§3.687ΜΕ. οὐκοῦν ὀρθὸν καὶ τοῦτο;
梅格洛斯:那么,这难道不也是正确的吗?
ἢ πῶς λέγεις;
或者你是怎么说的?
ΑΘ. σκόπει δὴ ποῖ βλέπων ὁ τὸν ἔπαινον τοῦτον περὶ ἑκάστου τιθέμενος ὀρθῶς λέγει· πρῶτον δὲ περὶ αὐτοῦ τοῦ νῦν λεγομένου, πῶς, εἰ κατὰ τρόπον ἠπιστήθησαν τάξαι τὸ στρατόπεδον οἱ τότε διακοσμοῦντες, τοῦ καιροῦ πως ἂν ἔτυχον;
雅典人:那么,请考虑一下,对每件事物给予这种赞扬的人,他是看着什么地方,才说得对的;首先关于现在所说的这件事本身,如果当时的管理人员知道如何以适当的方式来整顿军队,他们会如何以某种方式把握住机会呢?
ἆρʼ οὐκ εἰ συνέστησάν τε ἀσφαλῶς αὐτὸ διέσῳζόν τε εἰς τὸν ἀεὶ χρόνον, ὥστε αὐτούς τε ἐλευθέρους εἶναι καὶ ἄλλων ἄρχοντας ὧν βουληθεῖεν, καὶ ὅλως ἐν ἀνθρώποις πᾶσι καὶ Ἕλλησι καὶ βαρβάροις πράττειν ὅτι ἐπιθυμοῖεν αὐτοί τε καὶ οἱ ἔκγονοι;
难道不正是因为,如果他们安全地建立起它并永久保存它,他们自己就会获得自由,并且成为他们所期望支配的其他人的统治者,而且在全体人类中,无论是希腊人还是蛮族,他们自己和他们的子孙都能做任何他们想做的事吗?
μῶν οὐ τούτων χάριν ἐπαινοῖεν ἄν;
难道他们赞扬它,不正是为了这些吗?
ΜΕ. πάνυ μὲν οὖν.
梅格洛斯:完全确实如此。
ΑΘ. ἆρʼ οὖν καὶ ὃς ἂν ἰδὼν πλοῦτον μέγαν ἢ τιμὰς διαφερούσας γένους, ἢ καὶ ὁτιοῦν τῶν τοιούτων, εἴπῃ ταὐτὰ ταῦτα, πρὸς τοῦτο βλέπων εἶπεν, ὡς διὰ τοῦτο αὐτῷ γενησόμενα ὧν ἂν ἐπιθυμῇ πάντα ἢ τὰ πλεῖστα καὶ ὅσα ἀξιώτατα λόγου;
雅典人:那么,任何人看到巨大的财富、家族的显赫荣誉或任何这类事物,并说了这同样的话,难道不也是看着这一点而说的吗? ——即认为通过这些,他所渴望的一切或绝大部分,以及最值得称道的事情,都将归他所有?
ΜΕ. ἔοικε γοῦν.
梅格洛斯:至少看来是这样。
ΑΘ. φέρε δή, πάντων ἀνθρώπων ἐστὶ κοινὸν ἐπιθύμημα ἕν τι τὸ νῦν ὑπὸ τοῦ λόγου δηλούμενον, ὡς αὐτός φησιν ὁ λόγος;
雅典人:那么,正如这论证本身所说,现在被论证所阐明的那一件事,是全人类共同的渴望吗?
ΜΕ. τὸ ποῖον;
梅格洛斯:是哪一种渴望?
ΑΘ. τὸ κατὰ τὴν τῆς αὑτοῦ ψυχῆς ἐπίταξιν τὰ γιγνόμενα γίγνεσθαι, μάλιστα μὲν ἅπαντα, εἰ δὲ μή, τά γε ἀνθρώπινα.
