§3.701ΑΘ. τοιαῦτα δὴ ποιοῦντες ποιήματα, λόγους τε ἐπιλέγοντες τοιούτους, τοῖς πολλοῖς ἐνέθεσαν παρανομίαν εἰς τὴν μουσικὴν καὶ τόλμαν ὡς ἱκανοῖς οὖσιν κρίνειν· ὅθεν δὴ τὰ θέατρα ἐξ ἀφώνων φωνήεντʼ ἐγένοντο, ὡς ἐπαΐοντα ἐν μούσαις τό τε καλὸν καὶ μή, καὶ ἀντὶ ἀριστοκρατίας ἐν αὐτῇ θεατροκρατία τις πονηρὰ γέγονεν.
雅典人:他们通过创作这般的诗歌,并附带这般的论调,在民众中植入了关于音乐的违法乱纪,以及自负有能力进行评判的狂妄;由此,剧场从无声变得喧闹,仿佛他们懂得在缪斯艺术中什么是美,什么是不美,而代替音乐中贵族政治的是,一种恶劣的“剧场政体”产生了。
εἰ γὰρ δὴ καὶ δημοκρατία ἐν αὐτῇ τις μόνον ἐγένετο ἐλευθέρων ἀνδρῶν, οὐδὲν ἂν πάνυ γε δεινὸν ἦν τὸ γεγονός· νῦν δὲ ἦρξε μὲν ἡμῖν ἐκ μουσικῆς ἡ πάντων εἰς πάντα σοφίας δόξα καὶ παρανομία, συνεφέσπετο δὲ ἐλευθερία.
因为如果在音乐中产生的仅是一种自由民的民主政治,那么所发生的事情也决不至于太可怕;但如今,我们却是从音乐开始,产生了一种关于万物人人皆有智慧的自负和违法乱纪,而自由也随之尾随而来。
ἄφοβοι γὰρ ἐγίγνοντο ὡς εἰδότες, ἡ δὲ ἄδεια ἀναισχυντίαν ἐνέτεκεν· τὸ γὰρ τὴν τοῦ βελτίονος δόξαν μὴ φοβεῖσθαι διὰ θράσος, τοῦτʼ αὐτό ἐστιν σχεδὸν ἡ πονηρὰ ἀναισχυντία, διὰ δή τινος ἐλευθερίας λίαν ἀποτετολμημένης.
因为他们因自以为知而变得无所畏惧,而这种无惧则孕育了无耻;因为由于胆大妄为而不惧批更优秀者的意见,这本身几乎就是那种由于某种过度放肆的自由而滋生出来的恶劣的无耻。
ΜΕ. ἀληθέστατα λέγεις.
梅吉洛斯:你说得极对。
ΑΘ. ἐφεξῆς δὴ ταύτῃ τῇ ἐλευθερίᾳ ἡ τοῦ μὴ ἐθέλειν τοῖς ἄρχουσι δουλεύειν γίγνοιτʼ ἄν, καὶ ἑπομένη ταύτῃ φεύγειν πατρὸς καὶ μητρὸς καὶ πρεσβυτέρων δουλείαν καὶ νουθέτησιν, καὶ ἐγγὺς τοῦ τέλους οὖσιν νόμων ζητεῖν μὴ ὑπηκόοις εἶναι, πρὸς αὐτῷ δὲ ἤδη τῷ τέλει ὅρκων καὶ πίστεων καὶ τὸ παράπαν θεῶν μὴ φροντίζειν, τὴν λεγομένην παλαιὰν Τιτανικὴν φύσιν ἐπιδεικνῦσι καὶ μιμουμένοις, ἐπὶ τὰ αὐτὰ πάλιν ἐκεῖνα ἀφικομένους, χαλεπὸν αἰῶνα διάγοντας μὴ λῆξαί ποτε κακῶν.
雅典人:紧随这种自由之后的,将会是不愿服从统治者的自由,而随之而来的,则是逃避父亲、母亲和长辈的管辖与劝诫的自由;在接近终点时,则会寻求不服从法律;而就在终点前,则会完全不顾誓言、信义以及神明,展现并模仿所谓的古老泰坦本性,重新回到那些相同的境地,过着艰难的生活,永远无法摆脱痛苦。
τίνος δὴ καὶ ταῦθʼ ἡμῖν αὖ χάριν ἐλέχθη;
然而,我们又究竟是为了什么说起这些的呢?
