Humanitext Reader

柏拉图 · 法律篇 §2.658-2.659

竞技评判标准与音乐裁判的职责

第 18 段,共 186 段 · 希腊语

内容简介

雅典人提出了一个仅以快乐为标准的虚拟综合竞技会,指出不同年龄和教养的群体会偏好不同的艺术形式(木偶戏、喜剧、悲剧、史诗朗诵),进而阐明真正的音乐裁判必须具备德行与勇气以引导观众而非迎合大众。他最终总结道,教育的本质正是通过被称为“歌”的灵魂“咒文”,引导儿童的灵魂与法律及长者所认可的正确理路相谐和。

§2.658ΑΘ. ἆρʼ οὐκ ὀρθῶς λέγεταί τε τοῦτο καὶ πράττοιτʼ ἄν, εἰ ταύτῃ γίγνοιτο;
ATH. 雅典人:如果事情以这种方式进行,这不正是说得正确,也会做得正确吗?
ΚΛ. τάχʼ ἄν.
CL. 克里尼亚:也许吧。
ΑΘ. ἀλλʼ, ὦ μακάριε, μὴ ταχὺ τὸ τοιοῦτον κρίνωμεν, ἀλλὰ διαιροῦντες αὐτὸ κατὰ μέρη σκοπώμεθα τοιῷδέ τινι τρόπῳ· τί ἄν, εἴ ποτέ τις οὕτως ἁπλῶς ἀγῶνα θείη ὁντινοῦν, μηδὲν ἀφορίσας μήτε γυμνικὸν μήτε μουσικὸν μήθʼ ἱππικόν, ἀλλὰ πάντας συναγαγὼν τοὺς ἐν τῇ πόλει προείποι, θεὶς νικητήρια, τὸν βουλόμενον ἥκειν ἀγωνιούμενον ἡδονῆς πέρι μόνον, ὃς δʼ ἂν τέρψῃ τοὺς θεατὰς μάλιστα, μηδὲν ἐπιταττόμενος ᾧτινι τρόπῳ, νικήσῃ δὲ αὐτὸ τοῦτο ὅτι μάλιστα ἀπεργασάμενος καὶ κριθῇ τῶν ἀγωνισαμένων ἥδιστος γεγονέναι—τί ποτʼ ἂν ἡγούμεθα ἐκ ταύτης τῆς προρρήσεως συμβαίνειν;
ATH. 雅典人:但是,我的朋友,我们不要急于对这类事情下判断,而是将它切分成各个部分,以如下方式来进行考察:如果有人在某个时候单纯地设立了任何一种竞技会,既不界定为体育竞技,也不界定为音乐或赛马竞技,而是将城邦里的所有人召集起来,设立了优胜奖,并预先宣布,任何愿意的人都可以前来,仅仅就快乐进行竞争;而那个在没有任何关于以何种方式进行的指令下,最大程度地取悦了观众的人,正因为他最大程度地做到了这一点而获得胜利,并被判定为在所有竞争者中带来了最多快乐的人——我们认为从这一宣布中究竟会产生什么呢?
ΚΛ. τοῦ πέρι λέγεις;
CL. 克里尼亚:您是指关于什么的?
ΑΘ. εἰκός που τὸν μέν τινα ἐπιδεικνύναι, καθάπερ Ὅμηρος, ῥαψῳδίαν, ἄλλον δὲ κιθαρῳδίαν, τὸν δέ τινα τραγῳδίαν, τὸν δʼ αὖ κωμῳδίαν, οὐ θαυμαστὸν δὲ εἴ τις καὶ θαύματα ἐπιδεικνὺς μάλιστʼ ἂν νικᾶν ἡγοῖτο·
ATH. 雅典人:大概有人会像荷马那样展示叙事诗朗诵,另一个人展示基塔拉琴弹唱,某个人展示悲剧,而另一个人则展示喜剧;如果有人通过展示木偶戏而认为自己最能获胜,这也并不奇怪。
τούτων δὴ τοιούτων καὶ ἑτέρων ἀγωνιστῶν μυρίων ἐλθόντων ἔχομεν εἰπεῖν τίς ἂν νικῷ δικαίως;
在这些各种各样的表演者以及其他无数的竞争者到来之后,我们能说谁将公正地获胜吗?
ΚΛ. ἄτοπον ἤρου·
CL. 克里尼亚:您问了一个荒谬的问题。
τίς γὰρ ἂν ἀποκρίνοιτό σοι τοῦτο ὡς γνοὺς ἄν ποτε πρὶν ἀκοῦσαί τε, καὶ τῶν ἀθλητῶν ἑκάστων αὐτήκοος αὐτὸς γενέσθαι;
因为在听取他们并亲自直接听到每个竞争者的表演之前,谁能像已经知道一样回答您这个问题呢?
ΑΘ. τί οὖν δή;
ATH. 雅典人:那么怎么样?
βούλεσθε ἐγὼ σφῷν τὴν ἄτοπον ἀπόκρισιν ταύτην ἀποκρίνωμαι;
你们两位愿意让我来回答这个荒谬的回答吗?
ΚΛ. τί μήν;
CL. 克里尼亚:当然愿意。
