Humanitext Reader

柏拉图 · 法律篇 §3.695-3.696

波斯王室教育的失败与节制之德

第 40 段,共 186 段 · 希腊语

内容简介

雅典人指出居鲁士因忽视对儿子的家务教育而导致冈比西斯等人的毁灭,并将其与达利乌斯的立法整顿进行对比,进而论证在城邦中若将荣誉分配给缺乏节制的才能或德行是十分危险的。

§3.695ΑΘ. ὁ δὲ πατήρ γε αὐτοῖς αὖ ποίμνια μὲν καὶ πρόβατα καὶ ἀγέλας ἀνδρῶν τε καὶ ἄλλων πολλῶν πολλὰς ἐκτᾶτο, αὐτοὺς δὲ οἷς ταῦτα παραδώσειν ἔμελλεν ἠγνόει τὴν πατρῴαν οὐ παιδευομένους τέχνην, οὖσαν Περσικήν—ποιμένων ὄντων Περσῶν, τραχείας χώρας ἐκγόνων—σκληρὰν καὶ ἱκανὴν ποιμένας ἀπεργάζεσθαι μάλα ἰσχυροὺς καὶ δυναμένους θυραυλεῖν καὶ ἀγρυπνεῖν καὶ εἰ στρατεύεσθαι δέοι στρατεύεσθαι·
雅典人:然而,他们的父亲一方面为他们购置了许多羊群、牛群、以及许多由人和其它动物组成的群畜,另一方面却不知道,他将要把这些产业交托给的孩子们,并没有接受他们父辈的技能培训。 这门技能是波斯人的——因为波斯人本是羊饲,是崎岖土地的子孙——这是一门艰苦的技能,足以培养出极其强壮、能露宿、能警醒、且在需要出征时能够作战的牧人。
διεφθαρμένην δὲ παιδείαν ὑπὸ τῆς λεγομένης εὐδαιμονίας τὴν Μηδικὴν περιεῖδεν ὑπὸ γυναικῶν τε καὶ εὐνούχων παιδευθέντας αὑτοῦ τοὺς ὑεῖς, ὅθεν ἐγένοντο οἵους ἦν αὐτοὺς εἰκὸς γενέσθαι, τροφῇ ἀνεπιπλήκτῳ τραφέντας.
但他却任由他的儿子们被妇女和太监用因所谓的“福祉”而腐化了的媒体式教育来抚养。 结果,他们由于在一种不受指责的抚育下长大,便成了他们理所当然会变成的那种人。
παραλαβόντες δʼ οὖν οἱ παῖδες τελευτήσαντος Κύρου τρυφῆς μεστοὶ καὶ ἀνεπιπληξίας, πρῶτον μὲν τὸν ἕτερον ἅτερος ἀπέκτεινε τῷ ἴσῳ ἀγανακτῶν, μετὰ δὲ τοῦτο αὐτὸς μαινόμενος ὑπὸ μέθης τε καὶ ἀπαιδευσίας τὴν ἀρχὴν ἀπώλεσεν ὑπὸ Μήδων τε καὶ τοῦ λεγομένου τότε εὐνούχου, καταφρονήσαντος τῆς Καμβύσου μωρίας.
总之,当居鲁士去世,孩子们接管了政权,他们充满了奢靡和任性,首先是其中一个因不能容忍平等而杀害了另一个,在此之后,他自己也因沉溺于纵酒和缺乏教育而陷入疯狂,从而将帝国拱手让给了媒体人和当时被称为太监的人,因为后者轻视了冈比西斯的愚蠢。
ΚΛ. λέγεται δὴ ταῦτά γε, καὶ ἔοικεν σχεδὸν οὕτω πως γεγονέναι.
克莱尼亚斯:确实有这样的说法,而且事情看来也差不多是这样发生的。
ΑΘ. καὶ μὴν καὶ πάλιν εἰς Πέρσας ἐλθεῖν τὴν ἀρχὴν διὰ Δαρείου καὶ τῶν ἑπτὰ λέγεταί που.
雅典人:此外,据说帝国后来又通过达利乌斯和那七个人重新回到了波斯人手中。
ΚΛ. τί μήν;
克莱尼亚斯:可不是吗?
ΑΘ. θεωρῶμεν δὴ συνεπόμενοι τῷ λόγῳ.
雅典人:那么,让我们顺着这个论述来考察。
Δαρεῖος γὰρ βασιλέως οὐκ ἦν ὑός, παιδείᾳ τε οὐ διατρυφώσῃ τεθραμμένος, ἐλθὼν δʼ εἰς τὴν ἀρχὴν καὶ λαβὼν αὐτὴν ἕβδομος, διείλετο ἑπτὰ μέρη τεμόμενος, ὧν καὶ νῦν ἔτι σμικρὰ ὀνείρατα λέλειπται, καὶ νόμους ἠξίου θέμενος οἰκεῖν ἰσότητα κοινήν τινα εἰσφέρων, καὶ τὸν τοῦ Κύρου δασμόν, ὃν ὑπέσχετο Πέρσαις, εἰς τὸν νόμον ἐνέδει, φιλίαν πορίζων καὶ κοινωνίαν πᾶσιν Πέρσαις, χρήμασι καὶ δωρεαῖς τὸν Περσῶν δῆμον προσαγόμενος·
