§2.673ΑΘ. τὸ δέ γε κατὰ τὴν τοῦ σώματος κίνησιν ῥυθμὸν μὲν κοινὸν τῇ τῆς φωνῆς εἶχε κινήσει, σχῆμα δὲ ἴδιον.
雅典人:另一方面,关于身体运动的部分与声音的运动有共同的节奏,但具有其特有的“姿态”。
ἐκεῖ δὲ μέλος ἡ τῆς φωνῆς κίνησις.
而在另一种情况下,声音的运动则是“旋律”。
ΚΛ. ἀληθέστατα.
克里尼亚:确实如此。
ΑΘ. τὰ μὲν τοίνυν τῆς φωνῆς μέχρι τῆς ψυχῆς πρὸς ἀρετὴν παιδείας οὐκ οἶδʼ ὅντινα τρόπον ὠνομάσαμεν μουσικήν.
雅典人:那么,关于声音的部分,凡是为走向美德的教育而触及灵魂的,我们不知以何种方式将其命名为“文艺”。
ΚΛ. ὀρθῶς μὲν οὖν.
克里尼亚:确实,非常正确。
ΑΘ. τὰ δέ γε τοῦ σώματος, ἃ παιζόντων ὄρχησιν εἴπομεν, ἐὰν μέχρι τῆς τοῦ σώματος ἀρετῆς ἡ τοιαύτη κίνησις γίγνηται, τὴν ἔντεχνον ἀγωγὴν ἐπὶ τὸ τοιοῦτον αὐτοῦ γυμναστικὴν προσείπωμεν.
雅典人:而关于身体的部分,即我们所说的嬉戏者的舞蹈,如果这种运动是为了身体的美德而进行,那么我们就把将其引向这一目的的技术性训练称为“体育”。
ΚΛ. ὀρθότατα.
克里尼亚:最正确。
ΑΘ. τὸ δὲ τῆς μουσικῆς, ὃ νυνδὴ σχεδὸν ἥμισυ διεληλυθέναι τῆς χορείας εἴπομεν καὶ διαπεπεράνθαι, καὶ νῦν οὕτως εἰρήσθω·
雅典人:那么,关于文艺的部分,即我们刚才说已经进行了合唱训练的将近一半并且已经完成的部分,现在也姑且这样决定。
τὸ δʼ ἥμισυ λέγωμεν, ἢ πῶς καὶ πῇ ποιητέον;
但我们要讨论剩下的另一半,还是该如何、从何处进行呢?
ΚΛ. ὦ ἄριστε, Κρησὶν καὶ Λακεδαιμονίοις διαλεγόμενος, μουσικῆς πέρι διελθόντων ἡμῶν, ἐλλειπόντων δὲ γυμναστικῆς, τί ποτε οἴει σοι πότερον ἡμῶν ἀποκρινεῖσθαι πρὸς ταύτην τὴν ἐρώτησιν;
克里尼亚:优秀的卓越者啊,你正在与克里特人和拉刻代蒙人交谈,在我们讨论完文艺而缺少体育的情况下,你认为我们中的哪一个会如何回答你的这个问题呢?
ΑΘ. ἀποκεκρίσθαι ἔγωγʼ ἄν σε φαίην σχεδὸν ταῦτʼ ἐρόμενον σαφῶς, καὶ μανθάνω ὡς ἐρώτησις οὖσα αὕτη τὰ νῦν ἀπόκρισίς τέ ἐστιν, ὡς εἶπον, καὶ ἔτι πρόσταξις διαπεράνασθαι τὰ περὶ γυμναστικῆς.
雅典人:我要说,你通过提出这个问题,实际上已经几乎清楚地回答了。 我也明白,正如我所说,这个提问在目前既是回答,同时也是要求完成有关体育事宜的指令。
ΚΛ. ἄρισθʼ ὑπέλαβές τε καὶ οὕτω δὴ ποίει.