ΑΘ. εἰ μὲν τοίνυν τὰ πάνυ σμικρὰ κρίνοι παιδία, κρινοῦσιν τὸν τὰ θαύματα ἐπιδεικνύντα· ἦ γάρ;
ATH. 雅典人:那么,如果是由非常年幼的孩子来判定,他们会判定那个表演木偶戏的人获胜;难道不是吗?
ΚΛ. πῶς γὰρ οὔ;
CL. 克里尼亚:怎么会不是呢?
ΑΘ. ἐὰν δέ γʼ οἱ μείζους παῖδες, τὸν τὰς κωμῳδίας· τραγῳδίαν δὲ αἵ τε πεπαιδευμέναι τῶν γυναικῶν καὶ τὰ νέα μειράκια καὶ σχεδὸν ἴσως τὸ πλῆθος πάντων.
ATH. 雅典人:但如果是大一些的男孩,则会判定表演喜剧的人;而悲剧则是受过教育的妇女、年轻的青年以及可能几乎是所有大众多半会选择的。
ΚΛ. ἴσως δῆτα.
CL. 克里尼亚:确实可能是这样。
ΑΘ. ῥαψῳδὸν δέ, καλῶς Ἰλιάδα καὶ Ὀδύσσειαν ἤ τι τῶν Ἡσιοδείων διατιθέντα, τάχʼ ἂν ἡμεῖς οἱ γέροντες ἥδιστα ἀκούσαντες νικᾶν ἂν φαῖμεν πάμπολυ.
ATH. 雅典人:至于叙事诗朗诵者,如果他极好地朗诵《伊利亚特》和《奥德赛》或赫西俄德的某些作品,也许我们这些老年人,在听了感到最愉快之后,会说他以绝对优势获胜。
τίς οὖν ὀρθῶς ἂν νενικηκὼς εἴη;
那么谁才是正确获胜的人呢?
τοῦτο μετὰ τοῦτο· ἦ γάρ;
这是紧随其后的问题;难道不是吗?
ΚΛ. ναί.
CL. 克里尼亚:是的。
ΑΘ. δῆλον ὡς ἔμοιγε καὶ ὑμῖν ἀναγκαῖόν ἐστιν φάναι τοὺς ὑπὸ τῶν ἡμετέρων ἡλικιωτῶν κριθέντας ὀρθῶς ἂν νικᾶν.
ATH. 雅典人:显然,对我以及对你们来说,必然要说那些由我们同龄人(老年人)判定的竞争者才是正确获胜的人。
τὸ γὰρ ἔθος ἡμῖν τῶν νῦν δὴ πάμπολυ δοκεῖ τῶν ἐν ταῖς πόλεσιν ἁπάσαις καὶ πανταχοῦ βέλτιστον γίγνεσθαι.
因为我们的习惯,在我们看来,显然比现在所有城邦中以及到处所见的习惯要好得多。
ΚΛ. τί μήν;
CL. 克里尼亚:当然。
§2.659ΑΘ. συγχωρῶ δὴ τό γε τοσοῦτον καὶ ἐγὼ τοῖς πολλοῖς, δεῖν τὴν μουσικὴν ἡδονῇ κρίνεσθαι, μὴ μέντοι τῶν γε ἐπιτυχόντων, ἀλλὰ σχεδὸν ἐκείνην εἶναι Μοῦσαν καλλίστην ἥτις τοὺς βελτίστους καὶ ἱκανῶς πεπαιδευμένους τέρπει, μάλιστα δὲ ἥτις ἕνα τὸν ἀρετῇ τε καὶ παιδείᾳ διαφέροντα·
ATH. 雅典人:因此,我也向大众做出至少这样程度的让步:音乐必须以快乐来判定。 然而,绝不是任何偶然碰巧的人的快乐,而是:那几乎是最美的缪斯音乐,它能取悦最优秀的、受过足够教育的人,尤其是那取悦在美德和教育上卓越的一个人。
διὰ ταῦτα δὲ ἀρετῆς φαμεν δεῖσθαι τοὺς τούτων κριτάς, ὅτι τῆς τε ἄλλης μετόχους αὐτοὺς εἶναι δεῖ φρονήσεως καὶ δὴ καὶ τῆς ἀνδρείας.
正是因为这些,我们才说这些事物的判定者需要美德,因为他们不仅必须分有其他的智慧,而且尤其必须分有勇气。
οὔτε γὰρ παρὰ θεάτρου δεῖ τόν γε ἀληθῆ κριτὴν κρίνειν μανθάνοντα, καὶ ἐκπληττόμενον ὑπὸ θορύβου τῶν πολλῶν καὶ τῆς αὑτοῦ ἀπαιδευσίας, οὔτʼ αὖ γιγνώσκοντα διʼ ἀνανδρίαν καὶ δειλίαν ἐκ ταὐτοῦ στόματος οὗπερ τοὺς θεοὺς ἐπεκαλέσατο μέλλων κρίνειν, ἐκ τούτου ψευδόμενον ἀποφαίνεσθαι ῥᾳθύμως τὴν κρίσιν·
因为真正的判定者绝不应当向观众学习判定,被大众的喧嚣和自身的无知所吓倒;他也不应当在知道真相的情况下,由于软弱和胆怯,用他即将判定时呼唤神明的那同一张嘴,以此嘴说谎,轻率地宣布其判定。
