§3.680ΑΘ. λελέχθω δὴ ταῦτα ἡμῖν καὶ τὰ τούτοις συνεπόμενα ἔτι πάντα εἰρήσθω τοῦδʼ ἕνεκα, ἵνα νοήσωμεν τοῖς τότε νόμων τίς ποτʼ ἦν χρεία καὶ τίς ἦν νομοθέτης αὐτοῖς.
雅典人:那么,我们要说这些话,而此后随之而来的所有事情也都是为了这个目的而说:为了让我们理解当时的人们究竟对法律有什么需要,以及谁是他们的立法者。
ΚΛ. καὶ καλῶς γε εἴρηκας.
克里尼亚:你说得确实很好。
ΑΘ. ἆρʼ οὖν ἐκεῖνοι μὲν οὔτʼ ἐδέοντο νομοθετῶν οὔτε πω ἐφίλει κατὰ τούτους τοὺς χρόνους γίγνεσθαι τὸ τοιοῦτον;
雅典人:那么,当时的人们是否既不需要立法者,而且在那个时代也还不习惯发生这样的事情呢?
οὐδὲ γὰρ γράμματα ἔστι πω τοῖς ἐν τούτῳ τῷ μέρει τῆς περιόδου γεγονόσιν, ἀλλʼ ἔθεσι καὶ τοῖς λεγομένοις πατρίοις νόμοις ἑπόμενοι ζῶσιν.
因为对于生活在这一历史周期阶段的人们来说,甚至连文字都还不存在,他们只是遵循着习惯和所谓的祖传律法生活。
ΚΛ. εἰκὸς γοῦν.
克里尼亚:这确实合乎情理。
ΑΘ. πολιτείας δέ γε ἤδη καὶ τρόπος ἐστίν τις οὗτος.
雅典人:然而,这已经是一种政体的形式了。
ΚΛ. τίς;
克里尼亚:是哪一种呢?
ΑΘ. δοκοῦσί μοι πάντες τὴν ἐν τούτῳ τῷ χρόνῳ πολιτείαν δυναστείαν καλεῖν, ἣ καὶ νῦν ἔτι πολλαχοῦ καὶ ἐν Ἕλλησι καὶ κατὰ βαρβάρους ἐστίν·
雅典人:在我看来,大家都把当时的这种政体称为“家长统治”,这种政体至今在希腊人和蛮族中的许多地方依然存在。
λέγει δʼ αὐτήν που καὶ Ὅμηρος γεγονέναι περὶ τὴν τῶν Κυκλώπων οἴκησιν, εἰπὼν—
"
τοῖσιν δʼ οὔτʼ ἀγοραὶ βουληφόροι οὔτε θέμιστες,
ἀλλʼ οἵ γʼ ὑψηλῶν ὀρέων ναίουσι κάρηνα
ἐν σπέσσι γλαφυροῖσι, θεμιστεύει δὲ ἕκαστος
"
"
παίδων ἠδʼ ἀλόχων, οὐδʼ ἀλλήλων ἀλέγουσιν.
荷马在某个地方谈到独眼巨人的居住时,也说这种政体曾经存在,他是这样说的: “他们既没有商议事情的议会,也没有律法,而是居住在崇山峻岭的顶峰,在深邃的洞穴里,每个人都对自己的妻子和儿女施加律法,他们互不理睬。
"
ΚΛ. ἔοικέν γε ὁ ποιητὴς ὑμῖν οὗτος γεγονέναι χαρίεις.
” 克里尼亚:这位诗人对你们来说似乎非常迷人。
καὶ γὰρ δὴ καὶ ἄλλα αὐτοῦ διεληλύθαμεν μάλʼ ἀστεῖα, οὐ μὴν πολλά γε· οὐ γὰρ σφόδρα χρώμεθα οἱ Κρῆτες τοῖς ξενικοῖς ποιήμασιν.
因为我们也读过他其他一些非常风趣的段落,尽管不多;因为我们克里特人并不怎么使用外国的诗歌。
ΜΕ. ἡμεῖς δʼ αὖ χρώμεθα μέν, καὶ ἔοικέν γε κρατεῖν τῶν τοιούτων ποιητῶν, οὐ μέντοι Λακωνικόν γε ἀλλά τινα μᾶλλον Ἰωνικὸν βίον διεξέρχεται ἑκάστοτε.
