§3.682ΑΘ. λέγει γὰρ δὴ ταῦτα τὰ ἔπη καὶ ἐκεῖνα, ἃ περὶ τῶν Κυκλώπων εἴρηκεν, κατὰ θεόν πως εἰρημένα καὶ κατὰ φύσιν·
雅典人:因为他确实是以某种神圣且合乎自然的方式说出这些诗句,以及那些关于独眼巨人的诗句的。
θεῖον γὰρ οὖν δὴ καὶ τὸ ποιητικὸν ἐνθεαστικὸν ὂν γένος ὑμνῳδοῦν, πολλῶν τῶν κατʼ ἀλήθειαν γιγνομένων σύν τισιν Χάρισιν καὶ Μούσαις ἐφάπτεται ἑκάστοτε.
因为诗人的种族确实具有神性,充满灵感,他们吟唱圣歌,在美惠三女神和缪斯女神的陪伴下,每次都能触及许多真实发生的事情。
ΚΛ. καὶ μάλα.
克里尼亚:确实如此。
ΑΘ. εἰς δὴ τὸ πρόσθεν προέλθωμεν ἔτι τοῦ νῦν ἐπελθόντος ἡμῖν μύθου·
雅典人:那么,让我们把刚才脑海中浮现的这个故事进一步推向前进;因为这或许能指明一些关于我们意图的事情。
τάχα γὰρ ἂν σημήνειέ τι τῆς ἡμετέρας περὶ βουλήσεως.
难道不应该这样做吗?
οὐκοῦν χρή; ΚΛ. πάνυ μὲν οὖν.
克里尼亚:完全应该。
ΑΘ. κατῳκίσθη δή, φαμέν, ἐκ τῶν ὑψηλῶν εἰς μέγα τε καὶ καλὸν πεδίον Ἴλιον, ἐπὶ λόφον τινὰ οὐχ ὑψηλὸν καὶ ἔχοντα ποταμοὺς πολλοὺς ἄνωθεν ἐκ τῆς Ἴδης ὡρμημένους.
雅典人:那么我们说,伊利奥斯是从高处迁下,建立在一个巨大而美丽的平原上,位于一座不高的小丘上,那座小丘有着许多从高处的伊达山奔流而下的河流。
ΚΛ. φασὶ γοῦν.
克里尼亚:人们确实是这么说的。
ΑΘ. ἆρʼ οὖν οὐκ ἐν πολλοῖς τισι χρόνοις τοῖς μετὰ τὸν κατακλυσμὸν τοῦτο οἰόμεθα γεγονέναι;
雅典人:那么,难道我们不认为这是发生在大洪水之后的漫长岁月里吗?
ΚΛ. πῶς δʼ οὐκ ἐν πολλοῖς;
克里尼亚:怎么会不是漫长的岁月呢?
ΑΘ. δεινὴ γοῦν ἔοικεν αὐτοῖς λήθη τότε παρεῖναι τῆς νῦν λεγομένης φθορᾶς, ὅθʼ οὕτως ὑπὸ ποταμοὺς πολλοὺς καὶ ἐκ τῶν ὑψηλῶν ῥέοντας πόλιν ὑπέθεσαν, πιστεύσαντες οὐ σφόδρα ὑψηλοῖς τισιν λόφοις.
雅典人:当时,他们对现在所说的毁灭显然有着可怕的忘却,因为他们竟把城市的基础安置在这么多从高处流下的河流下方,信任了那些并不很高的小丘。
ΚΛ. δῆλον οὖν ὡς παντάπασί τινα μακρὸν ἀπεῖχον χρόνον τοῦ τοιούτου πάθους.
克里尼亚:因此,显而易见,他们距离那样的灾难已经有了极漫长的时间。
ΑΘ. καὶ ἄλλαι γε οἶμαι πόλεις τότε κατῴκουν ἤδη πολλαί, πληθυόντων τῶν ἀνθρώπων.
雅典人:而且我认为,随着人口的增加,当时已经有许多其他城市建立起来了。
ΚΛ. τί μήν;
克里尼亚:可不是嘛。
ΑΘ. αἵ γέ που καὶ ἐπεστρατεύσαντο αὐτῇ, καὶ κατὰ θάλατταν δὲ ἴσως, ἀφόβως ἤδη πάντων χρωμένων τῇ θαλάττῃ.
雅典人:那些城市想必也对她发起了战争,可能也是通过海上,因为当时所有人已经毫无畏惧地利用海洋了。
ΚΛ. φαίνεται.
克里尼亚:看起来是这样。
ΑΘ. δέκα δʼ ἔτη που μείναντες Ἀχαιοὶ τὴν Τροίαν ἀνάστατον ἐποίησαν.
雅典人:阿卡亚人停留了大约十年,将特洛伊夷为平地。
ΚΛ. καὶ μάλα.
