§3.697ΜΕ. ἔχει ταύτῃ.
梅吉洛斯:的确如此。
ΑΘ. τί οὖν;
雅典人:那么如何?
οὐ νομοθέτου καὶ ταῦτα αὖ φήσομεν εἶναι διανέμειν;
我们难道不也应该说分配这些事物也是立法者的任务吗?
ΜΕ. καὶ μάλα.
梅吉洛斯:非常正确。
ΑΘ. βούλει δὴ τὰ μὲν ἅπαντα καὶ ἐφʼ ἕκαστον ἔργον καὶ κατὰ σμικρὰ ἐκείνῳ δῶμεν νεῖμαι, τὸ δὲ τριχῇ διελεῖν, ἐπειδὴ νόμων ἐσμὲν καὶ αὐτοί πως ἐπιθυμηταί, πειραθῶμεν, διατεμεῖν χωρὶς τά τε μέγιστα καὶ δεύτερα καὶ τρίτα;
雅典人:那么,你是否愿意,我们将所有具体事务和细微处的分配留给那个人,而我们自己,既然我们也某种程度上渴望法律,就尝试作一个三分法,将最重大的、第二位的和第三位的事物分别切分出来?
ΜΕ. πάνυ μὲν οὖν.
梅吉洛斯:当然可以。
ΑΘ. λέγομεν τοίνυν ὅτι πόλιν, ὡς ἔοικεν, τὴν μέλλουσαν σῴζεσθαί τε καὶ εὐδαιμονήσειν εἰς δύναμιν ἀνθρωπίνην δεῖ καὶ ἀναγκαῖον τιμάς τε καὶ ἀτιμίας διανέμειν ὀρθῶς.
雅典人:那么,我们说,看来一个想要获得保存并在人类能力范围内获得幸福的城邦,必须且不可避免地要正确分配荣誉与不荣誉。
ἔστιν δὲ ὀρθῶς ἄρα τιμιώτατα μὲν καὶ πρῶτα τὰ περὶ τὴν ψυχὴν ἀγαθὰ κεῖσθαι, σωφροσύνης ὑπαρχούσης αὐτῇ, δεύτερα δὲ τὰ περὶ τὸ σῶμα καλὰ καὶ ἀγαθά, καὶ τρίτα τὰ περὶ τὴν οὐσίαν καὶ χρήματα λεγόμενα·
而所谓正确分配,就是把有关灵魂的善(在灵魂中已存在节制的前提下)列为最崇高和第一位的;第二位的是有关身体的美德和善;第三位的是所谓有关财产和金钱的善。
τούτων δὲ ἂν ἐκτός τις βαίνῃ νομοθέτης ἢ πόλις, εἰς τιμὰς ἢ χρήματα προάγουσα ἤ τι τῶν ὑστέρων εἰς τὸ πρόσθεν τιμαῖς τάττουσα, οὔθʼ ὅσιον οὔτε πολιτικὸν ἂν δρῴη πρᾶγμα.
如果任何立法者或城邦越出这些范围,将财富提升到荣誉之中,或者通过荣誉将后顺位的事物置于前顺位,那么他所做的既不虔敬,也不符合政治家之道。
εἰρήσθω ταῦτα ἢ πῶς ἡμῖν;
这些话应该这样说,还是我们该怎么说?
ΜΕ. πάνυ μὲν οὖν εἰρήσθω σαφῶς.
梅吉洛斯:当然应该说得清清楚楚。
ΑΘ. ταῦτα μὲν τοίνυν ἡμᾶς ἐπὶ πλέον ἐποίησεν εἰπεῖν ἡ Περσῶν πέρι διάσκεψις τῆς πολιτείας· ἀνευρίσκομεν δὲ ἐπὶ ἔτι χείρους αὐτοὺς γεγονότας, τὴν δὲ αἰτίαν φαμέν, ὅτι τὸ ἐλεύθερον λίαν ἀφελόμενοι τοῦ δήμου, τὸ δεσποτικὸν δʼ ἐπαγαγόντες μᾶλλον τοῦ προσήκοντος, τὸ φίλον ἀπώλεσαν καὶ τὸ κοινὸν ἐν τῇ πόλει.
