§2.669ΑΘ. τί δʼ εἰ γιγνώσκοιμεν ὅτι τὸ γεγραμμένον ἢ τὸ πεπλασμένον ἐστὶν ἄνθρωπος, καὶ τὰ μέρη πάντα τὰ ἑαυτοῦ καὶ χρώματα ἅμα καὶ σχήματα ἀπείληφεν ὑπὸ τῆς τέχνης;
雅典人:但是,如果我们知道所画或所塑的是一个人,而且他的所有部分以及颜色和形状都已被艺术所赋予,那会怎样呢?
ἆρά γε ἀναγκαῖον ἤδη τῷ ταῦτα γνόντι καὶ ἐκεῖνο ἑτοίμως γιγνώσκειν, εἴτε καλὸν εἴτε ὅπῃ ποτὲ ἐλλιπὲς ἂν εἴη κάλλους;
对于知道这些的人来说,是否也必须很容易地知道另一件事,即它是否美丽,或者在什么地方缺乏美?
ΚΛ. πάντες μεντἂν ὡς ἔπος εἰπεῖν, ὦ ξένε, τὰ καλὰ τῶν ζῴων ἐγιγνώσκομεν.
克里尼亚:外邦人,实际上可以这么说,我们几乎所有人都能认出美丽的动物。
ΑΘ. ὀρθότατα λέγεις.
雅典人:你说的最对。
ἆρʼ οὖν οὐ περὶ ἑκάστην εἰκόνα, καὶ ἐν γραφικῇ καὶ ἐν μουσικῇ καὶ πάντῃ, τὸν μέλλοντα ἔμφρονα κριτὴν ἔσεσθαι δεῖ ταῦτα τρία ἔχειν, ὅ τέ ἐστι πρῶτον γιγνώσκειν, ἔπειτα ὡς ὀρθῶς, ἔπειθʼ ὡς εὖ, τὸ τρίτον, εἴργασται τῶν εἰκόνων ἡτισοῦν ῥήμασί τε καὶ μέλεσι καὶ τοῖς ῥυθμοῖς;
那么,对于每一个形象,无论是在绘画、音乐还是在任何地方,一个将要成为明智裁判的人,难道不需要具备这三点吗:第一,知道它是什么;其次,它是如何正确;第三,在言辞、旋律和节奏中,这些形象中的任何一个是如何好地制作出来的?
ΚΛ. ἔοικε γοῦν.
克里尼亚:看来确实如此。
ΑΘ. μὴ τοίνυν ἀπείπωμεν λέγοντες τὸ περὶ τὴν μουσικὴν ᾗ χαλεπόν· ἐπειδὴ γὰρ ὑμνεῖται περὶ αὐτὴν διαφερόντως ἢ τὰς ἄλλας εἰκόνας, εὐλαβείας δὴ δεῖται πλείστης πασῶν εἰκόνων.
雅典人:那么,我们不要厌倦讨论音乐的困难之处;因为既然它比其他形象更受到异乎寻常的赞颂,那么在所有的形象中,它确实最需要高度的谨慎。
ἁμαρτών τε γάρ τις μέγιστʼ ἂν βλάπτοιτο, ἤθη κακὰ φιλοφρονούμενος, χαλεπώτατόν τε αἰσθέσθαι διὰ τὸ τοὺς ποιητὰς φαυλοτέρους εἶναι ποιητὰς αὐτῶν τῶν Μουσῶν.
因为如果有人犯错,他就会因迎合恶劣的品性而遭受最大的伤害,而且由于诗人们是比缪斯女神自身更逊色的诗人,所以这种伤害极难被察觉。
οὐ γὰρ ἂν ἐκεῖναί γε ἐξαμάρτοιέν ποτε τοσοῦτον ὥστε ῥήματα ἀνδρῶν ποιήσασαι τὸ χρῶμα γυναικῶν καὶ μέλος ἀποδοῦναι, καὶ μέλος ἐλευθέρων αὖ καὶ σχήματα συνθεῖσαι ῥυθμοὺς δούλων καὶ ἀνελευθέρων προσαρμόττειν, οὐδʼ αὖ ῥυθμοὺς καὶ σχῆμα ἐλευθέριον ὑποθεῖσαι μέλος ἢ λόγον ἐναντίον ἀποδοῦναι τοῖς ῥυθμοῖς, ἔτι δὲ θηρίων φωνὰς καὶ ἀνθρώπων καὶ ὀργάνων καὶ πάντας ψόφους εἰς ταὐτὸν οὐκ ἄν ποτε συνθεῖεν, ὡς ἕν τι μιμούμεναι·
因为缪斯女神绝不会犯下如此大的错误,以至于为男人创作了言辞,却赋予他们女人的色彩和旋律;或者为自由人合成了旋律和姿态,却配上奴隶和不自由人的节奏;又或者设定了自由的节奏和姿态,却赋予其与节奏相反的旋律或话语;此外,她们绝不会将野兽、人类、乐器的声音以及所有的杂音混在一起,仿佛是在模仿一个单一的事物。
ποιηταὶ δὲ ἀνθρώπινοι σφόδρα τὰ τοιαῦτα ἐμπλέκοντες καὶ συγκυκῶντες ἀλόγως, γέλωτʼ ἂν παρασκευάζοιεν τῶν ἀνθρώπων ὅσους φησὶν Ὀρφεὺς λαχεῖν ὥραν τῆς τέρψιος.
