Humanitext Reader

柏拉图 · 法律篇 §3.676-3.677

政体的起源与大洪水后的文明覆灭

第 29 段,共 186 段 · 希腊语

内容简介

为探讨国家体制的起源,雅典人指出在漫长的历史岁月中,无数城邦曾经历兴衰,并开始考察文明在一次大洪水毁灭之后的状况。

§3.676ΑΘ. ταῦτα μὲν οὖν δὴ ταύτῃ·
雅典人:那么,关于这些事,就讨论到这里。
πολιτείας δὲ ἀρχὴν τίνα ποτὲ φῶμεν γεγονέναι;
不过,我们要说国家体制的开端究竟是什么呢?
μῶν οὐκ ἐνθένδε τις ἂν αὐτὴν ῥᾷστά τε καὶ κάλλιστα κατίδοι;
难道人们不能从这个起点最容易、也最美妙地看清它吗?
ΚΛ. πόθεν;
克里尼亚:从哪里?
ΑΘ. ὅθενπερ καὶ τὴν τῶν πόλεων ἐπίδοσιν εἰς ἀρετὴν μεταβαίνουσαν ἅμα καὶ κακίαν ἑκάστοτε θεατέον.
雅典人:正是必须在每次观察中,看城市向着美德、同时又向着恶德转变其进展的那个起点。
ΚΛ. λέγεις δὲ πόθεν;
克里尼亚:你说的“哪里”是指什么?
ΑΘ. οἶμαι μὲν ἀπὸ χρόνου μήκους τε καὶ ἀπειρίας καὶ τῶν μεταβολῶν ἐν τῷ τοιούτῳ.
雅典人:我想,是指从时间的漫长、无限以及在此过程中的各种变化中。
ΚΛ. πῶς λέγεις;
克里尼亚:你这是什么意思?
ΑΘ. φέρε, ἀφʼ οὗ πόλεις τʼ εἰσὶν καὶ ἄνθρωποι πολιτευόμενοι, δοκεῖς ἄν ποτε κατανοῆσαι χρόνου πλῆθος ὅσον γέγονεν;
雅典人:且慢,自从有了城邦和过着政治生活的人类以来,你认为能想象出已经度过了多么漫长的时间吗?
ΚΛ. οὔκουν ῥᾴδιόν γε οὐδαμῶς.
克里尼亚:绝非易事。
ΑΘ. τὸ δέ γε ὡς ἄπλετόν τι καὶ ἀμήχανον ἂν εἴη;
雅典人:但它难道不是某种极大且不可估量的存在吗?
ΚΛ. πάνυ μὲν οὖν τοῦτό γε.
克里尼亚:这点确实完全如此。
ΑΘ. μῶν οὖν οὐ μυρίαι μὲν ἐπὶ μυρίαις ἡμῖν γεγόνασι πόλεις ἐν τούτῳ τῷ χρόνῳ, κατὰ τὸν αὐτὸν δὲ τοῦ πλήθους λόγον οὐκ ἐλάττους ἐφθαρμέναι;
雅典人:那么,在这一时期,难道不是已经有成千上万的城邦诞生,而且按照同样数量的比例,也有同样多的城邦毁灭了吗?
πεπολιτευμέναι δʼ αὖ πάσας πολιτείας πολλάκις ἑκασταχοῦ;
而且在各地,难道不是已经多次实行过所有的国家体制了吗?
καὶ τοτὲ μὲν ἐξ ἐλαττόνων μείζους, τοτὲ δʼ ἐκ μειζόνων ἐλάττους, καὶ χείρους ἐκ βελτιόνων γεγόνασι καὶ βελτίους ἐκ χειρόνων;
有些时候城邦从小变大,有些时候从大变小,有些时候从好变坏,有些时候从坏变好?
ΚΛ. ἀναγκαῖον.
克里尼亚:必然如此。
ΑΘ. ταύτης δὴ πέρι λάβωμεν, εἰ δυναίμεθα, τῆς μεταβολῆς τὴν αἰτίαν· τάχα γὰρ ἂν ἴσως δείξειεν ἡμῖν τὴν πρώτην τῶν πολιτειῶν γένεσιν καὶ μετάβασιν.
雅典人:那么,如果我们能做到,就让我们来找出这种转变的原因吧;因为这或许会向我们展示国家体制的最初产生和转变。