雅典人:那么,波斯政体的考察让我们对这些问题谈得更长了;我们发现他们变得更加恶劣,而我们说,原因就在于他们从民众那里夺走了太多的自由,并引入了超出适当程度的专制支配,从而毁掉了城邦中的友爱与共同体。
τούτου δὲ φθαρέντος, οὔθʼ ἡ τῶν ἀρχόντων βουλὴ ὑπὲρ ἀρχομένων καὶ τοῦ δήμου βουλεύεται, ἀλλʼ ἕνεκα τῆς αὑτῶν ἀρχῆς, ἄν τι καὶ σμικρὸν πλέον ἑκάστοτε ἡγῶνται ἔσεσθαί σφισιν, ἀναστάτους μὲν πόλεις, ἀνάστατα δὲ ἔθνη φίλια πυρὶ καταφθείραντες, ἐχθρῶς τε καὶ ἀνηλεήτως μισοῦντες μισοῦνται·
而当这被毁掉之后,统治者的评议就不是为了被统治者和民众,而是为了他们自己的统治。 每当他们认为在任何时候自己哪怕能多得一点点利益,他们就会用火毁灭友好的城市和友好的民族,并在充满敌意与无情中相互憎恨。
ὅταν τε εἰς χρείαν τοῦ μάχεσθαι περὶ ἑαυτῶν τοὺς δήμους ἀφικνῶνται, οὐδὲν κοινὸν ἐν αὐτοῖς αὖ μετὰ προθυμίας τοῦ ἐθέλειν κινδυνεύειν καὶ μάχεσθαι ἀνευρίσκουσιν, ἀλλὰ κεκτημένοι μυριάδας ἀπεράντους λογισμῷ, ἀχρήστους εἰς πόλεμον πάσας κέκτηνται, καὶ καθάπερ ἐνδεεῖς ἀνθρώπων μισθούμενοι, ὑπὸ μισθωτῶν καὶ ὀθνείων ἀνθρώπων ἡγοῦνταί ποτε σωθήσεσθαι.
而当他们到了需要民众为他们自己而战的时候,他们却发现民众中根本没有共同的、甘愿冒险并积极战斗的意愿,反而虽然在账面上拥有无计其数的万千大军,在战争中却全是无用之物,甚至像缺乏人手一样去雇佣士兵,指望着有朝一日能靠雇佣兵和异乡人来拯救自己。
§3.698ΑΘ.πρὸς δὲ τούτοις ἀμαθαίνειν ἀναγκάζονται, λέγοντες ἔργοις ὅτι λῆρος πρὸς χρυσόν τε καὶ ἄργυρόν ἐστιν ἑκάστοτε τὰ λεγόμενα τίμια καὶ καλὰ κατὰ πόλιν.
雅典人:此外,他们被迫变得愚昧,用行动在任何时候都在表明:与黄金和白银相比,城邦中所谓的尊贵和美好的事物全是一文不值的废话。
ΜΕ. πάνυ μὲν οὖν.
梅吉洛斯:确实如此。
ΑΘ. τὰ μὲν δὴ περί γε Περσῶν, ὡς οὐκ ὀρθῶς τὰ νῦν διοικεῖται διὰ τὴν σφόδρα δουλείαν τε καὶ δεσποτείαν, τέλος ἐχέτω.
雅典人:那么,关于波斯人,即由于过度的奴役和专制导致现在未能正确治理的讨论,就此结束吧。
ΜΕ. πάνυ μὲν οὖν.
梅吉洛斯:确实该结束了。
ΑΘ. τὰ δὲ περὶ τὴν τῆς Ἀττικῆς αὖ πολιτείας τὸ μετὰ τοῦτο ὡσαύτως ἡμᾶς διεξελθεῖν χρεών, ὡς ἡ παντελὴς καὶ ἀπὸ πασῶν ἀρχῶν ἐλευθερία τῆς μέτρον ἐχούσης ἀρχῆς ὑφʼ ἑτέρων οὐ σμικρῷ χείρων·
雅典人:接下来,我们同样有必要对阿特提卡(雅典)的政体进行类似的考察,以便说明,完全且摆脱一切支配的自由,比受到他人有节制的支配要糟糕得多。
ἡμῖν γὰρ κατʼ ἐκεῖνον τὸν χρόνον, ὅτε ἡ Περσῶν ἐπίθεσις τοῖς Ἕλλησιν, ἴσως δὲ σχεδὸν ἅπασιν τοῖς τὴν Εὐρώπην οἰκοῦσιν, ἐγίγνετο, πολιτεία τε ἦν παλαιὰ καὶ ἐκ τιμημάτων ἀρχαί τινες τεττάρων, καὶ δεσπότις ἐνῆν τις αἰδώς, διʼ ἣν δουλεύοντες τοῖς τότε νόμοις ζῆν ἠθέλομεν.
