Humanitext Reader

柏拉图 · 法律篇 §3.690-3.691

统治的七种资格与权力过度的危险

第 37 段,共 186 段 · 希腊语

内容简介

雅典外邦人列举了城邦和家庭中关于统治与被统治的七种资格,讨论了因这些资格相互冲突而产生党争的危险,并指出缺乏适度的过度统治权是导致灵魂毁灭的原因。

§3.690ΑΘ. εἶεν·
雅典人:“那么。
ἀξιώματα δὲ δὴ τοῦ τε ἄρχειν καὶ ἄρχεσθαι ποῖά ἐστι καὶ πόσα, ἔν τε πόλεσιν μεγάλαις καὶ σμικραῖς ἔν τε οἰκίαις ὡσαύτως;
在城邦(无论大小)以及家庭中,关于统治和被统治的资格究竟有哪些,又有多少种呢?
ἆρʼ οὐχὶ ἓν μὲν τό τε πατρὸς καὶ μητρός;
其中之一不就是父母的资格吗?
καὶ ὅλως γονέας ἐκγόνων ἄρχειν ἀξίωμα ὀρθὸν πανταχοῦ ἂν εἴη;
总的来说,父母统治子女,在任何地方都是正确的资格,不是吗?
ΚΛ. καὶ μάλα.
” 克莱尼亚斯:“确实如此。
ΑΘ. τούτῳ δέ γε ἑπόμενον γενναίους ἀγεννῶν ἄρχειν·
” 雅典人:“紧随其后的第二个,是高贵者统治卑贱者。
καὶ τρίτον ἔτι τούτοις συνέπεται τὸ πρεσβυτέρους μὲν ἄρχειν δεῖν, νεωτέρους δὲ ἄρχεσθαι.
而第三个伴随而来的,是年长者应当统治,年轻者应当被统治。
ΚΛ. τί μήν;
” 克莱尼亚斯:“当然如此。
ΑΘ. τέταρτον δʼ αὖ δούλους μὲν ἄρχεσθαι, δεσπότας δὲ ἄρχειν.
” 雅典人:“第四个则是,奴隶被统治,主人进行统治。
ΚΛ. πῶς γὰρ οὔ;
” 克莱尼亚斯:“怎么会不是呢?
ΑΘ. πέμπτον γε οἶμαι τὸ κρείττονα μὲν ἄρχειν, τὸν ἥττω δὲ ἄρχεσθαι.
” 雅典人:“第五个,我认为,是强者统治,弱者被统治。
ΚΛ. μάλα γε ἀναγκαῖον ἀρχὴν εἴρηκας.
” 克莱尼亚斯:“你说的确实是一个非常必然的统治原则。
ΑΘ. καὶ πλείστην γε ἐν σύμπασιν τοῖς ζῴοις οὖσαν καὶ κατὰ φύσιν, ὡς ὁ Θηβαῖος ἔφη ποτὲ Πίνδαρος.
” 雅典人:“而且,正如底比斯的品达曾经说过的那样,这是在一切生物中最普遍、也最符合自然的原则。
τὸ δὲ μέγιστον, ὡς ἔοικεν, ἀξίωμα ἕκτον ἂν γίγνοιτο, ἕπεσθαι μὲν τὸν ἀνεπιστήμονα κελεῦον, τὸν δὲ φρονοῦντα ἡγεῖσθαί τε καὶ ἄρχειν.
然而,看来最大的资格应该是第六个:命令无知者追随,而让有智慧者引导并统治。
καίτοι τοῦτό γε, ὦ Πίνδαρε σοφώτατε, σχεδὸν οὐκ ἂν παρὰ φύσιν ἔγωγε φαίην γίγνεσθαι, κατὰ φύσιν δέ, τὴν τοῦ νόμου ἑκόντων ἀρχὴν ἀλλʼ οὐ βίαιον πεφυκυῖαν.
然而,最聪明的品达啊,在我看来,这绝不是违反自然而产生的,而是符合自然的,即那不是强迫的、而是自愿者对法律的服从。
ΚΛ. ὀρθότατα λέγεις.
” 克莱尼亚斯:“你说的非常正确。
ΑΘ. θεοφιλῆ δέ γε καὶ εὐτυχῆ τινα λέγοντες ἑβδόμην ἀρχήν, εἰς κλῆρόν τινα προάγομεν, καὶ λαχόντα μὲν ἄρχειν, δυσκληροῦντα δὲ ἀπιόντα ἄρχεσθαι τὸ δικαιότατον εἶναί φαμεν.
” 雅典人:“此外,我们把第七种统治称为蒙神眷顾且幸运的统治,并将其付诸抽签;我们说,让抽中者统治,而让未抽中者退下并被统治,这是最公正的事。
ΚΛ. ἀληθέστατα λέγεις.
” 克莱尼亚斯:“你说的非常真实。
ΑΘ. ὁρᾷς δή, φαῖμεν ἄν, ὦ νομοθέτα, πρός τινα παίζοντες τῶν ἐπὶ νόμων θέσιν ἰόντων ῥᾳδίως, ὅσα ἐστὶ πρὸς ἄρχοντας ἀξιώματα, καὶ ὅτι πεφυκότα πρὸς ἄλληλα ἐναντίως;
” 雅典人:““你看吧,”我们会这样对某位轻易着手制定法律的人开玩笑说,“立法者啊,统治者的资格有多少种,而且它们在天性上是多么互相冲突啊!
νῦν γὰρ δὴ στάσεων πηγήν τινα ἀνηυρήκαμεν ἡμεῖς, ἣν δεῖ σε θεραπεύειν.
因为现在我们确实发现了一个党争的源头,这是你必须治疗的。
πρῶτον δὲ μεθʼ ἡμῶν ἀνάσκεψαι πῶς τε καὶ τί παρὰ ταῦτα ἁμαρτόντες οἱ περί τε Ἄργος καὶ Μεσσήνην βασιλῆς αὑτοὺς ἅμα καὶ τὴν τῶν Ἑλλήνων δύναμιν, οὖσαν θαυμαστὴν ἐν τῷ τότε χρόνῳ, διέφθειραν.
但首先请与我们一起审视:阿尔戈斯和美塞尼亚的国王们,是如何以及在什么地方违背了这些原则,从而毁掉了他们自己以及希腊人的力量—— 这股力量在当时是极其惊人的。
ἆρʼ οὐκ ἀγνοήσαντες τὸν Ἡσίοδον ὀρθότατα λέγοντα ὡς τὸ ἥμισυ τοῦ παντὸς πολλάκις ἐστὶ πλέον;
难道他们不是因为不理解赫西俄德那极其正确的话——‘一半往往多于全部’吗?