因为达利乌斯并不是国王的儿子,也不是在骄奢淫逸的教育中长大的;他登基并作为第七人夺得政权后,将帝国分成了七个部分,这些部分的微小残余甚至到今天还像梦境般遗留着。 他决定通过制定法律来治理国家,引入了某种共同的平等,并将居鲁士曾向波斯人承诺的贡赋制度载入法律,为所有波斯人提供了友谊和共同体,并用金钱和礼物拉拢波斯民众。
τοιγαροῦν αὐτῷ τὰ στρατεύματα μετʼ εὐνοίας προσεκτήσατο χώρας οὐκ ἐλάττους ὧν κατέλιπε Κῦρος.
因此,军队怀着好意为他效力,夺取了不亚于居鲁士留下的版图。
μετὰ δὲ Δαρεῖον ὁ τῇ βασιλικῇ καὶ τρυφώσῃ πάλιν παιδευθεὶς παιδείᾳ Ξέρξης— ὦ Δαρεῖε, εἰπεῖν ἐστιν δικαιότατον ἴσως, ὃς τὸ Κύρου κακὸν οὐκ ἔμαθες, ἐθρέψω δὲ Ξέρξην ἐν τοῖς αὐτοῖς ἤθεσιν ἐν οἷσπερ Κῦρος Καμβύσην —ὁ δέ, ἅτε τῶν αὐτῶν παιδειῶν γενόμενος ἔκγονος, παραπλήσια ἀπετέλεσεν τοῖς Καμβύσου παθήμασιν·
但在达利乌斯之后,再次接受了王室和奢华教育抚育的薛西斯—— “哦,达利乌斯啊,” 也许最公正的说法是, “你没有吸取居鲁士的教训,却在居鲁士抚养冈比西斯的同样习惯中抚养了薛西斯” ——而薛西斯,作为相同教育的产物,造成了与冈比西斯的遭遇极其相似的结果。
καὶ σχεδὸν ἔκ γε τοσούτου βασιλεὺς ἐν Πέρσαις οὐδείς πω μέγας ἐγγέγονεν ἀληθῶς, πλήν γε ὀνόματι.
自那时以来,在波斯几乎还没有出现过真正伟大的国王,除了名义上的以外。
§3.696ΑΘ. τὸ δʼ αἴτιον οὐ τύχης, ὡς ὁ ἐμὸς λόγος, ἀλλʼ ὁ κακὸς βίος ὃν οἱ τῶν διαφερόντως πλουσίων καὶ τυράννων παῖδες τὰ πολλὰ ζῶσιν· οὐ γὰρ μή ποτε γένηται παῖς καὶ ἀνὴρ καὶ γέρων ἐκ ταύτης τῆς τροφῆς διαφέρων πρὸς ἀρετήν.
雅典人:在我的论述中,其原因不在于运气,而在于那些极度富有者和君主的子嗣大抵所过着的恶劣生活;因为通过这种抚育,无论是孩子、成年人还是老人,都绝不可能在德行上出类拔萃。
ἃ δή, φαμέν, τῷ νομοθέτῃ σκεπτέον, καὶ ἡμῖν δὲ ἐν τῷ νῦν παρόντι.
我们说,这些正是立法者必须考虑的,也是我们目前所必须考虑的。
δίκαιον μήν, ὦ Λακεδαιμόνιοι, τοῦτό γε τῇ πόλει ὑμῶν ἀποδιδόναι, ὅτι πενίᾳ καὶ πλούτῳ καὶ ἰδιωτείᾳ καὶ βασιλείᾳ διαφέρουσαν οὐδʼ ἡντινοῦν τιμὴν καὶ τροφὴν νέμετε, ἃς μὴ τὸ κατʼ ἀρχὰς ὑμῖν θεῖον παρὰ θεοῦ διεμαντεύσατό τινος.
然而,拉刻代蒙人啊,将这一点归功于你们的城邦是公正的:你们绝不因为贫穷、富有、平民身份或王位而给予任何超乎寻常的荣誉和抚育,除非是神明在最初通过某位神祇为你们预言并规定的。
οὐ γὰρ δὴ δεῖ κατὰ πόλιν γε εἶναι τὰς τιμὰς ὑπερεχούσας, ὅτι τίς ἐστιν πλούτῳ διαφέρων, ἐπεὶ οὐδʼ ὅτι ταχὺς ἢ καλὸς ἢ ἰσχυρὸς ἄνευ τινὸς ἀρετῆς, οὐδʼ ἀρετῆς ἧς ἂν σωφροσύνη ἀπῇ.
因为在城邦中,绝不应该因为某人在财富上出众而给予超乎寻常的荣誉,同样,在没有任何德行的情况下,也不应该因为某人跑得快、长得美或身体强壮而给予荣誉,甚至即使有德行,如果其中缺少了节制,也不行。