克里尼亚:你理解得非常完美,那就请这样做吧。
ΑΘ. ποιητέον·
雅典人:必须这样做。
οὐδὲ γὰρ πάνυ χαλεπόν ἐστιν εἰπεῖν ὑμῖν γε ἀμφοτέροις γνώριμα.
因为对你们两位来说,说一些你们熟悉的事情并不困难。
πολὺ γὰρ ἐν ταύτῃ τῇ τέχνῃ πλέον ἐμπειρίας ἢ ἐν ἐκείνῃ μετέχετε.
因为你们在这门技术上所拥有的经验,远比在那门技术上要多。
ΚΛ. σχεδὸν ἀληθῆ λέγεις.
克里尼亚:你说的几乎是真理。
ΑΘ. οὐκοῦν αὖ ταύτης ἀρχὴ μὲν τῆς παιδιᾶς τὸ κατὰ φύσιν πηδᾶν εἰθίσθαι πᾶν ζῷον, τὸ δὲ ἀνθρώπινον, ὡς ἔφαμεν, αἴσθησιν λαβὸν τοῦ ῥυθμοῦ ἐγέννησέν τε ὄρχησιν καὶ ἔτεκεν, τοῦ δὲ μέλους ὑπομιμνῄσκοντος καὶ ἐγείροντος τὸν ῥυθμόν, κοινωθέντʼ ἀλλήλοις χορείαν καὶ παιδιὰν ἐτεκέτην.
雅典人:那么,这种嬉戏的开端是所有动物天生习惯于跳跃,而人类这种动物,正如我们所说,获得了对节奏的感知,从而产生并带来了“舞蹈”;而当旋律唤醒并激发节奏时,这两者相互结合,便带来了“合唱”与“嬉戏”。
ΚΛ. ἀληθέστατα.
克里尼亚:最真实。
ΑΘ. καὶ τὸ μέν, φαμέν, ἤδη διεληλύθαμεν αὐτοῦ, τὸ δὲ πειρασόμεθα ἐφεξῆς διελθεῖν.
雅典人:我们说,其中一部分我们已经讨论过了,而另一部分我们将在接下来尝试讨论。
ΚΛ. πάνυ μὲν οὖν.
克里尼亚:当然。
ΑΘ. ἐπὶ τοίνυν τῇ τῆς μέθης χρείᾳ τὸν κολοφῶνα πρῶτον ἐπιθῶμεν, εἰ καὶ σφῷν συνδοκεῖ.
雅典人:那么,关于饮酒的效用,如果你们两位也同意,让我们首先放上“圆满的终结”吧。
ΚΛ. ποῖον δὴ καὶ τίνα λέγεις;
克里尼亚:你指的是什么样、什么内容的终结?
ΑΘ. εἰ μέν τις πόλις ὡς οὔσης σπουδῆς τῷ ἐπιτηδεύματι τῷ νῦν εἰρημένῳ χρήσεται μετὰ νόμων καὶ τάξεως, ὡς τοῦ σωφρονεῖν ἕνεκα μελέτῃ χρωμένη, καὶ τῶν ἄλλων ἡδονῶν μὴ ἀφέξεται ὡσαύτως καὶ κατὰ τὸν αὐτὸν λόγον, τοῦ κρατεῖν αὐτῶν ἕνεκα μηχανωμένη, τοῦτον μὲν τὸν τρόπον ἅπασι τούτοις χρηστέον·
雅典人:如果某个城邦将现在所说的这种饮酒习惯作为一项严肃的事业,按照法律和秩序来使用,作为节制的一种训练,并且对于其他快乐也同样、且按照同样的理路不予回避,以此作为战胜它们的手段,那么应该以所有这些方式来使用它。
