Humanitext Reader

柏拉图 · 法律篇 §2.668

模仿艺术的评判标准与对原型本质的认识

第 25 段,共 186 段 · 希腊语

内容简介

雅典人指出,一切模仿、音乐及视觉艺术都应根据其正确性(即与真理的符合度)而非快乐来衡量。他与对话者确认,要判断其正确性,首先必须知晓被模仿对象的本质。

§2.668ΑΘ. ἆρʼ οὖν οὐ πᾶσαν μίμησιν φαῖμεν ἂν ἐκ τῶν νῦν λεγομένων ἥκιστα ἡδονῇ προσήκειν κρίνεσθαι καὶ δόξῃ μὴ ἀληθεῖ—καὶ δὴ καὶ πᾶσαν ἰσότητα·
雅典人:那么,根据刚才所说的,我们难道不应该说,一切模仿最不应该以快乐和不真实的臆见来衡量吗?
οὐ γὰρ εἴ τῳ δοκεῖ ἢ μή τις χαίρει τῳ, τό γε ἴσον ἴσον οὐδὲ τὸ σύμμετρον ἂν εἴη σύμμετρον ὅλως—ἀλλὰ τῷ ἀληθεῖ πάντων μάλιστα, ἥκιστα δὲ ὁτῳοῦν ἄλλῳ;
—— 实际上,一切等同性也是如此;因为,并不因为某人觉得如此,或者某人喜欢某物,等同的东西就会成为等同,对称的东西就会在整体上成为对称——相反,它最应该以真理来衡量,而最不应该以其他任何东西来衡量?
ΚΛ. παντάπασι μὲν οὖν.
克里尼亚:完全如此。
ΑΘ. οὐκοῦν μουσικήν γε πᾶσάν φαμεν εἰκαστικήν τε εἶναι καὶ μιμητικήν;
雅典人:那么,我们不是说所有的音乐既是表现性的又是模仿性的吗?
ΚΛ. τί μήν;
克里尼亚:当然。
ΑΘ. ἥκιστʼ ἄρα ὅταν τις μουσικὴν ἡδονῇ φῇ κρίνεσθαι, τοῦτον ἀποδεκτέον τὸν λόγον, καὶ ζητητέον ἥκιστα ταύτην ὡς σπουδαίαν, εἴ τις ἄρα που καὶ γίγνοιτο, ἀλλʼ ἐκείνην τὴν ἔχουσαν τὴν ὁμοιότητα τῷ τοῦ καλοῦ μιμήματι.
雅典人:因此,当有人说音乐是由快乐来衡量时,我们最不应该接受这种说法,而且如果确实存在这样的音乐,我们也最不应该将它视为严肃的事物去追求,而应该追求那对美的模仿具有相似性的音乐。
ΚΛ. ἀληθέστατα.
克里尼亚:极对。
ΑΘ. καὶ τούτοις δὴ τοῖς τὴν καλλίστην ᾠδήν τε ζητοῦσι καὶ μοῦσαν ζητητέον, ὡς ἔοικεν, οὐχ ἥτις ἡδεῖα ἀλλʼ ἥτις ὀρθή· μιμήσεως γὰρ ἦν, ὥς φαμεν, ὀρθότης, εἰ τὸ μιμηθὲν ὅσον τε καὶ οἷον ἦν ἀποτελοῖτο.
雅典人:看来,对于那些寻求最美妙的歌声和音乐的人来说,他们必须寻找的不是悦耳的,而是正确的;因为正如我们所说,模仿的正确性在于,被模仿的对象在数量和性质上都被完整地再现出来。
ΚΛ. πῶς γὰρ οὔ;
克里尼亚:确实如此。
ΑΘ. καὶ μὴν τοῦτό γε πᾶς ἂν ὁμολογοῖ περὶ τῆς μουσικῆς, ὅτι πάντα τὰ περὶ αὐτήν ἐστιν ποιήματα μίμησίς τε καὶ ἀπεικασία· καὶ τοῦτό γε μῶν οὐκ ἂν σύμπαντες ὁμολογοῖεν ποιηταί τε καὶ ἀκροαταὶ καὶ ὑποκριταί;
雅典人:而且,关于音乐,所有人都会同意这一点:即所有关于它的作品都是模仿和再现;难道所有的诗人、听众和表演者不也都会对此表示赞同吗?
ΚΛ. καὶ μάλα.
克里尼亚:非常赞同。
ΑΘ. δεῖ δὴ καθʼ ἕκαστόν γε, ὡς ἔοικε, γιγνώσκειν τῶν ποιημάτων ὅτι ποτʼ ἐστὶν τὸν μέλλοντα ἐν αὐτῷ μὴ ἁμαρτήσεσθαι· μὴ γὰρ γιγνώσκων τὴν οὐσίαν, τί ποτε βούλεται καὶ ὅτου ποτʼ ἐστὶν εἰκὼν ὄντως, σχολῇ τήν γε ὀρθότητα τῆς βουλήσεως ἢ καὶ ἁμαρτίαν αὐτοῦ διαγνώσεται.
雅典人:那么,看来,凡是不想在艺术作品中犯错的人,必须在每种情况下都知道那作品究竟是什么;因为,如果他不知道其本质——它究竟意图是什么,以及它到底是谁的肖像——他就很难辨别其意图的正确性或错误。
ΚΛ. σχολῇ· πῶς δʼ οὔ;
克里尼亚:很难;怎么可能呢?
ΑΘ. ὁ δὲ τὸ ὀρθῶς μὴ γιγνώσκων ἆρʼ ἄν ποτε τό γε εὖ καὶ τὸ κακῶς δυνατὸς εἴη διαγνῶναι;
雅典人:但是,一个不知道什么是正确的人,又怎能辨别做得好坏呢?
λέγω δὲ οὐ πάνυ σαφῶς, ἀλλʼ ὧδε σαφέστερον ἴσως ἂν λεχθείη.
我说得不太明白,但也许这样说会更明白一些。
ΚΛ. πῶς;
克里尼亚:怎么说?
ΑΘ. εἰσὶν δήπου κατὰ τὴν ὄψιν ἡμῖν ἀπεικασίαι μυρίαι.
雅典人:在我们的视觉中,想必有无数的再现吧。
ΚΛ. ναί.
克里尼亚:是的。
ΑΘ. τί οὖν εἴ τις καὶ ἐν τούτοις ἀγνοοῖ τῶν μεμιμημένων ὅτι ποτʼ ἐστὶν ἕκαστον τῶν σωμάτων; ἆρʼ ἄν ποτε τό γε ὀρθῶς αὐτῶν εἰργασμένον γνοίη;
雅典人:那么,如果在这些事物中,有人不知道被模仿的身体每一个究竟是什么,他还能知道其中哪些是制作得正确的吗?
λέγω δὲ τὸ τοιόνδε, οἷον τοὺς ἀριθμοὺς τοῦ σώματος καὶ ἑκάστων τῶν μερῶν τὰς θέσεις εἰ ἔχει, ὅσοι τέ εἰσιν καὶ ὁποῖα παρʼ ὁποῖα αὐτῶν κείμενα τὴν προσήκουσαν τάξιν ἀπείληφεν—καὶ ἔτι δὴ χρώματά τε καὶ σχήματα—ἢ πάντα ταῦτα τεταραγμένως εἴργασται·
我指的是这样一类事情:身体的比例,以及各个部分的位置是否合适,它们有多少,哪些部分与哪些部分挨在一起并获得了应有的秩序——此外,还有颜色和形状——或者所有这些是否都被乱七八糟地制作出来。
μῶν δοκεῖ ταῦτʼ ἄν ποτε διαγνῶναί τις τὸ παράπαν ἀγνοῶν ὅτι ποτʼ ἐστὶ τὸ μεμιμημένον ζῷον;
我们难道认为,一个完全不知道被模仿的动物究竟是什么的人,能辨别这些吗?
ΚΛ. καὶ πῶς;
克里尼亚:怎么可能?

