§2.671ΑΘ. τὸ γὰρ τρίτον οὐδεμία ἀνάγκη ποιητῇ γιγνώσκειν, εἴτε καλὸν εἴτε μὴ καλὸν τὸ μίμημα, τὸ δὲ ἁρμονίας καὶ ῥυθμοῦ σχεδὸν ἀνάγκη, τοῖς δὲ πάντα τὰ τρία τῆς ἐκλογῆς ἕνεκα τοῦ καλλίστου καὶ δευτέρου, ἢ μηδέποτε ἱκανὸν ἐπῳδὸν γίγνεσθαι νέοις πρὸς ἀρετήν.
雅典人:因为诗人完全没有必要了解第三点,即模仿是否美丽,但他几乎必须了解声律和节奏;然而对于他们(歌者)来说,为了挑选出最美和次美的东西,必须了解所有这三点,否则他们绝不能成为引导年轻人走向美德的合格歌者。
καὶ ὅπερ ὁ λόγος ἐν ἀρχαῖς ἐβουλήθη, τὴν τῷ τοῦ Διονύσου χορῷ βοήθειαν ἐπιδεῖξαι καλῶς λεγομένην, εἰς δύναμιν εἴρηκεν·
而我们讨论最初所期望的——证明对狄奥尼索斯合唱队的协助是值得赞美地被谈论的——已经尽力说明了。
σκοπώμεθα δὴ εἰ τοῦθʼ οὕτω γέγονεν.
让我们来探讨这是否已经实现。
θορυβώδης μέν που ὁ σύλλογος ὁ τοιοῦτος ἐξ ἀνάγκης προϊούσης τῆς πόσεως ἐπὶ μᾶλλον ἀεὶ συμβαίνει γιγνόμενος, ὅπερ ὑπεθέμεθα κατʼ ἀρχὰς ἀναγκαῖον εἶναι γίγνεσθαι περὶ τῶν νῦν λεγομένων.
这种集会,随着饮酒的进行,自然总是会变得越来越嘈杂,这正是我们最初假设在目前所谈论的事情中必然会发生的。
ΚΛ. ἀνάγκη.
克里尼亚:必然如此。
ΑΘ. πᾶς δέ γε αὐτὸς αὑτοῦ κουφότερος αἴρεται καὶ γέγηθέν τε καὶ παρρησίας ἐμπίμπλαται καὶ ἀνηκουστίας ἐν τῷ τοιούτῳ τῶν πέλας, ἄρχων δʼ ἱκανὸς ἀξιοῖ ἑαυτοῦ τε καὶ τῶν ἄλλων γεγονέναι.
雅典人:而且,每个饮酒者都会感到自己变得比平时更轻快、更喜悦,充满言论的自由,在这种情况下,对邻人也变得互不服从,并且自认为已成为足以统治自己和他人的统治者。
ΚΛ. τί μήν;
克里尼亚:确实如此。
ΑΘ. οὐκοῦν ἔφαμεν, ὅταν γίγνηται ταῦτα, καθάπερ τινὰ σίδηρον τὰς ψυχὰς τῶν πινόντων διαπύρους γιγνομένας μαλθακωτέρας γίγνεσθαι καὶ νεωτέρας, ὥστε εὐαγώγους συμβαίνειν τῷ δυναμένῳ τε καὶ ἐπισταμένῳ παιδεύειν τε καὶ πλάττειν, καθάπερ ὅτʼ ἦσαν νέαι;
雅典人:因此,我们不是说过吗,当这些事情发生时,饮酒者的灵魂就像热铁一样变得更柔软、更年轻,从而对于有能力且懂得引导和塑造他们的人来说,变得像他们年轻时一样容易引导。
τοῦτον δʼ εἶναι τὸν πλάστην τὸν αὐτὸν ὥσπερ τότε, τὸν ἀγαθὸν νομοθέτην, οὗ νόμους εἶναι δεῖ συμποτικούς, δυναμένους τὸν εὔελπιν καὶ θαρραλέον ἐκεῖνον γιγνόμενον καὶ ἀναισχυντότερον τοῦ δέοντος, καὶ οὐκ ἐθέλοντα τάξιν καὶ τὸ κατὰ μέρος σιγῆς καὶ λόγου καὶ πόσεως καὶ μούσης ὑπομένειν, ἐθέλειν ποιεῖν πάντα τούτοις τἀναντία, καὶ εἰσιόντι τῷ μὴ καλῷ θάρρει τὸν κάλλιστον διαμαχόμενον φόβον εἰσπέμπειν οἵους τʼ εἶναι μετὰ δίκης, ὃν αἰδῶ τε καὶ αἰσχύνην θεῖον φόβον ὠνομάκαμεν;
而这位塑造者与当时相同,即优秀的立法者,他的法律必须是关于酒宴的,这些法律能够让那个变得自信、勇敢、比平时更放肆,且不愿忍受秩序、不愿在静默、言辞、饮酒和音乐中各守其分的人,愿意去做与此完全相反的事,并且在不合适的大胆侵入时,伴随着正义,注入最美丽的、与之抗争的恐惧,这种恐惧我们已称之为敬畏和羞耻,即“神圣的恐惧”?
