§2.667ΑΘ. λαβὼν δʼ ὑμῶν οὐδεὶς τὸν αὑτοῦ, παρὰ τῶν συννόμων σπάσας σφόδρα ἀγριαίνοντα καὶ ἀγανακτοῦντα, ἱπποκόμον τε ἐπέστησεν ἰδίᾳ καὶ παιδεύει ψήχων τε καὶ ἡμερῶν, καὶ πάντα προσήκοντα ἀποδιδοὺς τῇ παιδοτροφίᾳ ὅθεν οὐ μόνον ἀγαθὸς ἂν στρατιώτης εἴη, πόλιν δὲ καὶ ἄστη δυνάμενος διοικεῖν, ὃν δὴ κατʼ ἀρχὰς εἴπομεν τῶν Τυρταίου πολεμικῶν εἶναι πολεμικώτερον, τέταρτον ἀρετῆς ἀλλʼ οὐ πρῶτον τὴν ἀνδρείαν κτῆμα τιμῶντα ἀεὶ καὶ πανταχοῦ, ἰδιώταις τε καὶ συμπάσῃ πόλει.
雅典人:然而,你们中没有任何人把自己的小马从共同放牧的同伴中拉走(尽管它极其抗拒且愤怒),并单独为它指派一名马夫,通过抚摩和驯化来教育它,更没有给予它成长所需的一切妥善照顾,从而使之不仅成为一名优秀的士兵,而且能够治理国家和城市——也就是我们最初所说的,比蒂尔泰乌斯笔下的好战者还要好战,并且无论何时何地,对个人还是对整个城邦而言,都始终将勇气视为美德的第四位、而非第一位的财富的那种人。
ΚΛ. οὐκ οἶδα ἡμῶν, ὦ ξένε, ὅπῃ πάλιν αὖ τοὺς νομοθέτας φαυλίζεις.
克里尼亚:外邦人啊,我不知道你为什么又在贬低我们的立法者。
ΑΘ. οὐκ, ὠγαθέ, προσέχων τούτῳ τὸν νοῦν δρῶ τοῦτο, εἴπερ· ἀλλʼ ὁ λόγος ὅπῃ φέρει, ταύτῃ πορευώμεθα, εἰ βούλεσθε.
雅典人:不,我的好朋友,即便我确实如此做了,我也并非是有意以此为目的而做这倾事的;但如果你们愿意,就让我们跟着论证的方向前进吧。
εἰ γὰρ ἔχομεν μοῦσαν τῆς τῶν χορῶν καλλίω καὶ τῆς ἐν τοῖς κοινοῖς θεάτροις, πειρώμεθα ἀποδοῦναι τούτοις οὕς φαμεν ἐκείνην μὲν αἰσχύνεσθαι, ζητεῖν δέ, ἥτις καλλίστη, ταύτης κοινωνεῖν.
因为,如果我们拥有比合唱团以及公共剧场更美妙的音乐(缪斯),那么我们就要努力把它赋予那些我们说他们对前者感到羞怯、却在寻找并渴望分得最美妙的后者的那些人。
ΚΛ. πάνυ γε.
克里尼亚:完全同意。
ΑΘ. οὐκοῦν πρῶτον μὲν δεῖ τόδε γε ὑπάρχειν ἅπασιν ὅσοις συμπαρέπεταί τις χάρις, ἢ τοῦτο αὐτὸ μόνον αὐτοῦ τὸ σπουδαιότατον εἶναι, ἤ τινα ὀρθότητα, ἢ τὸ τρίτον ὠφελίαν;
雅典人:那么首先,对所有伴随着某种喜悦(魅力)的事物而言,至少必须具备以下之一:要么这种喜悦本身就是其最重要的要素,要么是某种正确性,要么第三是其有益性?
οἷον δὴ λέγω ἐδωδῇ μὲν καὶ πόσει καὶ συμπάσῃ τροφῇ παρέπεσθαι μὲν τὴν χάριν, ἣν ἡδονὴν ἂν προσείποιμεν· ἣν δὲ ὀρθότητά τε καὶ ὠφελίαν, ὅπερ ὑγιεινὸν τῶν προσφερομένων λέγομεν ἑκάστοτε, τοῦτʼ αὐτὸ εἶναι ἐν αὐτοῖς καὶ τὸ ὀρθότατον.