οὐ γὰρ μαθητὴς ἀλλὰ διδάσκαλος, ὥς γε τὸ δίκαιον, θεατῶν μᾶλλον ὁ κριτὴς καθίζει, καὶ ἐναντιωσόμενος τοῖς τὴν ἡδονὴν μὴ προσηκόντως μηδὲ ὀρθῶς ἀποδιδοῦσι θεαταῖς.
因为判定者坐上席位,按照公义,绝不是作为观众的学生,而是作为他们的老师,并且作为将要反对那些未能合宜且正确地提供快乐的观众的人。
ἐξῆν γὰρ δὴ τῷ παλαιῷ τε καὶ Ἑλληνικῷ νόμῳ, οὐ καθάπερ ὁ Σικελικός τε καὶ Ἰταλικὸς νόμος νῦν, τῷ πλήθει τῶν θεατῶν ἐπιτρέπων καὶ τὸν νικῶντα διακρίνων χειροτονίαις, διέφθαρκε μὲν τοὺς ποιητὰς αὐτούς —πρὸς γὰρ τὴν τῶν κριτῶν ἡδονὴν ποιοῦσιν οὖσαν φαύλην, ὥστε αὐτοὶ αὐτοὺς οἱ θεαταὶ παιδεύουσιν—διέφθαρκεν δʼ αὐτοῦ τοῦ θεάτρου τὰς ἡδονάς·
因为在古代希腊的法律中这本是允许的,而不像现在的西西里和意大利法律,后者将决定权交给大众观众,并通过举手投票来判定胜者,这不仅毁坏了诗人们自身 ——因为他们迎合判定者平庸的快乐来进行创作,结果观众们自己在教育他们自己——也毁坏了观众自身的快乐。
δέον γὰρ αὐτοὺς ἀεὶ βελτίω τῶν αὑτῶν ἠθῶν ἀκούοντας βελτίω τὴν ἡδονὴν ἴσχειν, νῦν αὐτοῖς δρῶσιν πᾶν τοὐναντίον συμβαίνει.
因为观众本应当在始终聆听比他们自身的品格更优美的事物中获得更优美的快乐,而现在他们所做的却恰恰相反。
τί ποτʼ οὖν ἡμῖν τὰ νῦν αὖ διαπερανθέντα τῷ λόγῳ σημαίνειν βούλεται;
那么,我们现在在讨论中再次完成的事物,究竟想向我们表明什么呢?
σκοπεῖσθʼ εἰ τόδε.
请考虑是否是以下这件事。
ΚΛ. τὸ ποῖον;
CL. 克里尼亚:哪件事?
ΑΘ. δοκεῖ μοι τρίτον ἢ τέταρτον ὁ λόγος εἰς ταὐτὸν περιφερόμενος ἥκειν, ὡς ἄρα παιδεία μέν ἐσθʼ ἡ παίδων ὁλκή τε καὶ ἀγωγὴ πρὸς τὸν ὑπὸ τοῦ νόμου λόγον ὀρθὸν εἰρημένον, καὶ τοῖς ἐπιεικεστάτοις καὶ πρεσβυτάτοις διʼ ἐμπειρίαν συνδεδογμένον ὡς ὄντως ὀρθός ἐστιν·
ATH. 雅典人:在我看来,这个讨论在绕了三四圈之后,又回到了同一个地方,即:教育实际上是对儿童的吸引和引导,使他们走向被法律宣告为正确的、并被最正派和最年长的人通过经验真正认同为正确的理(logos)。
ἵνʼ οὖν ἡ ψυχὴ τοῦ παιδὸς μὴ ἐναντία χαίρειν καὶ λυπεῖσθαι ἐθίζηται τῷ νόμῳ καὶ τοῖς ὑπὸ τοῦ νόμου πεπεισμένοις, ἀλλὰ συνέπηται χαίρουσά τε καὶ λυπουμένη τοῖς αὐτοῖς τούτοις οἷσπερ ὁ γέρων, τούτων ἕνεκα, ἃς ᾠδὰς καλοῦμεν, ὄντως μὲν ἐπῳδαὶ ταῖς ψυχαῖς αὗται νῦν γεγονέναι, πρὸς τὴν τοιαύτην ἣν λέγομεν συμφωνίαν ἐσπουδασμέναι, διὰ δὲ τὸ σπουδὴν μὴ δύνασθαι φέρειν τὰς τῶν νέων ψυχάς, παιδιαί τε καὶ ᾠδαὶ καλεῖσθαι καὶ πράττεσθαι,
因此,为了使儿童的灵魂不至于习惯于在与法律及听从法律的人相反的事物中感到快乐和痛苦,而是能够跟随,在与老人所喜悦和痛苦的相同事物中感到快乐和痛苦——正是为了这些,我们现在所称的“歌”(ōdai),在实际上已经成为了对灵魂的“咒文”(epōdai),它们被真挚地设计用来达到我们所说的这种谐和;但由于年轻人的灵魂无法承受严肃,所以它们被称为“游戏”(paidiai)和“歌”,并被如此实践着。