δεῖν φαίνεται ἔμοιγε οἷόνπερ ἵππον τὸν λόγον ἑκάστοτε ἀναλαμβάνειν, καὶ μὴ καθάπερ ἀχάλινον κεκτημένον τὸ στόμα, βίᾳ ὑπὸ τοῦ λόγου φερόμενον, κατὰ τὴν παροιμίαν ἀπό τινος ὄνου πεσεῖν, ἀλλʼ ἐπανερωτᾶν τὸ νυνδὴ λεχθέν, τὸ τίνος δὴ χάριν ἕνεκα ταῦτα ἐλέχθη;
在我看来,我们必须像勒住骏马一样,随时收回我们的论述,而不能像任由脱缰之马口衔嚼子一般,被论述的力量强行带走,以至于像俗话所说的那样“从驴背上摔下来”;我们必须重新追问刚才说过的话:这究竟是为了什么而说的?
ΜΕ. καλῶς.
梅吉洛斯:甚好。
ΑΘ. ταῦτα τοίνυν εἴρηται ἐκείνων ἕνεκα.
雅典人:那么,说这些话正是为了那些事。
ΜΕ. τίνων;
梅吉洛斯:哪些事?
ΑΘ. ἐλέξαμεν ὡς τὸν νομοθέτην δεῖ τριῶν στοχαζόμενον νομοθετεῖν, ὅπως ἡ νομοθετουμένη πόλις ἐλευθέρα τε ἔσται καὶ φίλη ἑαυτῇ καὶ νοῦν ἕξει.
雅典人:我们曾说,立法者立法时应当瞄准三个目标:即使得受立法的城邦享有自由、内部和谐友爱,并拥有理性。
ταῦτʼ ἦν·
就是这些,对吧?
ἦ γάρ; ΜΕ. πάνυ μὲν οὖν.
梅吉洛斯:确实如此。
ΑΘ. τούτων ἕνεκα δὴ πολιτείας τήν τε δεσποτικωτάτην προελόμενοι καὶ τὴν ἐλευθερικωτάτην, ἐπισκοποῦμεν νυνὶ ποτέρα τούτων ὀρθῶς πολιτεύεται·
雅典人:正是为了这些,我们选出了最具专制色彩的和最具自由色彩的城邦制度,现在正在考量这两者中哪一个治理得当。
λαβόντες δὲ αὐτῶν ἑκατέρας μετριότητά τινα, τῶν μὲν τοῦ δεσπόζειν, τῶν δὲ τοῦ ἐλευθεριάσαι, κατείδομεν ὅτι τότε διαφερόντως ἐν αὐταῖς ἐγένετο εὐπραγία, ἐπὶ δὲ τὸ ἄκρον ἀγαγόντων ἑκατέρων, τῶν μὲν δουλείας, τῶν δὲ τοὐναντίου, οὐ συνήνεγκεν οὔτε τοῖς οὔτε τοῖς.
我们在两者中各取了适度的一份——在一个例子中是统治的适度,在另一个例子中是自由的适度——我们看到当时在它们之中产生了非凡的繁荣;但当两边都推向极端,一国推向奴役,另一国推向其反面时,这对双方都没有好处。
§3.702ΜΕ. ἀληθέστατα λέγεις.
梅吉洛斯:你说得极对。
ΑΘ. καὶ μὴν αὐτῶν γʼ ἕνεκα καὶ τὸ Δωρικὸν ἐθεασάμεθα κατοικιζόμενον στρατόπεδον καὶ τὰς τοῦ Δαρδάνου ὑπωρείας τε καὶ τὴν ἐπὶ θαλάττῃ κατοίκισιν, καὶ τοὺς πρώτους δὴ τοὺς περιλιπεῖς γενομένους τῆς φθορᾶς, ἔτι δὲ τοὺς ἔμπροσθεν τούτων γενομένους ἡμῖν λόγους περί τε μουσικῆς καὶ μέθης καὶ τὰ τούτων ἔτι πρότερα.
雅典人:此外,正是为了这些,我们才考察了多利亚人营帐的定居、达达诺斯山麓的定居、沿海的定居,以及那场毁灭中最初的幸存者,还有我们在这些之前进行的关于音乐和醉酒的讨论,乃至比这些更早的讨论。
ταῦτα γὰρ πάντα εἴρηται τοῦ κατιδεῖν ἕνεκα πῶς ποτʼ ἂν πόλις ἄριστα οἰκοίη, καὶ ἰδίᾳ πῶς ἄν τις βέλτιστα τὸν αὑτοῦ βίον διαγάγοι·
因为所有这些都是为了看清:一个城邦如何才能得到最好的治理,以及个人如何才能最好地度过他自己的一生。
εἰ δὲ δή τι πεποιήκαμεν προὔργου, τίς ποτʼ ἂν ἔλεγχος γίγνοιτο ἡμῖν πρὸς ἡμᾶς αὐτοὺς λεχθείς, ὦ Μέγιλλέ τε καὶ Κλεινία;
但如果我们确实做了一些有用的事情,那么,梅吉洛斯和克莱尼亚,我们对自己进行什么样的检验才是有效的呢?