克里尼亚:确实如此。
ΑΘ. οὐκοῦν ἐν τούτῳ τῷ χρόνῳ, ὄντι δεκέτει, ὃν τὸ Ἴλιον ἐπολιορκεῖτο, τὰ τῶν πολιορκούντων ἑκάστων οἴκοι κακὰ πολλὰ συνέβαινεν γιγνόμενα περὶ τὰς στάσεις τῶν νέων, οἳ καὶ ἀφικομένους τοὺς στρατιώτας εἰς τὰς αὑτῶν πόλεις τε καὶ οἰκίας οὐ καλῶς οὐδʼ ἐν δίκῃ ὑπεδέξαντο, ἀλλʼ ὥστε θανάτους τε καὶ σφαγὰς καὶ φυγὰς γενέσθαι παμπόλλας·
雅典人:那么,在伊利奥斯被围攻的这十年的时间里,在围攻者的各自家中,由于年轻人的派系斗争,发生了许多不幸的事情。 年轻人对于回到自己城市和家中的士兵,接待得既不体面也不公正,而是导致了无数的死亡、屠杀和流放。
οἳ πάλιν ἐκπεσόντες κατῆλθον μεταβαλόντες ὄνομα, Δωριῆς ἀντʼ Ἀχαιῶν κληθέντες διὰ τὸ τὸν συλλέξαντα εἶναι τὰς τότε φυγὰς Δωριᾶ.
而那些被驱逐的人再次返回,改变了名字,被称为多利安人而不是阿卡亚人,这是因为聚集起当时流亡者的人是多利乌斯。
καὶ δὴ ταῦτά γε ἤδη πάνθʼ ὑμεῖς, ὦ Λακεδαιμόνιοι, τἀντεῦθεν μυθολογεῖτέ τε καὶ διαπεραίνετε.
而这一切此后的事情,拉刻代蒙人啊,你们现在就已经将其作为神话并加以讲述完毕了。
ΜΕ. τί μήν;
梅格洛斯:可不是嘛。
§3.683ΑΘ. ὅθεν δὴ κατʼ ἀρχὰς ἐξετραπόμεθα περὶ νόμων διαλεγόμενοι, περιπεσόντες μουσικῇ τε καὶ ταῖς μέθαις, νῦν ἐπὶ τὰ αὐτὰ πάλιν ἀφίγμεθα ὥσπερ κατὰ θεόν, καὶ ὁ λόγος ἡμῖν οἷον λαβὴν ἀποδίδωσιν·
雅典人:我们起初在讨论法律时,由于偶然谈到音乐和饮酒而偏离了方向,现在我们就像是在神助之下再次回到了相同的地方,而我们的论述也给我们提供了一个,可以说是,抓手。
ἥκει γὰρ ἐπὶ τὴν εἰς Λακεδαίμονα κατοίκισιν αὐτήν, ἣν ὑμεῖς ὀρθῶς ἔφατε κατοικεῖσθαι καὶ Κρήτην ὡς ἀδελφοῖς νόμοις.
因为它已经引向了对拉刻代蒙本身的移居入植,正如你们正确地说过的,拉刻代蒙和克里特一样,是在兄弟般的法律下建立和运作的。
νῦν οὖν δὴ τοσόνδε πλεονεκτοῦμεν τῇ πλάνῃ τοῦ λόγου, διὰ πολιτειῶν τινων καὶ κατοικισμῶν διεξελθόντες· ἐθεασάμεθα πρώτην τε καὶ δευτέραν καὶ τρίτην πόλιν, ἀλλήλων, ὡς οἰόμεθα, ταῖς κατοικίσεσιν ἐχομένας ἐν χρόνου τινὸς μήκεσιν ἀπλέτοις, νῦν δὲ δὴ τετάρτη τις ἡμῖν αὕτη πόλις, εἰ δὲ βούλεσθε, ἔθνος ἥκει κατοικιζόμενόν τέ ποτε καὶ νῦν κατῳκισμένον.
所以现在,我们从这次论述的偏离中获得了如此多的益处,因为我们探讨了某些政体和移居方式;我们看到了第一、第二和第三个城市,如我们所认为的,它们在无限漫长的时间里,在入植方式上彼此相继。 而现在,这第四个城市,或者如果你愿意,第四个民族,正作为曾经入植且如今已安定下来的地方,展现在我们面前。
ἐξ ὧν ἁπάντων εἴ τι συνεῖναι δυνάμεθα τί τε καλῶς ἢ μὴ κατῳκίσθη, καὶ ποῖοι νόμοι σῴζουσιν αὐτῶν τὰ σῳζόμενα καὶ ποῖοι φθείρουσι τὰ φθειρόμενα, καὶ ἀντὶ ποίων ποῖα μετατεθέντα εὐδαίμονα πόλιν ἀπεργάζοιτʼ ἄν, ὦ Μέγιλλέ τε καὶ Κλεινία, ταῦτα δὴ πάλιν οἷον ἐξ ἀρχῆς ἡμῖν λεκτέον, εἰ μή τι τοῖς εἰρημένοις ἐγκαλοῦμεν λόγοις.