ΚΛ. εὖ λέγεις, καὶ προθυμεῖσθαι δεῖ, σὲ μὲν ὃ διανοῇ περὶ αὐτῶν ἀποφαινόμενον, ἡμᾶς δὲ συνεπομένους.
克里尼亚:你说得好,我们必须积极努力,你表明你对此的看法,而我们紧随其后。
§3.677ΑΘ. ἆρʼ οὖν ὑμῖν οἱ παλαιοὶ λόγοι ἀλήθειαν ἔχειν τινὰ δοκοῦσιν;
雅典人:那么,在你们看来,古代的传说是否包含着某种真实性?
ΚΛ. ποῖοι δή;
克里尼亚:究竟是哪些传说?
ΑΘ. τὸ πολλὰς ἀνθρώπων φθορὰς γεγονέναι κατακλυσμοῖς τε καὶ νόσοις καὶ ἄλλοις πολλοῖς, ἐν οἷς βραχύ τι τῶν ἀνθρώπων λείπεσθαι γένος.
雅典人:就是说人类曾因洪水、疫病以及许多其他原因而经历过多次毁灭,在这些灾难中,只剩下了极少数的人类。
ΚΛ. πάνυ μὲν οὖν πιθανὸν τὸ τοιοῦτον πᾶν παντί.
克里尼亚:确实如此,这类事情对任何人来说都是完全可信的。
ΑΘ. φέρε δή, νοήσωμεν μίαν τῶν πολλῶν ταύτην τὴν τῷ κατακλυσμῷ ποτε γενομένην.
雅典人:那么,让我们来设想那许多次毁灭之中的一次,即曾经由洪水所造成的这一次。
ΚΛ. τὸ ποῖόν τι περὶ αὐτῆς διανοηθέντες;
克里尼亚:我们应该对它抱着怎样的想法来思考呢?
ΑΘ. ὡς οἱ τότε περιφυγόντες τὴν φθορὰν σχεδὸν ὄρειοί τινες ἂν εἶεν νομῆς, ἐν κορυφαῖς που σμικρὰ ζώπυρα τοῦ τῶν ἀνθρώπων διασεσωμένα γένους.
雅典人:就是说,当时逃脱了毁灭的人,大概是一些山区的牧人,是人类在山顶某处保存下来的微小“火种”。
ΚΛ. δῆλον.
克里尼亚:显然如此。
ΑΘ. καὶ δὴ τοὺς τοιούτους γε ἀνάγκη που τῶν ἄλλων ἀπείρους εἶναι τεχνῶν καὶ τῶν ἐν τοῖς ἄστεσι πρὸς ἀλλήλους μηχανῶν εἴς τε πλεονεξίας καὶ φιλονικίας καὶ ὁπόσʼ ἄλλα κακουργήματα πρὸς ἀλλήλους ἐπινοοῦσιν.
雅典人:而且,这样的人必然对其他的技术以及城市里的人为了贪婪和争强好胜、以及他们彼此之间策划的其他种种恶行而互相使用的诡计毫无经验。
ΚΛ. εἰκὸς γοῦν.
克里尼亚:确实很有可能。
ΑΘ. θῶμεν δὴ τὰς ἐν τοῖς πεδίοις πόλεις καὶ πρὸς θαλάττῃ κατοικούσας ἄρδην ἐν τῷ τότε χρόνῳ διαφθείρεσθαι;
雅典人:那么,让我们假设,位于平原和海边的城市在当时完全毁灭了吧?
ΚΛ. θῶμεν.
克里尼亚:让我们这样假设。
ΑΘ. οὐκοῦν ὄργανά τε πάντα ἀπόλλυσθαι, καὶ εἴ τι τέχνης ἦν ἐχόμενον σπουδαίως ηὑρημένον ἢ πολιτικῆς ἢ καὶ σοφίας τινὸς ἑτέρας, πάντα ἔρρειν ταῦτα ἐν τῷ τότε χρόνῳ φήσομεν;
雅典人:既然如此,所有的工具都毁灭了,如果曾经有什么被用心发明出来的、与技术相关的发明,无论是政治方面的,还是其他某种智慧方面的,我们难道不该说这些在当时全都消失了吗?