但是人类的诗人却极度交织和无理地混杂这些东西,从而在那些被奥菲斯称为获得了“享乐之季”的人们中提供笑柄。
ταῦτά γε γὰρ ὁρῶσι πάντα κυκώμενα, καὶ ἔτι διασπῶσιν οἱ ποιηταὶ ῥυθμὸν μὲν καὶ σχήματα μέλους χωρίς, λόγους ψιλοὺς εἰς μέτρα τιθέντες, μέλος δʼ αὖ καὶ ῥυθμὸν ἄνευ ῥημάτων, ψιλῇ κιθαρίσει τε καὶ αὐλήσει προσχρώμενοι, ἐν οἷς δὴ παγχάλεπον ἄνευ λόγου γιγνόμενον ῥυθμόν τε καὶ ἁρμονίαν γιγνώσκειν ὅτι τε βούλεται καὶ ὅτῳ ἔοικε τῶν ἀξιολόγων μιμημάτων·
因为他们看到所有这些东西都被搅浑了,而且诗人们还将节奏和姿态从旋律中撕裂开来,将赤裸裸的话语放入格律中,或者是没有言辞的旋律和节奏,使用纯粹的琴演奏或笛演奏。 在这些情况下,当节奏和声律变得没有言辞时,要认出它们意图是什么、以及它们与哪些值得注意的模仿物相似,是非常困难的。
§2.670ΑΘ. ἀλλὰ ὑπολαβεῖν ἀναγκαῖον ὅτι τὸ τοιοῦτόν γε πολλῆς ἀγροικίας μεστὸν πᾶν, ὁπόσον τάχους τε καὶ ἀπταισίας καὶ φωνῆς θηριώδους σφόδρα φίλον ὥστʼ αὐλήσει γε χρῆσθαι καὶ κιθαρίσει πλὴν ὅσον ὑπὸ ὄρχησίν τε καὶ ᾠδήν, ψιλῷ δʼ ἑκατέρῳ πᾶσά τις ἀμουσία καὶ θαυματουργία γίγνοιτʼ ἂν τῆς χρήσεως.
雅典人:但是,必须认为所有这类事物都充满了极度的粗鄙,它们非常喜欢速度、不失误以及野兽般的声音,以至于除了用于舞蹈和歌唱之外,单纯使用笛演奏或琴演奏,而当两者单独使用时,其使用就会变成一种完全缺乏文化和杂耍的行为。
ταῦτα μὲν ἔχει ταύτῃ λόγον·
这些事情确实有其道理。
ἡμεῖς δέ γε οὐχ ὅτι μὴ δεῖ ταῖς Μούσαις ἡμῶν προσχρῆσθαι τοὺς ἤδη τριακοντούτας καὶ τῶν πεντήκοντα πέραν γεγονότας σκοπούμεθα, ἀλλʼ ὅτι ποτὲ δεῖ.
然而,我们所考虑的,并不是说我们那些已经三十岁以及超过五十岁的人不应该使用缪斯,而是他们应该如何使用。
τόδε μὲν οὖν ἐκ τούτων ὁ λόγος ἡμῖν δοκεῖ μοι σημαίνειν ἤδη, τῆς γε χορικῆς Μούσης ὅτι πεπαιδεῦσθαι δεῖ βέλτιον τοὺς πεντηκοντούτας ὅσοισπερ ἂν ᾄδειν προσήκῃ.