词汇与语法注释

  1. 668aτό γε ἴσον ἴσον — 条件从句 `εἴ τῳ δοκεῖ ἢ μή ......` 采用直陈语气现在时,而主句则使用 `ἂν εἴη`(`ἄν` + 祈愿语气)表示潜在可能性(构成混合条件句)。这种潜在祈愿语气强调了主观印象或快乐绝不可能影响客观的等同或对称。
  2. 668bμιμήσεως γὰρ ἦν ... ὀρθότης — 未完成过去时 `ἦν` 是所谓的“哲学性未完成过去时”,指代在此前已被同意的定义或既定事实(意为“本就是”)。它与条件从句中的祈愿语气 `ἀποτελοῖτο` 结合,表达一个普遍规律:“如果被模仿物得以完成,那么模仿的正确性本就在于……”。
  3. 668cσχολῇ — 名词 `σχολή`(闲暇、余暇)的与格副词性用法。由“慢慢地”、“费力地”转译为在没有否定词的情况下表示强烈的否定可能性,即“几乎不”、“很难”(hardly, scarcely)。紧接着的克里尼亚的回答 `σχολῇ· πῶς δʼ οὔ;`(很难,怎么会不呢)也延续了这一否定含义。

引用这一段

柏拉图, 法律篇 §2.668. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:2.668

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。