ΜΕ. πῶς τοῦτο, ὦ ξένε, λέγεις;
梅吉洛斯:异乡人啊,你这话是什么意思?
ΑΘ. ἀνδρεία που μόριον ἀρετῆς ἕν;
雅典人:勇敢大概是德行的一个部分吧?
ΜΕ. πῶς γὰρ οὔ;
梅吉洛斯:当然是。
ΑΘ. δίκασον τοίνυν αὐτὸς τὸν λόγον ἀκούσας εἴ σοι δέξαιʼ ἂν σύνοικον ἢ γείτονα εἶναί τινα σφόδρα μὲν ἀνδρεῖον, μὴ σώφρονα δὲ ἀλλʼ ἀκόλαστον.
雅典人:那么,在听完这个论述后,你自己来评判:你是否愿意接受一个极其勇敢,但毫无节制、反而放纵不羁的人作为你的同居者或邻居?
ΜΕ. εὐφήμει.
梅吉洛斯:别说这种不吉利的话。
ΑΘ. τί δέ; τεχνικὸν μὲν καὶ περὶ ταῦτα σοφόν, ἄδικον δέ;
雅典人:那么,一个在这些技艺上很精通且聪明,但却不公正的人呢?
ΜΕ. οὐδαμῶς.
梅吉洛斯:绝不接受。
ΑΘ. ἀλλὰ μὴν τό γε δίκαιον οὐ φύεται χωρὶς τοῦ σωφρονεῖν.
雅典人:但是,正义是绝不能离开节制而产生的。
ΜΕ. πῶς γὰρ ἄν;
梅吉洛斯:怎么可能呢?
ΑΘ. οὐδὲ μὴν ὅν γε σοφὸν ἡμεῖς νυνδὴ προυθέμεθα, τὸν τὰς ἡδονὰς καὶ λύπας κεκτημένον συμφώνους τοῖς ὀρθοῖς λόγοις καὶ ἑπομένας.
雅典人:我们刚才所提出的那位智者也是如此——即那个让自己的快乐和痛苦与正确的理性和谐一致并顺从理性的人。
ΜΕ. οὐ γὰρ οὖν.
梅吉洛斯:确实如此。
ΑΘ. ἔτι δὴ καὶ τόδε ἐπισκεψώμεθα τῶν ἐν ταῖς πόλεσιν τιμήσεων ἕνεκα, ποῖαί τε ὀρθαὶ καὶ μὴ γίγνονται ἑκάστοτε.
雅典人:此外,为了城邦中荣誉的缘故,我们也要考察一下,究竟在各种情况下什么样的荣誉授予是正确的,什么是不正确的。
ΜΕ. τὸ ποῖον;
梅吉洛斯:指的是什么样的事?
ΑΘ. σωφροσύνη ἄνευ πάσης τῆς ἄλλης ἀρετῆς ἐν ψυχῇ τινι μεμονωμένη τίμιον ἢ ἄτιμον γίγνοιτʼ ἂν κατὰ δίκην;
雅典人:如果在一个人的灵魂中,节制脱离了所有其它德行而孤立存在,那么按照公正,它应该获得荣誉,还是不获得荣誉?
ΜΕ. οὐκ ἔχω ὅπως εἴπω.
梅吉洛斯:我不知道该怎么说。
ΑΘ. καὶ μὴν εἴρηκάς γε μετρίως· εἰπὼν γὰρ δὴ ὧν ἠρόμην ὁποτερονοῦν, παρὰ μέλος ἔμοιγʼ ἂν δοκεῖς φθέγξασθαι.
雅典人:其实你回答得恰到好处;因为对于我所问的,如果你回答了其中任何一种,在我看来你都唱跑调了。
ΜΕ. καλῶς τοίνυν γεγονὸς ἂν εἴη.
梅吉洛斯:那么这样就很好了。
ΑΘ. εἶεν·
雅典人:好吧。
τὸ μὲν δὴ πρόσθημα ὧν τιμαί τε καὶ ἀτιμίαι οὐ λόγου, ἀλλά τινος μᾶλλον ἀλόγου σιγῆς, ἄξιον ἂν εἴη.
这个“附加物”——对于它,荣誉或不荣誉并不值得用言语来表达,而更值得用某种无言的沈默来对待。
ΜΕ. σωφροσύνην μοι φαίνῃ λέγειν.
梅吉洛斯:你看来是在说节制。
ΑΘ. ναί.
雅典人:是的。
τὸ δέ γε τῶν ἄλλων πλεῖστα ἡμᾶς ὠφελοῦν μετὰ τῆς προσθήκης μάλιστʼ ἂν τιμώμενον ὀρθότατα τιμῷτο, καὶ τὸ δεύτερον δευτέρως· καὶ οὕτω δὴ κατὰ τὸν ἑξῆς λόγον τὰς ἐφεξῆς τιμὰς λαγχάνον ἕκαστον ὀρθῶς ἂν λαγχάνοι.
而在其它事物中,如果与这个“附加物”结合并能给我们带来最大裨益的,在受到最大荣誉时,就是最正确地受到了荣誉,第二位的则在第二等受荣誉;依此类推,根据接下来的论述,每一项依次获得相应荣誉的事物,就都是正确地获得了荣誉。