那么,从这些来看,我认为我们的讨论已经表明:对于合唱的缪斯,那些到了五十岁、凡是适合唱歌的人,必须受到更好的教育。
τῶν γὰρ ῥυθμῶν καὶ τῶν ἁρμονιῶν ἀναγκαῖον αὐτοῖς ἐστιν εὐαισθήτως ἔχειν καὶ γιγνώσκειν· ἢ πῶς τις τὴν ὀρθότητα γνώσεται τῶν μελῶν, ᾧ προσῆκεν ἢ μὴ προσῆκεν τοῦ δωριστί, καὶ τοῦ ῥυθμοῦ ὃν ὁ ποιητὴς αὐτῷ προσῆψεν, ὀρθῶς ἢ μή;
因为对他们来说,对节奏和声律保持敏锐的感受并去理解它们是必不可少的;否则,一个人怎能知道旋律的正确性——多利亚调式是否适合它,以及诗人附于其上的节奏是否正确?
ΚΛ. δῆλον ὡς οὐδαμῶς.
克里尼亚:显然完全无法知道。
ΑΘ. γελοῖος γὰρ ὅ γε πολὺς ὄχλος ἡγούμενος ἱκανῶς γιγνώσκειν τό τε εὐάρμοστον καὶ εὔρυθμον καὶ μή, ὅσοι προσᾴδειν αὐτῶν καὶ βαίνειν ἐν ῥυθμῷ γεγόνασι διηναγκασμένοι, ὅτι δὲ δρῶσιν ταῦτα ἀγνοοῦντες αὐτῶν ἕκαστα, οὐ συλλογίζονται.
雅典人:因为大多数人是可笑的,他们以为自己充分了解什么是谐调和有节奏的,什么是没有的,只要他们中有人曾被强迫齐唱和按节奏行走;但他们没有想到,他们是在对这些细节一无所知的情况下做这些事的。
τὸ δέ που προσήκοντα μὲν ἔχον πᾶν μέλος ὀρθῶς ἔχει, μὴ προσήκοντα δὲ ἡμαρτημένως.
然而,任何具有合适要素的旋律都是正确的,而具有不合适要素的则是错误的。
ΚΛ. ἀναγκαιότατα.
克里尼亚:确实如此。
ΑΘ. τί οὖν ὁ μηδʼ ὅτι ποτʼ ἔχει γιγνώσκων;
雅典人:那么,一个甚至连里面包含什么都不知道的人,又怎能知道它在任何方面是否正确呢?
ἆρα, ὅπερ εἴπομεν, ὡς ὀρθῶς γε αὐτὸ ἔχει, γνώσεταί ποτε ἐν ὁτῳοῦν; ΚΛ. καὶ τίς μηχανή;
克里尼亚:怎么可能呢?
ΑΘ. τοῦτʼ οὖν, ὡς ἔοικεν, ἀνευρίσκομεν αὖ τὰ νῦν, ὅτι τοῖς ᾠδοῖς ἡμῖν, οὓς νῦν παρακαλοῦμεν καὶ ἑκόντας τινὰ τρόπον ἀναγκάζομεν ᾄδειν, μέχρι γε τοσούτου πεπαιδεῦσθαι σχεδὸν ἀναγκαῖον, μέχρι τοῦ δυνατὸν εἶναι συνακολουθεῖν ἕκαστον ταῖς τε βάσεσιν τῶν ῥυθμῶν καὶ ταῖς χορδαῖς ταῖς τῶν μελῶν, ἵνα καθορῶντες τάς τε ἁρμονίας καὶ τοὺς ῥυθμούς, ἐκλέγεσθαί τε τὰ προσήκοντα οἷοί τʼ ὦσιν ἃ τοῖς τηλικούτοις τε καὶ τοιούτοις ᾄδειν πρέπον, καὶ οὕτως ᾄδωσιν, καὶ ᾄδοντες αὐτοί τε ἡδονὰς τὸ παραχρῆμα ἀσινεῖς ἥδωνται καὶ τοῖς νεωτέροις ἡγεμόνες ἠθῶν χρηστῶν ἀσπασμοῦ προσήκοντος γίγνωνται·
雅典人:看来,我们现在又发现,对于我们的歌者,就是我们现在召集并以某种方式强迫他们自愿唱歌的人,他们几乎必须被教育到这样一个程度:即每个人都能够跟上节奏的步伐和旋律的弦音。 这是为了让他们能够看清声律和节奏,并有能力挑选出适合这个年龄和这种身份的人去唱的得体歌曲,从而这样去唱;并且在唱歌时,他们自己能立刻享受无害的快乐,并能以适当的迎纳成为年轻人良好品性的引导者。
μέχρι δὲ τοσούτου παιδευθέντες ἀκριβεστέραν ἂν παιδείαν τῆς ἐπὶ τὸ πλῆθος φερούσης εἶεν μετακεχειρισμένοι καὶ τῆς περὶ τοὺς ποιητὰς αὐτούς.
而被教育到这个程度的人,他们所接受的教育,将比面向大众的教育以及关于诗人本身的教育更为精确。