因为在我们的情况下,在波斯人对希腊人——也许几乎是对所有居住在欧洲的人——发起袭击的那个时期,我们有一种古老的政体和基于财产估值的四种官职,并且其中存在着一种具有支配力的“敬畏”之心,因为我们愿意在服从当时法律的前提下生活。
καὶ πρὸς τούτοις δὴ τὸ μέγεθος τοῦ στόλου κατά τε γῆν καὶ κατὰ θάλατταν γενόμενον, φόβον ἄπορον ἐμβαλόν, δουλείαν ἔτι μείζονα ἐποίησεν ἡμᾶς τοῖς τε ἄρχουσιν καὶ τοῖς νόμοις δουλεῦσαι, καὶ διὰ πάντα ταῦθʼ ἡμῖν συνέπεσε πρὸς ἡμᾶς αὐτοὺς σφόδρα φιλία.
此外,陆上和海上的敌军舰队规模之大,给我们带来了无计可施的恐惧,使我们更加顺从地奴属于统治者和法律,而由于所有这些,我们彼此之间产生了极度深厚的友爱。
σχεδὸν γὰρ δέκα ἔτεσιν πρὸ τῆς ἐν Σαλαμῖνι ναυμαχίας ἀφίκετο Δᾶτις Περσικὸν στόλον ἄγων, πέμψαντος Δαρείου διαρρήδην ἐπί τε Ἀθηναίους καὶ Ἐρετριᾶς, ἐξανδραποδισάμενον ἀγαγεῖν, θάνατον αὐτῷ προειπὼν μὴ πράξαντι ταῦτα.
因为几乎在萨拉米斯海战的十年前,达提斯率领波斯舰队到来,达利乌斯明确派他针对雅典人和埃雷特里亚人,命令他将他们奴役并押送回来,并预先警告他如果不能完成任务将被处死。
καὶ ὁ Δᾶτις τοὺς μὲν Ἐρετριᾶς ἔν τινι βραχεῖ χρόνῳ παντάπασιν κατὰ κράτος τε εἷλεν μυριάσι συχναῖς, καί τινα λόγον εἰς τὴν ἡμετέραν πόλιν ἀφῆκεν φοβερόν, ὡς οὐδεὶς Ἐρετριῶν αὐτὸν ἀποπεφευγὼς εἴη· συνάψαντες γὰρ ἄρα τὰς χεῖρας σαγηνεύσαιεν πᾶσαν τὴν Ἐρετρικὴν οἱ στρατιῶται τοῦ Δάτιδος.
而达提斯在极短的时间内,完全凭借数万大军用武力攻占了埃雷特里亚,并向我们的城邦传回了一个令人恐惧的消息:没有一个埃雷特里亚人逃脱了他的手掌,因为达提斯的士兵手拉着手,像用曳网一样搜捕了整个埃雷特里亚。
ὁ δὴ λόγος, εἴτʼ ἀληθὴς εἴτε καὶ ὅπῃ ἀφίκετο, τούς τε ἄλλους Ἕλληνας καὶ δὴ καὶ Ἀθηναίους ἐξέπληττεν, καὶ πρεσβευομένοις αὐτοῖς πανταχόσε βοηθεῖν οὐδεὶς ἤθελεν πλήν γε Λακεδαιμονίων·
这个消息,无论是真是假,还是以何种方式传到,都让其他希腊人特别是雅典人惊恐万分。 尽管他们向各地派遣使者请求援助,但除了拉刻代蒙人之外,没有人愿意提供帮助。
οὗτοι δὲ ὑπό τε τοῦ πρὸς Μεσσήνην ὄντος τότε πολέμου καὶ εἰ δή τι διεκώλυεν ἄλλο αὐτούς—οὐ γὰρ ἴσμεν λεγόμενον— ὕστεροι δʼ οὖν ἀφίκοντο τῆς ἐν Μαραθῶνι μάχης γενομένης μιᾷ ἡμέρᾳ.
而拉刻代蒙人,由于当时他们正在与美塞尼亚交战,或者因为其他某种阻碍——因为我们不知道有什么传言——在马拉松战役爆发的一天后才到达。
μετὰ δὲ τοῦτο παρασκευαί τε μεγάλαι λεγόμεναι καὶ ἀπειλαὶ ἐφοίτων μυρίαι παρὰ βασιλέως.
在此之后,据说王的大规模准备工作和无数的威胁接踵而至。