如果从所有这些事情中,我们能够明白什么被好地或不好地建立,以及什么样的法律保存了其中被保存下来的东西,什么样的法律毁灭了被毁灭的东西,并且用什么样的东西代替什么样的东西进行改变会使城市幸福,梅格洛斯和克里尼亚啊,那么这些事情我们必须像从头开始一样重新探讨,除非我们对已经发表的论述有什么不满意。
ΜΕ. εἰ γοῦν, ὦ ξένε, τις ἡμῖν ὑπόσχοιτο θεὸς ὡς, ἐὰν ἐπιχειρήσωμεν τὸ δεύτερον τῇ τῆς νομοθεσίας σκέψει, τῶν νῦν εἰρημένων λόγων οὐ χείρους οὐδʼ ἐλάττους ἀκουσόμεθα, μακρὰν ἂν ἔλθοιμι ἔγωγε, καί μοι βραχεῖʼ ἂν δόξειεν ἡ νῦν παροῦσα ἡμέρα γίγνεσθαι.
梅格洛斯:异邦人啊,如果某位神明能向我们保证,如果我们第二次尝试对立法进行审视,我们将听到不比现在所说的更差、也不更少的论述,那么我愿意走很远的路,而且这今天的一天对我来说将显得很短暂。
καίτοι σχεδόν γʼ ἐστὶν ἡ ἐκ θερινῶν εἰς τὰ χειμερινὰ τοῦ θεοῦ τρεπομένου.
尽管现在几乎是神(太阳)从夏至转向冬至的时期。
ΑΘ. χρὴ δὴ ταῦτα, ὡς ἔοικεν, σκοπεῖν.
雅典人:看来我们确实应该考察这些事情。
ΜΕ. πάνυ μὲν οὖν.
梅格洛斯:确实完全如此。
ΑΘ. γενώμεθα δὴ ταῖς διανοίαις ἐν τῷ τότε χρόνῳ, ὅτε Λακεδαίμων μὲν καὶ Ἄργος καὶ Μεσσήνη καὶ τὰ μετὰ τούτων ὑποχείρια τοῖς προγόνοις ὑμῶν, ὦ Μέγιλλε, ἱκανῶς ἐγεγόνει·
雅典人:那么让我们的思想回到那个时代,当时拉刻代蒙、阿戈斯、梅塞内以及随后的地区,梅格洛斯啊,都已经充分受制于你们的祖先了。
τὸ δὲ δὴ μετὰ τοῦτο ἔδοξεν αὐτοῖς, ὥς γε λέγεται τὸ τοῦ μύθου, τριχῇ τὸ στράτευμα διανείμαντας, τρεῖς πόλεις κατοικίζειν, Ἄργος, Μεσσήνην, Λακεδαίμονα.
而在这之后,正如神话所说的那样,他们决定把军队分成三部分,建立三个城市:阿戈斯、梅塞内、拉刻代蒙。
ΜΕ. πάνυ μὲν οὖν.
梅格洛斯:确实完全如此。
ΑΘ. καὶ βασιλεὺς μὲν Ἄργους Τήμενος ἐγίγνετο, Μεσσήνης δὲ Κρεσφόντης, Λακεδαίμονος δὲ Προκλῆς καὶ Εὐρυσθένης.
雅典人:泰梅诺斯成了阿戈斯的国王,克雷斯丰特斯成了梅塞内的国王,普罗克勒斯和欧律斯蒂内斯成了拉刻代蒙的国王。
ΜΕ. πῶς γὰρ οὔ;
梅格洛斯:怎么会不是呢?
ΑΘ. καὶ πάντες δὴ τούτοις ὤμοσαν οἱ τότε βοηθήσειν, ἐάν τις τὴν βασιλείαν αὐτῶν διαφθείρῃ.
雅典人:当时的每一个人都向他们宣誓,如果有人破坏他们的王权,他们将进行援助。
ΜΕ. τί μήν;
梅格洛斯:可不是嘛。
ΑΘ. βασιλεία δὲ καταλύεται, ὦ πρὸς Διός, ἢ καί τις ἀρχὴ πώποτε κατελύθη, μῶν ὑπό τινων ἄλλων ἢ σφῶν αὐτῶν;
雅典人:但是,凭着宙斯起誓,王权被废黜,或者任何权力曾经被废黜,难道是被自己人以外的其他什么人废黜的吗?
ἢ νυνδὴ μέν, ὀλίγον ἔμπροσθεν τούτοις περιτυχόντες τοῖς λόγοις, οὕτω ταῦτʼ ἐτίθεμεν, νῦν δʼ ἐπιλελήσμεθα;
还是说,我们刚才在不久前遇到这些论述时,是以这种方式设定的,而现在我们却忘记了?
ΜΕ. καὶ πῶς;
梅格洛斯:怎么会忘记呢?