ΚΛ. ἔστιν ταῦτα.
克里尼亚:确实如此。
ΑΘ. τούτων δέ γε τῶν νόμων εἶναι νομοφύλακας καὶ συνδημιουργοὺς αὐτοῖς τοὺς ἀθορύβους καὶ νήφοντας τῶν μὴ νηφόντων στρατηγούς, ὧν δὴ χωρὶς μέθῃ διαμάχεσθαι δεινότερον ἢ πολεμίοις εἶναι μὴ μετὰ ἀρχόντων ἀθορύβων, καὶ τὸν αὖ μὴ δυνάμενον ἐθέλειν πείθεσθαι τούτοις καὶ τοῖς ἡγεμόσιν τοῖς τοῦ Διονύσου, τοῖς ὑπὲρ ἑξήκοντα ἔτη γεγονόσιν, ἴσην καὶ μείζω τὴν αἰσχύνην φέρειν ἢ τὸν τοῖς τοῦ Ἄρεως ἀπειθοῦντα ἄρχουσιν.
雅典人:而这些法律的守护者和共同创造者,应当是那些清醒且不喧哗的人,作为不清醒者的将军;没有他们,与醉酒抗争比在没有冷静将领的情况下与敌人作战更危险;此外,对于那些不能或不愿服从他们以及狄奥尼索斯领导者(即那些六十岁以上的人)的人,要让他们承担与不服从阿瑞斯将领者同等甚至更大的耻辱。
ΚΛ. ὀρθῶς.
克里尼亚:非常正确。
§2.672ΑΘ. οὐκοῦν εἴ γε εἴη τοιαύτη μὲν μέθη, τοιαύτη δὲ παιδιά, μῶν οὐκ ὠφεληθέντες ἂν οἱ τοιοῦτοι συμπόται καὶ μᾶλλον φίλοι ἢ πρότερον ἀπαλλάττοιντο ἀλλήλων, ἀλλʼ οὐχ ὥσπερ τὰ νῦν ἐχθροί, κατὰ νόμους δὲ πᾶσαν τὴν συνουσίαν συγγενόμενοι καὶ ἀκολουθήσαντες, ὁπότε ἀφηγοῖντο οἱ νήφοντες τοῖς μὴ νήφουσιν;
雅典人:那么,如果有这样的醉酒和这样的游戏,这样的同饮者难道不会在彼此受益、并比以前更加友好的情况下道别,而不是像现在这样成为仇敌吗? 因为他们是按照法律进行整个交往并遵从指引的,每当清醒者引导不清醒者的时候。
ΚΛ. ὀρθῶς, εἴ γε δὴ εἴη τοιαύτη οἵαν νῦν λέγεις.
克里尼亚:正确,如果确实如你现在所说的那样。
ΑΘ. μὴ τοίνυν ἐκεῖνό γʼ ἔτι τῆς τοῦ Διονύσου δωρεᾶς ψέγωμεν ἁπλῶς, ὡς ἔστιν κακὴ καὶ εἰς πόλιν οὐκ ἀξία παραδέχεσθαι.
雅典人:因此,我们不要再简单地指责狄奥尼索斯的这一恩赐,认为它是邪恶的、不值得城邦接纳。
καὶ γὰρ ἔτι πλείω τις ἂν ἐπεξέλθοι λέγων·
因为,如果有人想说的话,还可以深入探讨更多的事情。
ἐπεὶ καὶ τὸ μέγιστον ἀγαθὸν ὃ δωρεῖται λέγειν μὲν ὄκνος εἰς τοὺς πολλοὺς διὰ τὸ κακῶς τοὺς ἀνθρώπους αὐτὸ ὑπολαβεῖν καὶ γνῶναι λεχθέν.
因为即使是他所赋予的最大善处,对大众说起来也会有些迟疑,因为人们在听到它被说出时,会产生不好的理解和误解。
ΚΛ. τὸ ποῖον δή;
克里尼亚:那到底是什么呢?
ΑΘ. λόγος τις ἅμα καὶ φήμη ὑπορρεῖ πως ὡς ὁ θεὸς οὗτος ὑπὸ τῆς μητρυᾶς Ἥρας διεφορήθη τῆς ψυχῆς τὴν γνώμην, διὸ τάς τε βακχείας καὶ πᾶσαν τὴν μανικὴν ἐμβάλλει χορείαν τιμωρούμενος· ὅθεν καὶ τὸν οἶνον ἐπὶ τοῦτʼ αὐτὸ δεδώρηται.
