§3.678ΑΘ. οὐκοῦν οὕτω δὴ λέγωμεν ἔχειν τότε, ὅτʼ ἐγένετο ἡ φθορά, τὰ περὶ τοὺς ἀνθρώπους πράγματα, μυρίαν μέν τινα φοβερὰν ἐρημίαν, γῆς δʼ ἀφθόνου πλῆθος πάμπολυ, ζῴων δὲ τῶν ἄλλων ἐρρόντων, βουκόλιʼ ἄττα, καὶ εἴ τί που αἰγῶν περιλειφθὲν ἐτύγχανεν γένος, σπάνια καὶ ταῦτα νέμουσιν εἶναι ζῆν τότε κατʼ ἀρχάς;
雅典人:那么,我们要说当时,即毁灭发生时,人类的状况是这样的:某种广阔而可怕的荒凉,但有极大量富饶的土地,而其他动物都已死绝,只有一些牛群,以及如果有什么碰巧存活下来的山羊类,而这些对于放牧它们的人来说也是稀少的,作为当时起初生存的凭借?
ΚΛ. τί μήν;
克里尼亚:当然。
ΑΘ. πόλεως δὲ καὶ πολιτείας πέρι καὶ νομοθεσίας, ὧν νῦν ὁ λόγος ἡμῖν παρέστηκεν, ἆρʼ ὡς ἔπος εἰπεῖν οἰόμεθα καὶ μνήμην εἶναι τὸ παράπαν;
雅典人:但是关于城邦、政体和立法——也就是我们现在讨论所涉及的主题——难道我们认为当时完全存在着哪怕是对它们的记忆吗?
ΚΛ. οὐδαμῶς.
克里尼亚:绝无可能。
ΑΘ. οὐκοῦν ἐξ ἐκείνων τῶν διακειμένων οὕτω τὰ νῦν γέγονεν ἡμῖν σύμπαντα, πόλεις τε καὶ πολιτεῖαι καὶ τέχναι καὶ νόμοι, καὶ πολλὴ μὲν πονηρία, πολλὴ δὲ καὶ ἀρετή;
雅典人:那么,难道不是从那些处于如此状态的事物中,产生了我们今天的所有一切,包括城邦、政体、技术和法律,以及大量的恶德和同样大量的德行吗?
ΚΛ. πῶς λέγεις;
克里尼亚:你这是什么意思?
ΑΘ. ἆρʼ οἰόμεθα, ὦ θαυμάσιε, τοὺς τότε, ἀπείρους ὄντας πολλῶν μὲν καλῶν τῶν κατὰ τὰ ἄστη, πολλῶν δὲ καὶ τῶν ἐναντίων, τελέους πρὸς ἀρετὴν ἢ πρὸς κακίαν γεγονέναι;
雅典人:奇妙的人啊,难道我们认为当时的人们,因为对城市里的许多美好事物以及许多相反的事物毫无经验,就会在德行或恶德方面达到完善的境地吗?
ΚΛ. καλῶς εἶπες, καὶ μανθάνομεν ὃ λέγεις.
克里尼亚:你说得很好,我们明白你的意思。
ΑΘ. οὐκοῦν προϊόντος μὲν τοῦ χρόνου, πληθύοντος δʼ ἡμῶν τοῦ γένους, εἰς πάντα τὰ νῦν καθεστηκότα προελήλυθεν πάντα;
雅典人:那么,随着时间的推移,我们的人口增加,一切事物都向着现在确立的状态发展了?
ΚΛ. ὀρθότατα.
克里尼亚:非常正确。
ΑΘ. οὐκ ἐξαίφνης γε, ὡς εἰκός, κατὰ σμικρὸν δὲ ἐν παμπόλλῳ τινὶ χρόνῳ.
雅典人:这自然不是突然发生的,而是在极长的时间里逐步发生的。
ΚΛ. καὶ μάλα πρέπει τοῦθʼ οὕτως.
克里尼亚:这确实非常合乎情理。
ΑΘ. ἐκ γὰρ τῶν ὑψηλῶν εἰς τὰ πεδία καταβαίνειν, οἶμαι, πᾶσιν φόβος ἔναυλος ἐγεγόνει.
雅典人:因为我想,从高处下到平原,对所有人来说都曾是一种盘旋在心头的生生恐惧。
ΚΛ. πῶς δʼ οὔ;
克里尼亚:怎么会不是呢?
ΑΘ. ἆρʼ οὐχ ἅσμενοι μὲν ἑαυτοὺς ἑώρων διʼ ὀλιγότητα ἐν τοῖς περὶ ἐκεῖνον τὸν χρόνον, πορεῖα δέ, ὥστʼ ἐπʼ ἀλλήλους τότε πορεύεσθαι κατὰ γῆν ἢ κατὰ θάλατταν, σὺν ταῖς τέχναις ὡς ἔπος εἰπεῖν πάντα σχεδὸν ἀπωλώλει;
雅典人:在那个时期,由于人数稀少,他们见到彼此难道不会感到高兴吗?