ὁπόταν ᾖ τὸ μὲν ὅλον λαμβάνειν ζημιῶδες, τὸ δʼ ἥμισυ μέτριον, τότε τὸ μέτριον τοῦ ἀμέτρου πλέον ἡγήσατο, ἄμεινον ὂν χείρονος.
每当拿走全部是有害的,而一半是适度的时候,他便认为适度的多于无度的,因为好的胜过坏的。
ΚΛ. ὀρθότατά γε.
”” 克莱尼亚斯:“非常正确。
ΑΘ. πότερον οὖν οἰόμεθα περὶ βασιλέας τοῦτʼ ἐγγιγνόμενον ἑκάστοτε διαφθείρειν πρότερον, ἢ ἐν τοῖσιν δήμοις;
” 雅典人:“那么,我们认为这种病症在每次发生时,是先在国王们身上产生并败坏他们,还是在平民中产生?
§3.691ΚΛ. τὸ μὲν εἰκὸς καὶ τὸ πολύ, βασιλέων τοῦτʼ εἶναι νόσημα ὑπερηφάνως ζώντων διὰ τρυφάς.
” 克莱尼亚斯:“很自然且在大多数情况下,这是因奢华而生活傲慢的国王们的病症。
ΑΘ. οὐκοῦν δῆλον ὡς πρῶτον τοῦτο οἱ τότε βασιλῆς ἔσχον, τὸ πλεονεκτεῖν τῶν τεθέντων νόμων, καὶ ὃ λόγῳ τε καὶ ὅρκῳ ἐπῄνεσαν, οὐ συνεφώνησαν αὑτοῖς, ἀλλὰ ἡ διαφωνία, ὡς ἡμεῖς φαμεν, οὖσα ἀμαθία μεγίστη, δοκοῦσα δὲ σοφία, πάντʼ ἐκεῖνα διὰ πλημμέλειαν καὶ ἀμουσίαν τὴν πικρὰν διέφθειρεν;
” 雅典人:“那么显而易见,当时的国王们首先具有这种特征,即贪求多于已制定的法律,并且在言词和誓言中所赞同的事上,他们没有与自己达成协调,相反,正如我们所说,这种属于‘最大的无知’却被误认为‘智慧’的不和谐,通过失调和那痛苦的无教养,摧毁了所有那些东西?
ΚΛ. ἔοικε γοῦν.
” 克莱尼亚斯:“至少看起来是这样。
ΑΘ. εἶεν·
” 雅典人:“那么。
τί δὴ τὸν νομοθέτην ἔδει τότε τιθέντα εὐλαβηθῆναι τούτου περὶ τοῦ πάθους τῆς γενέσεως;
当时的立法者在制定法律时,究竟需要警惕这种病症的产生到什么程度?
ἆρʼ ὦ πρὸς θεῶν νῦν μὲν οὐδὲν σοφὸν γνῶναι τοῦτο οὐδʼ εἰπεῖν χαλεπόν, εἰ δὲ προϊδεῖν ἦν τότε, σοφώτερος ἂν ἦν ἡμῶν ὁ προϊδών;
看在神的份上,现在知道这件事并不需要什么智慧,说出来也不难,但如果当时能预见到,那预见之人难道不比我们更有智慧吗?
ΜΕ. τὸ ποῖον δὴ λέγεις;
” 梅格洛斯:“你究竟是指什么事?
ΑΘ. εἰς τὸ γεγονὸς παρʼ ὑμῖν, ὦ Μέγιλλε, ἔστιν νῦν γε κατιδόντα γνῶναι, καὶ γνόντα εἰπεῖν ῥᾴδιον, ὃ τότε ἔδει γίγνεσθαι.
” 雅典人:“梅格洛斯啊,看看你们那里发生的事情,现在观察并知晓,并在知晓后说出当时应当发生什么,这是很容易的。
ΜΕ. σαφέστερον ἔτι λέγε.
” 梅格洛斯:“请说得更明白些。
ΑΘ. τὸ τοίνυν σαφέστατον ἂν εἴη τὸ τοιόνδε.
” 雅典人:“那么,最明白的事情大概是这样的。
ΜΕ. τὸ ποῖον;
” 梅格洛斯:“哪一种?
ΑΘ. ἐάν τις μείζονα διδῷ τοῖς ἐλάττοσι παρεὶς τὸ μέτριον, πλοίοις τε ἱστία καὶ σώμασιν τροφὴν καὶ ψυχαῖς ἀρχάς, ἀνατρέπεταί που πάντα, καὶ ἐξυβρίζοντα τὰ μὲν εἰς νόσους θεῖ, τὰ δʼ εἰς ἔκγονον ὕβρεως ἀδικίαν.
” 雅典人:“如果有人忽视了适度,将过大的东西赐予较小的对象——把过大的帆给船,把过多的食物给身体,把过大的统治权给灵魂——我以为,一切都会被颠覆,并且由于陷于骄横,有的会奔向疾病,有的会奔向骄横的产物,即不义。
τί οὖν δή ποτε λέγομεν;
那么,我们究竟是在说什么呢?
ἆρά γε τὸ τοιόνδε, ὡς οὐκ ἔστʼ, ὦ φίλοι ἄνδρες, θνητῆς ψυχῆς φύσις ἥτις ποτὲ δυνήσεται τὴν μεγίστην ἐν ἀνθρώποις ἀρχὴν φέρειν νέα καὶ ἀνυπεύθυνος, ὥστε μὴ τῆς μεγίστης νόσου ἀνοίας πληρωθεῖσα αὑτῆς τὴν διάνοιαν, μῖσος ἔχειν πρὸς τῶν ἐγγύτατα φίλων, ὃ γενόμενον ταχὺ διέφθειρεν αὐτὴν καὶ πᾶσαν τὴν δύναμιν ἠφάνισεν αὐτῆς;
难道不是在说:朋友们啊,绝没有任何凡人灵魂的本性,能够在年轻且不负行政责任的情况下,承受人类中最大的统治权,而不使其心灵充满最大的疾病即愚蠢,并对其最亲近的朋友产生憎恨,一旦发生这种情况,就会迅速毁灭其灵魂本身,并使其所有力量消逝?
τοῦτʼ οὖν εὐλαβηθῆναι γνόντας τὸ μέτριον μεγάλων νομοθετῶν.
因此,通过知晓适度来防范这一点,是伟大立法者的工作。
ὡς οὖν δὴ τότε γενόμενον, νῦν ἔστιν μετριώτατα τοπάσαι·
关于当时发生的事,现在可以作最合理的推测;而这看来是——” 梅格洛斯:“哪一种?
τὸ δʼ ἔοικεν εἶναι— ΜΕ. τὸ ποῖον;