词汇与语法注释

  1. 695aἠγνόει τὴν πατρῴαν οὐ παιδευομένους τέχνην — 动词 ἠγνόει(不知道、未察觉)带有一个宾格分词补足语:αὐτούς(由上下文省去)以及带否定词的分词 οὐ παιδευομένους(没有受到教育)。这是表示知觉或认知的动词后接分词作补足语以表达“未察觉到某人正在(或没有)做某事”的典型用法。
  2. 695aπεριεῖδεν ὑπὸ γυναικῶν τε καὶ εὐνούχων παιδευθέντας — 动词 περιεῖδεν(容忍、放任)接宾格分词 παιδευθέντας 作补足语,其逻辑主语是位于695b的 αὑτοῦ τοὺς ὑεῖς(他自己的儿子们)。περιορῶ 加上分词表示“默许、听任某事发生”的惯用构型。
  3. 696aοὐ γὰρ μή ποτε γένηται — 双重否定 οὐ μή 连用虚拟语气不定过去时(γένηται),表示对未来情况极强烈的否定断言(“绝不可能成为”、“绝不会发生”)。这是古典希腊语中表示强否定语气的标准句式。
  4. 696aἃς μὴ τὸ κατʼ ἀρχὰς ὑμῖν θεῖον παρὰ θεοῦ διεμαντεύσατό τινος — 关系代词 ἃς 的先行词是 τιμὴν καὶ τροφὴν(荣誉与抚育)。关系从句中使用条件否定词 μὴ 而非 οὐ,表明该从句带有某种条件或假设意味(“除非神明起初通过某位神祇为你们预言并规定……”)。
  5. 696bἀρετῆς ἧς ἂν σωφροσύνη ἀπῇ — 关系代词 ἧς 采用属格,是因为从句中的动词 ἀπῇ(源自 ἄπειμι,缺少、不在)要求支配属格。此外,ἄν 结合虚拟语气(ἀπῇ)构成一般性条件关系从句,意为“(任何)缺乏了节制的德行”。

引用这一段

柏拉图, 法律篇 §3.695-3.696. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:3.695-3.696

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。