例如,我说食物、饮料和所有营养都伴随着喜悦,我们可以称之为快乐;但我们每次所说的正确性和有益性,即所摄入食物中健康的部分,这本身才是它们之中最正确的东西。
ΚΛ. πάνυ μὲν οὖν.
克里尼亚:确实非常赞同。
ΑΘ. καὶ μὴν καὶ τῇ μαθήσει παρακολουθεῖν μὲν τό γε τῆς χάριτος, τὴν ἡδονήν, τὴν δὲ ὀρθότητα καὶ τὴν ὠφελίαν καὶ τὸ εὖ καὶ τὸ καλῶς τὴν ἀλήθειαν εἶναι τὴν ἀποτελοῦσαν.
雅典人:此外,学习也伴随着乐趣这一喜悦的要素,但其正确性、有益性以及“好”和“美”,则是完成它的真理。
ΚΛ. ἔστιν οὕτως.
克里尼亚:的确如此。
ΑΘ. τί δὲ τῇ τῶν ὁμοίων ἐργασίᾳ ὅσαι τέχναι εἰκαστικαί;
雅典人:那么,制作相似物这一活动——即所有的模仿艺术,又如何呢?
ἆρʼ οὐκ, ἂν τοῦτο ἐξεργάζωνται, τὸ μὲν ἡδονὴν ἐν αὐτοῖς γίγνεσθαι παρεπόμενον, ἐὰν γίγνηται, χάριν αὐτὸ δικαιότατον ἂν εἴη προσαγορεύειν;
如果它们完成了这项制作,那么其中产生的快乐(如果产生的话),将其称为它的“魅力”不是最公道的吗?
ΚΛ. ναί.
克里尼亚:是的。
ΑΘ. τὴν δέ γε ὀρθότητά που τῶν τοιούτων ἡ ἰσότης ἄν, ὡς ἐπὶ τὸ πᾶν εἰπεῖν, ἐξεργάζοιτο τοῦ τε τοσούτου καὶ τοῦ τοιούτου πρότερον, ἀλλʼ οὐχ ἡδονή.
雅典人:但这类事物的正确性,总的来说,是由其在数量和质量上的均等(与原物的相符)来决定的,而不是由快乐决定的。
ΚΛ. καλῶς.
克里尼亚:说得好。
ΑΘ. οὐκοῦν ἡδονῇ κρίνοιτʼ ἂν μόνον ἐκεῖνο ὀρθῶς, ὃ μήτε τινὰ ὠφελίαν μήτε ἀλήθειαν μήτε ὁμοιότητα ἀπεργαζόμενον παρέχεται, μηδʼ αὖ γε βλάβην, ἀλλʼ αὐτοῦ τούτου μόνου ἕνεκα γίγνοιτο τοῦ συμπαρεπομένου τοῖς ἄλλοις, τῆς χάριτος, ἣν δὴ κάλλιστά τις ὀνομάσαι ἂν ἡδονήν, ὅταν μηδὲν αὐτῇ τούτων ἐπακολουθῇ;
雅典人:因此,只有那种既不产生也不提供任何有益性、真理或相似性,另一方面也不带来任何危害,而仅仅是为了那伴随其他事物的要素本身而存在的事物——即当其他一切都不跟随它时,人们最适当地称之为快乐的“魅力”——才能被正确地以快乐来衡量,不是吗?
ΚΛ. ἀβλαβῆ λέγεις ἡδονὴν μόνον.
克里尼亚:你所指的仅仅是无害的快乐。
ΑΘ. ναί, καὶ παιδιάν γε εἶναι τὴν αὐτὴν ταύτην λέγω τότε, ὅταν μήτε τι βλάπτῃ μήτε ὠφελῇ σπουδῆς ἢ λόγου ἄξιον.
雅典人:是的,而且我说,当这同一件事既不带来任何危害,也不带来任何值得认真对待或讨论的益处时,它就是“游戏”。
ΚΛ. ἀληθέστατα λέγεις.
克里尼亚:你说得极对。