雅典人:也就是说,让发生的事情按照自己灵魂的指令来发生,最好是所有事情,如果不行,至少是人事。
ΜΕ. τί μήν;
梅格洛斯:当然如此。
ΑΘ. οὐκοῦν ἐπείπερ βουλόμεθα πάντες τὸ τοιοῦτον ἀεί, παῖδές τε ὄντες καὶ ἄνδρες πρεσβῦται, τοῦτʼ αὐτὸ καὶ εὐχοίμεθʼ ἂν ἀναγκαίως διὰ τέλους;
雅典人:那么,既然我们所有人,无论是在孩童时期、成年时期还是老年时期,都始终渴望着这样的一件事,难道我们不也必然会终生为这同一件事而祈祷吗?
ΜΕ. πῶς δʼ οὔ;
梅格洛斯:怎么会不呢?
ΑΘ. καὶ μὴν τοῖς γε φίλοις που συνευχοίμεθʼ ἂν ταῦτα ἅπερ ἐκεῖνοι ἑαυτοῖσιν.
雅典人:而且,我们无疑也会和朋友们一起,为他们自己所祈求的那些事情而祈愿。
ΜΕ. τί μήν;
梅格洛斯:当然如此。
ΑΘ. φίλος μὲν ὑὸς πατρί, παῖς ὢν ἀνδρί.
雅典人:儿子对父亲而言是亲爱的,孩子对成年男子而言也是如此。
ΜΕ. πῶς δʼ οὔ;
梅格洛斯:怎么会不呢?
ΑΘ. καὶ μὴν ὧν γʼ ὁ παῖς εὔχεται ἑαυτῷ γίγνεσθαι, πολλὰ ὁ πατὴρ ἀπεύξαιτʼ ἂν τοῖς θεοῖς μηδαμῶς κατὰ τὰς τοῦ ὑέος εὐχὰς γίγνεσθαι.
雅典人:然而,在孩子祈求发生在自己身上的事情中,父亲却会向神明祈求消解其中的许多事情,绝不让它们按照儿子的祈愿发生。
ΜΕ. ὅταν ἀνόητος ὢν καὶ ἔτι νέος εὔχηται, λέγεις;
梅格洛斯:你是说,当他在愚蠢且还年轻时祈祷的时候吗?
ΑΘ. καὶ ὅταν γε ὁ πατὴρ ὢν γέρων ἢ καὶ σφόδρα νεανίας, μηδὲν τῶν καλῶν καὶ τῶν δικαίων γιγνώσκων, εὔχηται μάλα προθύμως ἐν παθήμασιν ἀδελφοῖς ὢν τοῖς γενομένοις Θησεῖ πρὸς τὸν δυστυχῶς τελευτήσαντα Ἱππόλυτον, ὁ δὲ παῖς γιγνώσκῃ, τότε, δοκεῖς, παῖς πατρὶ συνεύξεται;
雅典人:而且,当做父亲的人——无论是年老还是极其年轻——在对美德与正义一无所知的情况下,陷入了类似于忒修斯对待不幸死去的希波吕托斯时所产生的那种情感中,非常热切地祈祷,而孩子却明白事理时,你认为那时候,孩子会和父亲一起祈愿吗?
ΜΕ. μανθάνω ὃ λέγεις.
梅格洛斯:我明白你的意思了。
λέγειν γάρ μοι δοκεῖς ὡς οὐ τοῦτο εὐκτέον οὐδὲ ἐπεικτέον, ἕπεσθαι πάντα τῇ ἑαυτοῦ βουλήσει, τὴν βούλησιν δὲ πολὺ μᾶλλον τῇ ἑαυτοῦ φρονήσει· τοῦτο δὲ καὶ πόλιν καὶ ἕνα ἡμῶν ἕκαστον καὶ εὔχεσθαι δεῖν καὶ σπεύδειν, ὅπως νοῦν ἕξει.
因为在我看来,你是说,人不应该祈求或企望万事都顺从自己的意愿,而应当是意愿远远更顺从自己的智慧;而且,无论是城邦还是我们每个人,都必须为此祈祷并努力,以便拥有理智。