词汇与语法注释

  1. 690cἑκόντων ἀρχὴν ἀλλʼ οὐ βίαιον πεφυκυῖαν — ἑκόντων 是阳性复数分词属格,修饰名词 ἀρχήν,被解释为宾格性属格(目的格属格),意为“对自愿者的统治”。
  2. 690dὅσα ἐστὶ πρὸς ἄρχοντας ἀξιώματα, καὶ ὅτι πεφυκότα πρὸς ἄλληλα ἐναντίως — 作为 ὁρᾷς 的宾语,由间接疑问代名词 ὅσα 引导的从句与由关系代名词 ὅτι(用作中性复数 ἅτινα)引导的从句“以及哪些事物天生互相冲突”相并列。πεφυκότα 是中性复数分词。
  3. 691cἐάν τις μείζονα διδῷ τοῖς ἐλάττοσι παρεὶς τὸ μέτριον, πλοίοις τε ἱστία — παρεὶς τὸ μέτριον(παρίημι 的不定过去时主动分词)表示“忽视适度”这一条件或方式。随后的一系列与格和宾格的配对(如 πλοίοις... ἱστία 等)作为前句 μείζονα τοῖς ἐλάττοσι(将过大之物给予较小之物)的具体例证并列出现。
  4. 691cὥστε μὴ τῆς μεγίστης νόσου ἀνοίας πληρωθεῖσα αὑτης τὴν διάνοιαν — 在 ὥστε 从句中,使用了被动分词 πληρωθεῖσα(πληρόω 的不定过去时被动阴性单数),它带有所属格 τῆς μεγίστης νόσου ἀνοίας(被最大疾病即愚蠢充盈),并支配着宾格 αὑτῆς τὴν διάνοιαν(其自身的心灵,作为关系宾格)。这整体上表示“其自身的心灵不被最大的疾病即愚蠢所充盈”这一结果。

引用这一段

柏拉图, 法律篇 §3.690-3.691. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:3.690-3.691

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。