梅格洛斯:相反,我们倒经常阅读他的作品,而且他似乎超越了所有同类的诗人。 不过他总是描绘一种非拉科尼亚式,而是更偏向于伊奥尼亚式的生活。
νῦν μὴν εὖ τῷ σῷ λόγῳ ἔοικε μαρτυρεῖν, τὸ ἀρχαῖον αὐτῶν ἐπὶ τὴν ἀγριότητα διὰ μυθολογίας ἐπανενεγκών.
然而现在,他通过神话将他们古老的状态归结于野蛮,确实极好地见证了你的论点。
ΑΘ. ναί·
雅典人:是的,因为他确实作了证。
συμμαρτυρεῖ γάρ, καὶ λάβωμέν γε αὐτὸν μηνυτὴν ὅτι τοιαῦται πολιτεῖαι γίγνονταί ποτε.
让我们把他当作证人,来证明这种政体确实曾经产生过。
ΚΛ. καλῶς.
克里尼亚:很好。
ΑΘ. μῶν οὖν οὐκ ἐκ τούτων τῶν κατὰ μίαν οἴκησιν καὶ κατὰ γένος διεσπαρμένων ὑπὸ ἀπορίας τῆς ἐν ταῖς φθοραῖς, ἐν αἷς τὸ πρεσβύτατον ἄρχει διὰ τὸ τὴν ἀρχὴν αὐτοῖς ἐκ πατρὸς καὶ μητρὸς γεγονέναι, οἷς ἑπόμενοι καθάπερ ὄρνιθες ἀγέλην μίαν ποιήσουσι, πατρονομούμενοι καὶ βασιλείαν πασῶν δικαιοτάτην βασιλευόμενοι;
雅典人:那么,这些不就是由于毁灭时的困境,而分散在单一住所和家族中的人们所产生的吗? 在那里,最年长者实行统治,因为他们的权威源自父亲和母亲;人们像鸟类一样跟随他们,形成一个群体,遵循父祖之法,在所有君主制中最公正的君主制下受国王的统治。
ΚΛ. πάνυ μὲν οὖν.
克里尼亚:确实完全如此。
§3.681ΑΘ. μετὰ δὲ ταῦτά γε εἰς τὸ κοινὸν μείζους ποιοῦντες πόλεις πλείους συνέρχονται, καὶ ἐπὶ γεωργίας τὰς ἐν ταῖς ὑπωρείαις τρέπονται πρώτας, περιβόλους τε αἱμασιώδεις τινὰς τειχῶν ἐρύματα τῶν θηρίων ἕνεκα ποιοῦνται, μίαν οἰκίαν αὖ κοινὴν καὶ μεγάλην ἀποτελοῦντες.
雅典人:此后,为了建立共同的、更大的城市,他们以更多的人数聚集在一起,并开始在山麓地区首先转向农业,为了防御野兽,他们建造了某种石墙围栏作为防御工事,从而再次形成了一个共同而巨大的住所。
ΚΛ. τὸ γοῦν εἰκὸς ταῦθʼ οὕτως γίγνεσθαι.
克里尼亚:事情确实很可能就是这样发生的。
ΑΘ. τί δέ; τόδε ἆρα οὐκ εἰκός;
雅典人:那么,这难道不也是合乎情理的吗?
ΚΛ. τὸ ποῖον;
克里尼亚:指哪一件事?
ΑΘ. τῶν οἰκήσεων τούτων μειζόνων αὐξανομένων ἐκ τῶν ἐλαττόνων καὶ πρώτων, ἑκάστην τῶν σμικρῶν παρεῖναι κατὰ γένος ἔχουσαν τόν τε πρεσβύτατον ἄρχοντα καὶ αὑτῆς ἔθη ἄττα ἴδια διὰ τὸ χωρὶς ἀλλήλων οἰκεῖν, ἕτερα ἀφʼ ἑτέρων ὄντων τῶν γεννητόρων τε καὶ θρεψάντων, ἃ εἰθίσθησαν περὶ θεούς τε καὶ ἑαυτούς, κοσμιωτέρων μὲν κοσμιώτερα καὶ ἀνδρικῶν ἀνδρικώτερα, καὶ κατὰ τρόπον οὕτως ἑκάστους τὰς αὑτῶν ἂν αἱρέσεις εἰς τοὺς παῖδας ἀποτυπουμένους καὶ παίδων παῖδας, ὃ λέγομεν, ἥκειν ἔχοντας ἰδίους νόμους εἰς τὴν μείζονα συνοικίαν.