συμμίσγειν οὖν ἀλλήλοις οὐκ ἦν οἶμαι σφόδρα δυνατόν·
然而,当时在陆路或海路上互相往来的交通工具,可以说是随着技术一起几乎全部毁灭了。
σίδηρος γὰρ καὶ χαλκὸς καὶ πάντα τὰ μεταλλεῖα συγκεχυμένα ἠφάνιστο, ὥστε ἀπορία πᾶσα ἦν τοῦ ἀνακαθαίρεσθαι τὰ τοιαῦτα, δρυοτομίας τε εἶχον σπάνιν.
因此,我认为他们之间进行广泛的交往是非常不可能的;因为铁和铜以及所有的矿山都已塌陷消失,以至于重新精炼这些金属面临重重困难,而且他们也缺乏木材。
εἰ γάρ πού τι καὶ περιγεγονὸς ἦν ὄργανον ἐν ὄρεσι, ταῦτα μὲν ταχὺ κατατριβέντα ἠφάνιστο, ἄλλα δὲ οὐκ ἔμελλεν γενήσεσθαι, πρὶν πάλιν ἡ τῶν μεταλλέων ἀφίκοιτο εἰς ἀνθρώπους τέχνη.
因为即使在山里还存留着某种工具,它们也会很快磨损消失,而在矿工的技术重新回到人类中间之前,是不可能再制造出其他工具的。
ΚΛ. πῶς γὰρ ἄν;
克里尼亚:怎么可能呢?
ΑΘ. γενεαῖς δὴ πόσαις ὕστερον οἰόμεθα τοῦθʼ οὕτως γεγονέναι;
雅典人:那么,我们认为在多少代之后,情况才变成了这样?
ΚΛ. δῆλον ὅτι παμπόλλαις τισίν.
克里尼亚:显然在非常多代之后。
ΑΘ. οὐκοῦν καὶ τέχναι, ὅσαιπερ σιδήρου δέονται καὶ χαλκοῦ καὶ τῶν τοιούτων ἁπάντων, τὸν αὐτὸν χρόνον καὶ ἔτι πλείονα ἠφανισμέναι ἂν εἶεν ἐν τῷ τότε;
雅典人:既然如此,那些需要铁、铜和所有类似材料的技术,在当时也必定在同样长、甚至更长的时间里消失了?
ΚΛ. τί μήν;
克里尼亚:当然。
ΑΘ. καὶ τοίνυν στάσις ἅμα καὶ πόλεμος ἀπωλώλει κατὰ τὸν τότε χρόνον πολλαχῇ.
雅典人:而且,内讧和战争在当时也必定在许多地方同时消失了。
ΚΛ. πῶς;
克里尼亚:如何消失的?
§3.679ΑΘ. πρῶτον μὲν ἠγάπων καὶ ἐφιλοφρονοῦντο ἀλλήλους διʼ ἐρημίαν, ἔπειτα οὐ περιμάχητος ἦν αὐτοῖς ἡ τροφή.
雅典人:首先,由于荒凉,他们彼此爱护、和睦相处;其次,食物对他们来说并不是争夺的对象。
νομῆς γὰρ οὐκ ἦν σπάνις, εἰ μή τισιν κατʼ ἀρχὰς ἴσως, ᾗ δὴ τὸ πλεῖστον διέζων ἐν τῷ τότε χρόνῳ·
因为牧草并不缺乏,除了起初也许对某些人来说如此,而这正是当时绝大多数人赖以生存的来源。
γάλακτος γὰρ καὶ κρεῶν οὐδαμῶς ἐνδεεῖς ἦσαν, ἔτι δὲ θηρεύοντες οὐ φαύλην οὐδʼ ὀλίγην τροφὴν παρείχοντο.
因为他们绝不缺乏牛奶和肉类,而且通过狩猎,他们也提供了不少且不差的食物。
καὶ μὴν ἀμπεχόνης γε καὶ στρωμνῆς καὶ οἰκήσεων καὶ σκευῶν ἐμπύρων τε καὶ ἀπύρων ηὐπόρουν· αἱ πλαστικαὶ γὰρ καὶ ὅσαι πλεκτικαὶ τῶν τεχνῶν οὐδὲ ἓν προσδέονται σιδήρου, ταῦτα δὲ πάντα τούτω τὼ τέχνα θεὸς ἔδωκε πορίζειν τοῖς ἀνθρώποις, ἵνʼ ὁπότε εἰς τὴν τοιαύτην ἀπορίαν ἔλθοιεν, ἔχοι βλάστην καὶ ἐπίδοσιν τὸ τῶν ἀνθρώπων γένος.
