Humanitext Reader

柏拉图 · 法律篇 §3.684

多利安三城的相互盟约与立法的有利条件

第 33 段,共 186 段 · 希腊语

内容简介

雅典人回顾了多利安三城君民之间的相互誓约,以及两城联合对付任何不服从法律的城市的防御同盟。他指出,由于不存在土地再分配和免除债务的争议,他们的立法者拥有极大的便利,进而提出了这些国家的建城和立法为何最终失败的问题。

§3.684ΑΘ. οὐκοῦν νῦν δὴ μᾶλλον βεβαιωσόμεθα τὸ τοιοῦτον· περιτυχόντες γὰρ ἔργοις γενομένοις, ὡς ἔοικεν, ἐπὶ τὸν αὐτὸν λόγον ἐληλύθαμεν, ὥστε οὐ περὶ κενόν τι ζητήσομεν τὸν αὐτὸν λόγον, ἀλλὰ περὶ γεγονός τε καὶ ἔχον ἀλήθειαν.
雅典人:那么现在,我们更加要确证这一事实;因为遇到了实际发生的事实,看来我们已经回到了同样的论说,因此我们并非在对某种空洞的事物进行探讨,而是围绕着已经发生、且具有真实性的事情。
γέγονεν δὴ τάδε· βασιλεῖαι τρεῖς βασιλευομέναις πόλεσιν τριτταῖς ὤμοσαν ἀλλήλαις ἑκάτεραι, κατὰ νόμους οὓς ἔθεντο τοῦ τε ἄρχειν καὶ ἄρχεσθαι κοινούς, οἱ μὲν μὴ βιαιοτέραν τὴν ἀρχὴν ποιήσεσθαι προϊόντος τοῦ χρόνου καὶ γένους, οἱ δέ, ταῦτα ἐμπεδούντων τῶν ἀρχόντων, μήτε αὐτοὶ τὰς βασιλείας ποτὲ καταλύσειν μήτʼ ἐπιτρέψειν ἐπιχειροῦσιν ἑτέροις, βοηθήσειν δὲ βασιλῆς τε βασιλεῦσιν ἀδικουμένοις καὶ δήμοις, καὶ δῆμοι δήμοις καὶ βασιλεῦσιν ἀδικουμένοις.
实际发生的事情是这样的:三个王政与受它们统治的三个城市,各自双方根据它们为统治与被统治所制定的共同法律,彼此宣誓:一方誓言随着时间和世代的推移,不会使他们的统治变得更加暴虐;另一方誓言只要统治者们严守这些承诺,他们自己就绝不颠覆王权,也不容许其他企图颠覆者得逞;并且,若国王遭遇不公,国王们将予以援助,若人民遭遇不公,国王们也将予以援助,若人民遭遇不公,人民将予以援助,若国王遭遇不公,人民也将予以援助。
ἆρʼ οὐχ οὕτως;
难道不是这样吗?
ΜΕ. οὕτω μὲν οὖν.
梅格洛斯:正是如此。
ΑΘ. οὐκοῦν τό γε μέγιστον ταῖς καταστάσεσιν τῶν πολιτειῶν ὑπῆρχεν ταῖς ἐν ταῖς τρισὶ πόλεσι νομοθετουμέναις, εἴτε οἱ βασιλῆς ἐνομοθέτουν εἴτʼ ἄλλοι τινές;
雅典人:那么,无论是国王们还是其他什么人立法,在着手为这三个城市制定法律的国制确立中,不是具备了最大的优势吗?
ΜΕ. ποῖον;
梅格洛斯:什么优势?
ΑΘ. τὸ βοηθούς γε εἶναι τὰς δύο ἐπὶ τὴν μίαν ἀεὶ πόλιν, τὴν τοῖς τεθεῖσιν νόμοις ἀπειθοῦσαν.
雅典人:那就是对于不服从既定法律的任何一个城市,另外两个城市总是作为援助者去对付它。
ΜΕ. δῆλον.
梅格洛斯:显而易见。
ΑΘ. καὶ μὴν τοῦτό γε οἱ πολλοὶ προστάττουσιν τοῖς νομοθέταις, ὅπως τοιούτους θήσουσιν τοὺς νόμους οὓς ἑκόντες οἱ δῆμοι καὶ τὰ πλήθη δέξονται, καθάπερ ἂν εἴ τις γυμνασταῖς ἢ ἰατροῖς προστάττοι μεθʼ ἡδονῆς θεραπεύειν τε καὶ ἰᾶσθαι τὰ θεραπευόμενα σώματα.
雅典人:况且,许多人还给立法者提出这样的要求,即应当制定出能让人民和大众心甘情愿接受的法律,这就好比有人要求健身教练或医生在伴随快乐的前提下去训练和治疗接受治疗的身体。
ΜΕ. παντάπασι μὲν οὖν.
梅格洛斯:完全确实如此。
ΑΘ. τὸ δέ γʼ ἐστὶν ἀγαπητὸν πολλάκις εἰ καί τις μετὰ λύπης μὴ μεγάλης δύναιτο εὐεκτικά τε καὶ ὑγιῆ σώματα ἀπεργάζεσθαι.
雅典人:然而,哪怕是伴随着并非极大的痛苦,如果有人能够把身体调理得强健而健康,这往往也已经是令人欣慰的事情了。
ΜΕ. τί μήν;
梅格洛斯:可不是嘛。
ΑΘ. καὶ τόδε γε ἔτι τοῖς τότε ὑπῆρχεν οὐ σμικρὸν εἰς ῥᾳστώνην τῆς θέσεως τῶν νόμων.
雅典人:此外,在立法简易性方面,当时的人们还具备了如下一个不小的优势。
ΜΕ. τὸ ποῖον;
梅格洛斯:那是什么样的优势?
ΑΘ. οὐκ ἦν τοῖς νομοθέταις ἡ μεγίστη τῶν μέμψεων, ἰσότητα αὐτοῖς τινα κατασκευάζουσιν τῆς οὐσίας, ἥπερ ἐν ἄλλαις νομοθετουμέναις πόλεσι πολλαῖς γίγνεται, ἐάν τις ζητῇ γῆς τε κτῆσιν κινεῖν καὶ χρεῶν διάλυσιν, ὁρῶν ὡς οὐκ ἂν δύναιτο ἄνευ τούτων γενέσθαι ποτὲ τὸ ἴσον ἱκανῶς·
雅典人:当立法者们为他们确立某种财产平等时,并没有招致最大的指责;而在许多其他立法建城的城市中,如果有人试图变更土地所有权和免除债务,就会产生这种指责,因为那人看出,没有这些手段,绝不可能实现充分的平等。
ὡς ἐπιχειροῦντι δὴ νομοθέτῃ κινεῖν τῶν τοιούτων τι πᾶς ἀπαντᾷ λέγων μὴ κινεῖν τὰ ἀκίνητα, καὶ ἐπαρᾶται γῆς τε ἀναδασμοὺς εἰσηγούμενον καὶ χρεῶν ἀποκοπάς, ὥστʼ εἰς ἀπορίαν καθίστασθαι πάντʼ ἄνδρα.
事实上,对于企图触动这类事情中任何一项的立法者,人人都起而反对,说道“不要动不可动摇之物”,并对引入土地重新分配和免除债务的人施加诅咒,以至于每个人都陷入困境。
τοῖς δὲ δὴ Δωριεῦσι καὶ τοῦθʼ οὕτως ὑπῆρχεν καλῶς καὶ ἀνεμεσήτως, γῆν τε ἀναμφισβητήτως διανέμεσθαι, καὶ χρέα μεγάλα καὶ παλαιὰ οὐκ ἦν.
但对于多利安人而言,这一点也同样非常美好且毫无怨言地具备了:土地的分配毫无争议,也没有巨额且陈旧的债务。
ΜΕ. ἀληθῆ.
梅格洛斯:的确如此。
ΑΘ. πῇ δή ποτε οὖν, ὦ ἄριστοι, κακῶς οὕτως αὐτοῖς ἐχώρησεν ἡ κατοίκισίς τε καὶ νομοθεσία;
雅典人:那么,最优秀的朋友们啊,究竟为什么他们的建城和立法会落得如此糟糕的结局呢?