词汇与语法注释

  1. 658aτί ἄν, εἴ ποτέ τις οὕτως ἁπλῶς ἀγῶνα θείη ὁντινοῦν... τί ποτʼ ἂν ἡγούμεθα ἐκ ταύτης τῆς προρρήσεως συμβαίνειν; — 该部分构成了一个极其冗长复杂的假设句骨架。开头的 `τί ἄν` 属于潜在语气表达,省略了诸如 `συμβαίη`(将会发生什么)之类的动词,而这一疑问在句末通过 `τί ποτʼ ἂν ἡγούμεθα ... συμβαίνειν;`(我们认为究竟会发生什么?)被重新明确提出并收尾。其间的 `εἴ ... θείη ... προείποι` 是条件从句(现在希求式),而 `ὃς δʼ ἂν τέρψῃ ... νικήσῃ ... κριθῇ` 则是嵌套在条件从句内部、带有 `ἄν` 和虚拟式的关系从句(表示预期)。整句在结构上具有极强的连续性。
  2. 658cὡς γνοὺς ἄν ποτε — 连接词 `ὡς`(仿佛、作为)与分词 `γνούς` 及语气小词 `ἄν` 相结合。这一结构相当于将潜在希求式(`γνοίη ἄν`,“也许会知道”)转化为分词构文,意为“仿佛(在实际听到之前)就已经有可能知晓一般”。
  3. 659aοὔτε γὰρ παρὰ θεάτρου δεῖ τόν γε ἀληθῆ κριτὴν κρίνειν μανθάνοντα — 由非人称动词 `δεῖ` 引导的带对格的不定式结构(A.C.I.)。不定式 `κρίνειν` 的逻辑主语是处于对格的 `τόν γε ἀληθῆ κριτήν`(真正的判定者),后面的 `μανθάνοντα` 和 `ἐκπληττόμενον` 则是修饰该对格主语的分词(均为阳性单数对格)。整句意为“真正的判定者不应当在向观众学习或被其吓倒的情况下进行判定”。
  4. 659cδέον — 非人称动词 `δεῖ` 的中性分词形式,在此用作对格绝对结构(accusative absolute)。它引入了一个与事实相反的义务或让步性对照(“本应当……”、“本来需要……”)。此处用以对比观众“本应当通过聆听优于自身品格的作品来获得更高级的快乐”,而现实却恰恰相反。
  5. 659eἃς ᾠδὰς καλοῦμεν, ὄντως μὲν ἐπῳδαὶ ταῖς ψυχαῖς — 这是柏拉图式典型的双关语(wordplay),利用了“歌”(`ᾠδή`)与“咒文/祛魅的咏唱”(`ἐπῳδή`)在发音和字源上的相似性。通过这两个词的呼应,柏拉图深刻地指出:通过音乐对年轻人进行的感性训练(使其快乐与痛苦同法律相协调),实际上起到了针对灵魂的某种治疗性与驯化性“咒文”的作用。

引用这一段

柏拉图, 法律篇 §2.658-2.659. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:2.658-2.659

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。