此外,他们还拥有充足的衣服、铺盖、住所,以及需要和不需要用火的器皿;因为陶艺和编织等技术根本不需要铁,而神赐予了人类这两种技术来提供所有这些东西,以便人类在陷入这种困境时,其族群仍能得以繁衍和发展。
πένητες μὲν δὴ διὰ τὸ τοιοῦτον σφόδρα οὐκ ἦσαν, οὐδʼ ὑπὸ πενίας ἀναγκαζόμενοι διάφοροι ἑαυτοῖς ἐγίγνοντο· πλούσιοι δʼ οὐκ ἄν ποτε ἐγένοντο ἄχρυσοί τε καὶ ἀνάργυροι ὄντες, ὃ τότε ἐν ἐκείνοις παρῆν.
因此,因为这个缘故,他们并没有变得极度贫困,也没有因贫困所迫而彼此反目;另一方面,他们也绝不可能变得富有,因为他们没有金银,而这在当时的人们中间是不存在的。
ᾗ δʼ ἄν ποτε συνοικίᾳ μήτε πλοῦτος συνοικῇ μήτε πενία, σχεδὸν ἐν ταύτῃ γενναιότατα ἤθη γίγνοιτʼ ἄν· οὔτε γὰρ ὕβρις οὔτʼ ἀδικία, ζῆλοί τε αὖ καὶ φθόνοι οὐκ ἐγγίγνονται.
而在任何既无财富也无贫困同居的社会中,几乎总是会产生最高尚的品质;因为在其中既不会产生傲慢,也不会产生不义,更不会产生嫉妒和羡慕。
ἀγαθοὶ μὲν δὴ διὰ ταῦτά τε ἦσαν καὶ διὰ τὴν λεγομένην εὐήθειαν· ἃ γὰρ ἤκουον καλὰ καὶ αἰσχρά, εὐήθεις ὄντες ἡγοῦντο ἀληθέστατα λέγεσθαι καὶ ἐπείθοντο.
因此,他们因为这些原因,也因为所谓的“淳朴”而成为好人;因为他们所听到的美好或丑恶的事,他们由于淳朴,便认为那是千真万确的,并予以遵从。
ψεῦδος γὰρ ὑπονοεῖν οὐδεὶς ἠπίστατο διὰ σοφίαν, ὥσπερ τὰ νῦν, ἀλλὰ περὶ θεῶν τε καὶ ἀνθρώπων τὰ λεγόμενα ἀληθῆ νομίζοντες ἔζων κατὰ ταῦτα· διόπερ ἦσαν τοιοῦτοι παντάπασιν οἵους αὐτοὺς ἡμεῖς ἄρτι διεληλύθαμεν.
因为由于智慧(狡黠),没有人知道去怀疑谎言,就像现在的人们一样,而是将关于神和人的传说信以为真,并依此生活;因此,他们完全就是我们刚才所描述的那种人。
ΚΛ. ἐμοὶ γοῦν δὴ καὶ τῷδε οὕτως ταῦτα συνδοκεῖ.
克里尼亚:至少对我以及这位同伴来说,确实也是这样认为的。
ΑΘ. οὐκοῦν εἴπωμεν ὅτι γενεαὶ διαβιοῦσαι πολλαὶ τοῦτον τὸν τρόπον τῶν πρὸ κατακλυσμοῦ γεγονότων καὶ τῶν νῦν ἀτεχνότεροι μὲν καὶ ἀμαθέστεροι πρός τε τὰς ἄλλας μέλλουσιν εἶναι τέχνας καὶ πρὸς τὰς πολεμικάς, ὅσαι τε πεζαὶ καὶ ὅσαι κατὰ θάλατταν γίγνονται τὰ νῦν, καὶ ὅσαι δὴ κατὰ πόλιν μόνον αὐτοῦ, δίκαι καὶ στάσεις λεγόμεναι, λόγοις ἔργοις τε μεμηχανημέναι πάσας μηχανὰς εἰς τὸ κακουργεῖν τε ἀλλήλους καὶ ἀδικεῖν, εὐηθέστεροι δὲ καὶ ἀνδρειότεροι καὶ ἅμα σωφρονέστεροι καὶ σύμπαντα δικαιότεροι;
雅典人:那么,我们要说,以这种方式生活了许多代的人们,与洪水以前的人以及现代的人相比,对于其他技术以及军事技术——无论是现在在陆地还是海洋上进行的那些,以及那些仅属于城市内部的、被称为诉讼和内讧的、通过言语和行动策划出各种陷害和侵犯彼此的诡计——虽然更加生疏和无知,但他们却更加淳朴、更加勇敢,同时也更加节制,在各个方面都更加公正?
τὸ δὲ τούτων αἴτιον ἤδη διεληλύθαμεν.
而这些事物的原因,我们刚才已经解释过了。
ΚΛ. ὀρθῶς λέγεις.
克里尼亚:你说得对。