πῶς γὰρ ἄν, ὦ ἄριστε, εἴ γε ἔμενεν τάδε οὕτω τὸν πάντα χρόνον ὡς νῦν διακεκόσμηται, καινὸν ἀνηυρίσκετό ποτε καὶ ὁτιοῦν;
因为,最优秀的人啊,如果这些事物在整个漫长的岁月中一直保持像现在这样被安排好的状态,那么怎么可能在什么时候有任何哪怕一点点的新事物被重新发明出来呢?
ΚΛ. τοῦτο ὅτι μὲν μυριάκις μύρια ἔτη διελάνθανεν ἄρα τοὺς τότε, χίλια δὲ ἀφʼ οὗ γέγονεν ἢ δὶς τοσαῦτα ἔτη, τὰ μὲν Δαιδάλῳ καταφανῆ γέγονεν, τὰ δὲ Ὀρφεῖ, τὰ δὲ Παλαμήδει, τὰ δὲ περὶ μουσικὴν Μαρσύᾳ καὶ Ὀλύμπῳ, περὶ λύραν δὲ Ἀμφίονι, τὰ δὲ ἄλλα ἄλλοις πάμπολλα, ὡς ἔπος εἰπεῖν χθὲς καὶ πρῴην γεγονότα.
克里尼亚:事实上,几十万年来这些事物确实没有被那时的人们发现,而自它们问世以来,只有一千或两千年的时间。 有些由代达罗斯显现出来,有些由奥非乌斯,有些由帕拉墨得斯,关于音乐的由马尔叙阿斯和奥林波斯,关于竖琴的由安菲翁,其他的许多发明则由其他各人发现,可以说是昨天或前天刚产生的。
ΑΘ. ἄριστʼ, ὦ Κλεινία, τὸν φίλον ὅτι παρέλιπες, τὸν ἀτεχνῶς χθὲς γενόμενον.
雅典人:真高明啊,克里尼亚,因为你漏掉了你的那位朋友,那位简直是昨天才诞生的人。
ΚΛ. μῶν φράζεις Ἐπιμενίδην;
克里尼亚:难道你是指埃庇米尼得斯?
ΑΘ. ναί, τοῦτον·
雅典人:是的,就是他。
πολὺ γὰρ ὑμῖν ὑπερεπήδησε τῷ μηχανήματι τοὺς σύμπαντας, ὦ φίλε, ὃ λόγῳ μὲν Ἡσίοδος ἐμαντεύετο πάλαι, τῷ δὲ ἔργῳ ἐκεῖνος ἀπετέλεσεν, ὡς ὑμεῖς φατε.
因为,朋友,他凭借他的发明在你们面前远远超出了所有人,关于这发明,赫西俄德在很久以前通过言语作了预言,而正如你们所说,他则通过实际行动完成了它。
ΚΛ. φαμὲν γὰρ οὖν.
克里尼亚:我们确实是这么说的。

词汇与语法注释

  1. 676aὅθενπερ — 关系副词 `ὅθενπερ`(正是从那里)以雅典人前一个问题中的 `ἐνθένδε`(从这里)为先行词。形容动词 `θεατέον`(应当观察)具有及物动词的力量,直接支配宾格的 `ἐπίδοσιν`(进展)。
  2. 676bἀπειρίας — 此处的 `ἀπειρία` 并非指“无经验”(源自 `ἀ-` + `πεῖra`),而是指“无限、无际”(源自 `ἀ-` + `πέρας`)。在上下文中,它与 `χρόνου μήκους`(时间的漫长)并列,用以表达时间的无边无际。
  3. 677dτοῦτο ὅτι — 指示代词 `τοῦτο` 由同位语 `ὅτι` 从句(“即……”)进行解释。整句的主动词是 `καταφανῆ γέγονεν`(变得显而易见),而 `ὅτι` 从句中具体的事物(`τὰ μὲν... τὰ δὲ...`)作为主语,与各自的发明者(代达罗斯、奥非乌斯等)一同被呈现。

引用这一段

柏拉图, 法律篇 §3.676-3.677. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:3.676-3.677

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。