词汇与语法注释

  1. 684aοἱ μὲν ... οἱ δέ — 在这一对比关系中,`οἱ μὲν` 指“国王们”(对应“王政” `βασιλεῖαι`),`οἱ δέ` 指“被统治城市的民众”(对应 `πόλεσιν`)。它们作为不定式从句(`μή... ποιήσεσθαι` 与 `μήτε... καταλύσειν μήτʼ ἐπιτρέψειν`)的主语,分别表示双方宣誓的具体内容。
  2. 684bτὸ βοηθούς γε εἶναι — 带冠词的不定式 `τὸ... εἶναι` 构成名词短语,作为前文提问“什么样的优势?”(`ποῖον;`)的直接回答。`βοηθούς`(宾格)是不定式的表语,与其逻辑主语“两个城市”(`τὰς δύο`,宾格)保持格的一致。
  3. 684dκατασκευάζουσιν — 与格现在分词(阳性复数),与 `τοῖς νομοθέταις` 一致。它作为状语分词,表示立法者在确立财产平等之“时”或“条件”。
  4. 684eμὴ κινεῖν τὰ ἀκίνητα — 希腊世界广为人知的惯用语(谚语),意为“不要动不可动摇之物”(指神圣的土地、既定的法律或秩序等)。此处的 `κινεῖν`(变动、修改)特指企图进行诸如土地重新分配或免除债务等激进改革。

引用这一段

柏拉图, 法律篇 §3.684. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:3.684

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。