§2.674ΑΘ. εἰ δʼ ὡς παιδιᾷ τε, καὶ ἐξέσται τῷ βουλομένῳ καὶ ὅταν βούληται καὶ μεθʼ ὧν ἂν βούληται πίνειν μετʼ ἐπιτηδευμάτων ὡντινωνοῦν ἄλλων, οὐκ ἂν τιθείμην ταύτην τὴν ψῆφον, ὡς δεῖ ποτε μέθῃ χρῆσθαι ταύτην τὴν πόλιν ἢ τοῦτον τὸν ἄνδρα, ἀλλʼ ἔτι μᾶλλον τῆς Κρητῶν καὶ Λακεδαιμονίων χρείας προσθείμην ἂν τῷ τῶν Καρχηδονίων νόμῳ, μηδέποτε μηδένα ἐπὶ στρατοπέδου γεύεσθαι τούτου τοῦ πώματος, ἀλλʼ ὑδροποσίαις συγγίγνεσθαι τοῦτον τὸν χρόνον ἅπαντα, καὶ κατὰ πόλιν μήτε δούλην μήτε δοῦλον γεύεσθαι μηδέποτε, μηδὲ ἄρχοντας τοῦτον τὸν ἐνιαυτὸν ὃν ἂν ἄρχωσιν, μηδʼ αὖ κυβερνήτας μηδὲ δικαστὰς ἐνεργοὺς ὄντας οἴνου γεύεσθαι τὸ παράπαν, μηδʼ ὅστις βουλευσόμενος εἰς βουλὴν ἀξίαν τινὰ λόγου συνέρχεται, μηδέ γε μεθʼ ἡμέραν μηδένα τὸ παράπαν εἰ μὴ σωμασκίας ἢ νόσων ἕνεκα, μηδʼ αὖ νύκτωρ ὅταν ἐπινοῇ τις παῖδας ποιεῖσθαι ἀνὴρ ἢ καὶ γυνή.
雅典人:但是,如果这只是作为嬉戏,且允许任何想喝的人,在任何想喝的时候,与任何想一起喝酒的人,伴随着任何其他习惯一起饮酒,那么我绝不会投这一票,认为这个城邦或这个人应该在什么时候使用饮酒。 相反,比起克里特人和拉刻代蒙人的习惯,我更赞同迦太基人的法律:在军营中任何人都绝不能尝这种饮料,而在这期间必须始终保持喝水;在城市中,无论女奴还是男奴都绝不能尝它;统治者们在他们执政的这一年里绝不能尝它;船长和正在执勤的法官也绝对不能尝葡萄酒;任何为了进入值得一提的会议进行商议而聚集的人也不能尝它;白天任何人都绝对不能尝它,除非是为了身体锻炼或生病的原因;夜间当任何人想要生育孩子时,也绝对不能尝。
καὶ ἄλλα δὲ πάμπολλα ἄν τις λέγοι ἐν οἷς τοῖς νοῦν τε καὶ νόμον ἔχουσιν ὀρθὸν οὐ ποτέος οἶνος·
还有非常多的其他情况,对于有理智和正确法律的人来说,是不能饮用葡萄酒的。
ὥστε κατὰ τὸν λόγον τοῦτον οὐδʼ ἀμπελώνων ἂν πολλῶν δέοι οὐδʼ ᾗτινι πόλει, τακτὰ δὲ τά τʼ ἄλλʼ ἂν εἴη γεωργήματα καὶ πᾶσα ἡ δίαιτα, καὶ δὴ τά γε περὶ οἶνον σχεδὸν ἁπάντων ἐμμετρότατα καὶ ὀλίγιστα γίγνοιτʼ ἄν.
因此,按照这个道理,任何城邦都不需要许多葡萄园,而其他的农作物和整个生活饮食都将是有规制的,关于葡萄酒的事宜在几乎所有事情中都将变得最适度、最少。
οὗτος, ὦ ξένοι, ἡμῖν, εἰ συνδοκεῖ, κολοφὼν ἐπὶ τῷ περὶ οἴνου λόγῳ ῥηθέντι εἰρήσθω.
客人们,如果你们同意,这就算是我们在关于葡萄酒的讨论上所作出的“圆满的终结”吧。
ΚΛ. καλῶς, καὶ συνδοκεῖ.
克里尼亚:很好,我同意。