雅典人:在这些更大的住所从那些较小的、最初的住所中成长起来的过程中,每一个小住所都按家族存在,拥有其最年长的统治者和某些独特的习惯。 这是因为他们彼此分开居住,有着不同的父母和抚育者,他们因而形成了关于神明和他们自身的习惯;品行端正的父母的孩子习惯更端正,勇敢者的孩子更勇敢,每个人都这样把自己的偏好印刻在子孙后代身上,正如我们所说,他们带着自己独特的法律来到了更大的共同体中。
ΚΛ. πῶς γὰρ οὔ;
克里尼亚:怎么会不是呢?
ΑΘ. καὶ μὴν τούς γε αὑτῶν νόμους ἀρέσκειν ἑκάστοις ἀναγκαῖόν που, τοὺς δὲ τῶν ἄλλων ὑστέρους.
雅典人:而且,每个人自然都会对自己的法律感到满意,而将别人的法律放在次要位置。
ΚΛ. οὕτως.
克里尼亚:正是如此。
ΑΘ. ἀρχῇ δὴ νομοθεσίας οἷον ἐμβάντες ἐλάθομεν, ὡς ἔοικεν.
雅典人:看来我们不知不觉地,就像是已经迈入了立法的开端。
ΚΛ. πάνυ μὲν οὖν.
克里尼亚:确实完全如此。
ΑΘ. τὸ γοῦν μετὰ ταῦτα ἀναγκαῖον αἱρεῖσθαι τοὺς συνελθόντας τούτους κοινούς τινας ἑαυτῶν, οἳ δὴ τὰ πάντων ἰδόντες νόμιμα, τά σφισιν ἀρέσκοντα αὐτῶν μάλιστα εἰς τὸ κοινὸν τοῖς ἡγεμόσι καὶ ἀγαγοῦσι τοὺς δήμους οἷον βασιλεῦσι φανερὰ δείξαντες ἑλέσθαι τε δόντες, αὐτοὶ μὲν νομοθέται κληθήσονται, τοὺς δὲ ἄρχοντας καταστήσαντες, ἀριστοκρατίαν τινὰ ἐκ τῶν δυναστειῶν ποιήσαντες ἢ καί τινα βασιλείαν, ἐν ταύτῃ τῇ μεταβολῇ τῆς πολιτείας οἰκήσουσιν.
雅典人:那么在此之后,聚集起来的人们必然要选择一些他们共同的代表,这些代表在审视了所有人的规矩之后,把其中最令他们满意的规矩明确展示给那些领导者和引导群众的类似于国王的统治者,并让他们进行选择,而他们自己将被称作“立法者”;在确立了统治者之后,他们从家长统治中建立起某种贵族政体或某种君主政体,并在这政体的过渡中居住下来。
ΚΛ. ἐφεξῆς γοῦν ἂν οὕτω τε καὶ ταύτῃ γίγνοιτο.
克里尼亚:按顺序来说,确实会以这种方式和途径发生。
ΑΘ. τρίτον τοίνυν εἴπωμεν ἔτι πολιτείας σχῆμα γιγνόμενον, ἐν ᾧ δὴ πάντα εἴδη καὶ παθήματα πολιτειῶν καὶ ἅμα πόλεων συμπίπτει γίγνεσθαι.
雅典人:那么,让我们再来谈谈产生的第三种政体形式,在其中,所有种类的政体和城市的状态与变迁都碰巧同时发生。
ΚΛ. τὸ ποῖον δὴ τοῦτο;
克里尼亚:这到底是什么形式呢?
ΑΘ. ὃ μετὰ τὸ δεύτερον καὶ Ὅμηρος ἐπεσημήνατο, λέγων τὸ τρίτον οὕτω γεγονέναι.
雅典人:这是荷马在第二种形式之后也指出的,他说第三种形式是这样产生的: “他创建了达尔达尼亚,” 因为他在某个地方这样说, “因为神圣的伊利奥斯尚未在平原上建起,作为有语言的人类的城市,但他们仍居住在泉水充足的伊达山麓。
"
κτίσσε δὲ Δαρδανίην
"
γάρ πού φησιν,
"
ἐπεὶ οὔπω Ἴλιος ἱρὴ
ἐν πεδίῳ πεπόλιστο, πόλις μερόπων ἀνθρώπων,
ἀλλʼ ἔθʼ ὑπωρείας ᾤκουν πολυπιδάκου Ἴδης. "
”