雅典人:有某种说法和传言暗中流传,说这位神明被他的继母赫拉夺去了灵魂的理智,因此他为了报复而注入了巴克科斯式的狂热和所有疯狂的合唱舞蹈;因此,正是为了这个目的,他赐予了葡萄酒。
ἐγὼ δὲ τὰ μὲν τοιαῦτα τοῖς ἀσφαλὲς ἡγουμένοις εἶναι λέγειν περὶ θεῶν ἀφίημι λέγειν, τὸ δὲ τοσόνδε οἶδα, ὅτι πᾶν ζῷον, ὅσον αὐτῷ προσήκει νοῦν ἔχειν τελεωθέντι, τοῦτον καὶ τοσοῦτον οὐδὲν ἔχον ποτὲ φύεται·
但我把这类关于神明的话留给那些认为这样说安全的人去说,而我只知道这么多:任何动物在出生时,都完全不具有在充分发育时其理应具有的那么多的理智。
ἐν τούτῳ δὴ τῷ χρόνῳ ἐν ᾧ μήπω κέκτηται τὴν οἰκείαν φρόνησιν, πᾶν μαίνεταί τε καὶ βοᾷ ἀτάκτως, καὶ ὅταν ἀκταινώσῃ ἑαυτὸ τάχιστα, ἀτάκτως αὖ πηδᾷ.
在尚未获得自身应有理性的一段时期内,所有的动物都处于狂乱状态,无秩序地吼叫,而一旦身手敏捷起来,就会再次无秩序地跳跃。
ἀναμνησθῶμεν δὲ ὅτι μουσικῆς τε καὶ γυμναστικῆς ἔφαμεν ἀρχὰς ταύτας εἶναι.
让我们回忆一下,我们说过这就是音乐和体育的开端。
ΚΛ. μεμνήμεθα· τί δʼ οὔ;
克里尼亚:我们记得,怎么会不记得呢?
ΑΘ. οὐκοῦν καὶ ὅτι τὴν ῥυθμοῦ τε καὶ ἁρμονίας αἴσθησιν τοῖς ἀνθρώποις ἡμῖν ἐνδεδωκέναι τὴν ἀρχὴν ταύτην ἔφαμεν, Ἀπόλλωνα δὲ καὶ μούσας καὶ Διόνυσον θεῶν αἰτίους γεγονέναι;
雅典人:而且,我们也说过,这个开端将节奏和声律的感受赋予了我们人类,而阿波罗、缪斯以及狄奥尼索斯是神明中引起这一切的原因?
ΚΛ. πῶς γὰρ οὔ;
克里尼亚:怎么会不是呢?
ΑΘ. καὶ δὴ καὶ τὸν οἶνόν γε, ὡς ἔοικεν, ὁ τῶν ἄλλων λόγος, ἵνα μανῶμεν, φησὶν ἐπὶ τιμωρίᾳ τῇ τῶν ἀνθρώπων δεδόσθαι· ὁ δὲ νῦν λεγόμενος ὑφʼ ἡμῶν φάρμακον ἐπὶ τοὐναντίον φησὶν αἰδοῦς μὲν ψυχῆς κτήσεως ἕνεκα δεδόσθαι, σώματος δὲ ὑγιείας τε καὶ ἰσχύος.
雅典人:的确,别人的说法认为,葡萄酒被赐予我们,似乎是为了让我们发狂,作为对人类的惩罚;但我们现在的讨论相反,认为它是作为一种药剂赐予的,为了在灵魂中获得敬畏,并在身体中获得健康和力量。
ΚΛ. κάλλιστα, ὦ ξένε, τὸν λόγον ἀπεμνημόνευκας.
克里尼亚:客人,你非常完美地重述了这个论点。
ΑΘ. καὶ τὰ μὲν δὴ τῆς χορείας ἡμίσεα διαπεπεράνθω· τὰ δʼ ἡμίσεα, ὅπως ἂν ἔτι δοκῇ, περανοῦμεν ἢ καὶ ἐάσομεν.
雅典人:那么,合唱部分的讨论就此完成了一半;剩下的另一半,如果仍觉得合适,我们就把它完成,或者也可以就此放手。
ΚΛ. ποῖα δὴ λέγεις, καὶ πῶς ἑκάτερα διαιρῶν;
克里尼亚:你指的是哪一部分,又是如何划分这两部分的?
ΑΘ. ὅλη μέν που χορεία ὅλη παίδευσις ἦν ἡμῖν, τούτου δʼ αὖ τὸ μὲν ῥυθμοί τε καὶ ἁρμονίαι, τὸ κατὰ τὴν φωνήν.
雅典人:对我们来说,整个合唱就是整个教育,而这其中,一部分是节奏和声律,即关于声音的部分。
ΚΛ. ναί.
克里尼亚:是的。