ΚΛ. ἐγώ τινα, ὦ ξένε, μοι δοκῶ κατανοεῖν.
克莱尼亚:外邦人,我似乎想到了什么。
ἔοικεν κατὰ τύχην τινὰ ἡμῖν τὰ τῶν λόγων τούτων πάντων ὧν διεξήλθομεν γεγονέναι· σχεδὸν γὰρ εἰς χρείαν αὐτῶν ἔγωγʼ ἐλήλυθα τὰ νῦν, καὶ κατά τινα αὖ καιρὸν σύ τε παραγέγονας ἅμα καὶ Μέγιλλος ὅδε.
我们所讨论的所有这些话,似乎在某种机缘巧合下对我们有了用武之地;因为我刚才恰好需要它们,而你和这里的梅吉洛斯也恰在此时一同来到了这里。
οὐ γὰρ ἀποκρύψομαι σφὼ τὸ νῦν ἐμοὶ συμβαῖνον, ἀλλὰ καὶ πρὸς οἰωνόν τινα ποιοῦμαι.
因为我不会向你们两位隐瞒我现在遇到的事情,反而还把它视作某种吉兆。
ἡ γὰρ πλείστη τῆς Κρήτης ἐπιχειρεῖ τινα ἀποικίαν ποιήσασθαι, καὶ προστάττει τοῖς Κνωσίοις ἐπιμεληθῆναι τοῦ πράγματος, ἡ δὲ τῶν Κνωσίων πόλις ἐμοί τε καὶ ἄλλοις ἐννέα· ἅμα δὲ καὶ νόμους τῶν τε αὐτόθι, εἴ τινες ἡμᾶς ἀρέσκουσιν, τίθεσθαι κελεύει, καὶ εἴ τινες ἑτέρωθεν, μηδὲν ὑπολογιζομένους τὸ ξενικὸν αὐτῶν, ἂν βελτίους φαίνωνται.
因为克里特的大部分地区正试图建立一个殖民地,并命令克诺索斯人负责此事,而克诺索斯城则把任务交给了我和另外九个人;同时也命令我们制定法律,如果当地的法律有什么让我们满意的,就采用它们,如果是来自其他地方的,只要它们显得更好,就完全不考虑其外来性质。
νῦν οὖν ἐμοί τε καὶ ὑμῖν ταύτην δῶμεν χάριν· ἐκ τῶν εἰρημένων ἐκλέξαντες, τῷ λόγῳ συστησώμεθα πόλιν, οἷον ἐξ ἀρχῆς κατοικίζοντες, καὶ ἅμα μὲν ἡμῖν οὗ ζητοῦμεν ἐπίσκεψις γενήσεται, ἅμα δὲ ἐγὼ τάχʼ ἂν χρησαίμην εἰς τὴν μέλλουσαν πόλιν ταύτῃ τῇ συστάσει.
因此,现在就请让我和你们一起做这件事:从已说的话中进行挑选,我们在言辞中构建一个城邦,仿佛我们正从头开始建立家园,这样一来,一方面我们可以对我们所探求的事情进行考察,另一方面,我或许很快就能在未来要建立的城邦中用上这一框架。
ΑΘ. οὐ πόλεμόν γε ἐπαγγέλλεις, ὦ Κλεινία· ἀλλʼ εἰ μή τι Μεγίλλῳ πρόσαντες, τὰ παρʼ ἐμοῦ γε ἡγοῦ σοι πάντα κατὰ νοῦν ὑπάρχειν εἰς δύναμιν.
雅典人:克莱尼亚,你这绝不是在宣战;但只要对梅吉洛斯没有不便,你就当我已经尽我所能,完全顺从你的心意。
ΚΛ. εὖ λέγεις.
克莱尼亚:说得好。
ΜΕ. καὶ μὴν καὶ τὰ παρʼ ἐμοῦ.
梅吉洛斯:我也是如此。
ΚΛ. κάλλιστʼ εἰρήκατον.
克莱尼亚:你们二位说得太好了。
ἀτὰρ πειρώμεθα λόγῳ πρῶτον κατοικίζειν τὴν πόλιν.
那么,让我们试着首先在言辞中建立这个城邦。