλους ἀνθρώπους ὡσαύτως.
因为海洋临近一个国家,日常生活中固然令人愉快,但实际上却是一个极其苦涩和充满盐分的邻居;因为通过零售贸易,它使城邦充斥着商业和赚钱投机,在人们的心灵中灌输反复无常和不守信用的习俗,使城邦自身内部变得不信任、不友善,对其他人类也是如此。
παραμύθιον δὲ δὴ πρὸς ταῦτα καὶ τὸ πάμφορος εἶναι κέκτηται, τραχεῖα δὲ οὖσα δῆλον ὡς οὐκ ἂν πολύφορός τε εἴη καὶ πάμφορος ἅμα·
但作为对这些弊端的慰藉,它也拥有出产一切的特性;不过既然它崎岖不平,显然它不可能同时既高产又无所不产。
τοῦτο γὰρ ἔχουσα, πολλὴν ἐξαγωγὴν ἂν παρεχομένη, νομίσματος ἀργυροῦ καὶ χρυσοῦ πάλιν ἀντεμπίμπλαιτʼ ἄν, οὗ μεῖζον κακὸν ὡς ἔπος εἰπεῖν πόλει ἀνθʼ ἑνὸς ἓν οὐδὲν ἂν γίγνοιτο εἰς γενναίων καὶ δικαίων ἠθῶν κτῆσιν, ὡς ἔφαμεν, εἰ μεμνήμεθα, ἐν τοῖς πρόσθεν λόγοις.
因为如果它拥有这一点,并提供大量的出口,它就会反过来充斥着金银货币,而正如我们在以前的讨论中所说(如果我们还记得的话),为了获得高尚和正义的品性,对于一个城邦而言,可以说没有比这更大的单一祸害了。
ΚΛ. ἀλλὰ μεμνήμεθα, καὶ συγχωροῦμεν τότε λέγειν ἡμᾶς ὀρθῶς καὶ τὰ νῦν.
克莱尼亚:我们还记得,并且我们同意我们当时和现在的说法都是正确的。
ΑΘ. τί δὲ δή;
雅典人:那又如何?
ναυπηγησίμης ὕλης ὁ τόπος ἡμῖν τῆς χώρας πῶς ἔχει;
对于造船木材,我们这片土地的状况如何?
ΚΛ. οὐκ ἔστιν οὔτε τις ἐλάτη λόγου ἀξία οὔτʼ αὖ πεύκη, κυπάριττός τε οὐ πολλή· πίτυν τʼ αὖ καὶ πλάτανον ὀλίγην ἂν εὕροι τις, οἷς δὴ πρὸς τὰ τῶν ἐντὸς τῶν πλοίων μέρη ἀναγκαῖον τοῖς ναυπηγοῖς χρῆσθαι ἑκάστοτε.
克莱尼亚:既没有任何值得一提的冷杉,也没有松树,柏树也不多;至于松脂木和梧桐树,也只能找到极少,而造船工每次建造船只内部构件时都必须使用这些木材。
ΑΘ. καὶ ταῦτα οὐκ ἂν κακῶς ἔχοι τῇ χώρᾳ τῆς φύσεως.
雅典人:在这方面,该国的自然状况也算不得坏。
ΚΛ. τί δή;
克莱尼亚:为什么呢?
ΑΘ. μιμήσεις πονηρὰς μιμεῖσθαι τοὺς πολεμίους μὴ ῥᾳδίως δύνασθαί τινα πόλιν ἀγαθόν.
雅典人:一个城邦不容易效仿敌人的恶劣模仿,这是一件好事。
ΚΛ. εἰς δὴ τί τῶν εἰρημένων βλέψας εἶπες ὃ λέγεις;
克莱尼亚:你是看着已经说过的哪些事情才说出你所说的话的?
ΑΘ. ὦ δαιμόνιε, φύλαττέ με εἰς τὸ κατʼ ἀρχὰς εἰρημένον ἀποβλέπων, τὸ περὶ τῶν Κρητικῶν νόμων ὡς πρὸς ἕν τι βλέποιεν, καὶ δὴ καὶ τοῦτʼ ἐλεγέτην αὐτὸ εἶναι σφὼ τὸ πρὸς τὸν πόλεμον, ἐγὼ δὲ ὑπολαβὼν εἶπον ὡς ὅτι μὲν εἰς ἀρετήν ποι βλέποι τὰ τοιαῦτα νόμιμα κείμενα, καλῶς ἔχοι, τὸ δὲ ὅτι πρὸς μέρος ἀλλʼ οὐ πρὸς πᾶσαν σχεδόν, οὐ πάνυ συνεχώρουν·
雅典人:我的好朋友,请看着我最初说的话来监视我,那就是关于克里特法律只着眼于单一目标的事情,而你们两位曾说这目标就是战争本身,但我反驳说,如果这类法律法规着眼于某种美德,那固然是好,但若是只着眼于美德的一部分而非接近其全体,我则不能完全同意。
νῦν οὖν ὑμεῖς μοι τῆς παρούσης νομοθεσίας ἀντιφυλάξατε ἑπόμενοι, ἐὰν ἄρα τι μὴ πρὸς ἀρετὴν τεῖνον ἢ πρὸς ἀρετῆς μόριον νομοθετῶ.
因此现在,你们也要在跟随当前的立法时监视我,看我是否制定了任何不趋向美德、或者仅仅趋向美德之部分的法条。