Humanitext Reader

柏拉图 · 法律篇 §2.654-2.655

歌舞训练与喜好美善的教育

第 16 段,共 186 段 · 希腊语

内容简介

雅典人与克里尼亚将教育定义为合唱(歌舞)的习得,并指出真正的教育不仅在于身体表现的技巧,更在于对美丑事物产生正确好恶的道德契合。

§2.654ΑΘ. τὰ μὲν οὖν ἄλλα ζῷα οὐκ ἔχειν αἴσθησιν τῶν ἐν ταῖς κινήσεσιν τάξεων οὐδὲ ἀταξιῶν, οἷς δὴ ῥυθμὸς ὄνομα καὶ ἁρμονία· ἡμῖν δὲ οὓς εἴπομεν τοὺς θεοὺς συγχορευτὰς δεδόσθαι, τούτους εἶναι καὶ τοὺς δεδωκότας τὴν ἔνρυθμόν τε καὶ ἐναρμόνιον αἴσθησιν μεθʼ ἡδονῆς, ᾗ δὴ κινεῖν τε ἡμᾶς καὶ χορηγεῖν ἡμῶν τούτους, ᾠδαῖς τε καὶ ὀρχήσεσιν ἀλλήλοις συνείροντας, χορούς τε ὠνομακέναι παρὰ τὸ τῆς χαρᾶς ἔμφυτον ὄνομα.
ATH. 雅典人:因此,其他动物对于动作中的秩序或无秩序没有感觉,而这正是所谓的节奏和和谐;但对我们来说,我们曾说被赐予作为共同庆祝者的那些神明,正是他们赐予了我们伴随着快乐的节奏和和谐的感觉,凭借这种感觉,他们动员我们并领导我们的舞蹈,用歌声和舞蹈将我们互相连接起来,并且根据快乐这一生来就有的名称,将这些命名为合唱。
πρῶτον δὴ τοῦτο ἀποδεξώμεθα;
我们首先接受这一点吗?
θῶμεν παιδείαν εἶναι πρώτην διὰ Μουσῶν τε καὶ Ἀπόλλωνος, ἢ πῶς;
我们是否应当假定最初的教育是通过缪斯和阿波罗进行的,还是怎么说?
ΚΛ. οὕτως.
CL. 克里尼亚:就这样。
ΑΘ. οὐκοῦν ὁ μὲν ἀπαίδευτος ἀχόρευτος ἡμῖν ἔσται, τὸν δὲ πεπαιδευμένον ἱκανῶς κεχορευκότα θετέον;
ATH. 雅典人:那么,没有受过教育的人对我们来说就是没有经历过合唱的人,而受过教育的人必须被视为已经充分经历了合唱的人,是这样吗?
ΚΛ. τί μήν;
CL. 克里尼亚:当然。
ΑΘ. χορεία γε μὴν ὄρχησίς τε καὶ ᾠδὴ τὸ σύνολόν ἐστιν.
ATH. 雅典人:然而,合唱整体上就是舞蹈和歌唱。
ΚΛ. ἀναγκαῖον.
CL. 克里尼亚:必然如此。
ΑΘ. ὁ καλῶς ἄρα πεπαιδευμένος ᾄδειν τε καὶ ὀρχεῖσθαι δυνατὸς ἂν εἴη καλῶς.
ATH. 雅典人:那么,受过良好教育的人将能够很好地歌唱和舞蹈。
ΚΛ. ἔοικεν.
CL. 克里尼亚:看来是这样。
ΑΘ. ἴδωμεν δὴ τί ποτʼ ἐστὶ τὸ νῦν αὖ λεγόμενον.
ATH. 雅典人:那么让我们看看,现在所说的话究竟是什么意思。
ΚΛ. τὸ ποῖον δή;
CL. 克里尼亚:是什么样的意思呢?
ΑΘ. καλῶς ᾄδει, φαμέν, καὶ καλῶς ὀρχεῖται ·
ATH. 雅典人:我们说:“他唱得好,跳得好。
πότερον εἰ καὶ καλὰ ᾄδει καὶ καλὰ ὀρχεῖται προσθῶμεν ἢ μή;
”我们是否应当加上“如果他唱的是美的事物,跳的是美的事物”这一条件,还是不加?
ΚΛ. προσθῶμεν.
CL. 克里尼亚:加上。
ΑΘ. τί δʼ ἂν τὰ καλά τε ἡγούμενος εἶναι καλὰ καὶ τὰ αἰσχρὰ αἰσχρὰ οὕτως αὐτοῖς χρῆται;
ATH. 雅典人:那么,如果一个人认为美的事物是美的,丑的事物是丑的,并相应地使用它们,情况会怎样呢?
βέλτιον ὁ τοιοῦτος πεπαιδευμένος ἡμῖν ἔσται τὴν χορείαν τε καὶ μουσικὴν ἢ ὃς ἂν τῷ μὲν σώματι καὶ τῇ φωνῇ τὸ διανοηθὲν εἶναι καλὸν ἱκανῶς ὑπηρετεῖν δυνηθῇ ἑκάστοτε, χαίρῃ δὲ μὴ τοῖς καλοῖς μηδὲ μισῇ τὰ μὴ καλά;
这样的人,与那些虽然每次都能在身体和声音上充分表达出他所认为的美的事物,却不为美的事物感到高兴、也不憎恨不美的事物的人相比,在合唱和音乐方面,对我们来说是受过更好教育的人吗?
ἢ ʼκεῖνος ὃς ἂν τῇ μὲν φωνῇ καὶ τῷ σώματι μὴ πάνυ δυνατὸς ᾖ κατορθοῦν, ἢ διανοεῖσθαι, τῇ δὲ ἡδονῇ καὶ λύπῃ κατορθοῖ, τὰ μὲν ἀσπαζόμενος, ὅσα καλά, τὰ δὲ δυσχεραίνων, ὁπόσα μὴ καλά;
还是说,是另外那个人,他虽然在声音和身体上并不完全能够做好,甚至无法构想它们,但在快乐和痛苦方面却很正确,欢迎一切美的事物,并对所有不美的事物感到厌恶?
ΚΛ. πολὺ τὸ διαφέρον, ὦ ξένε, λέγεις τῆς παιδείας.
CL. 克里尼亚:异乡人,您所说的教育上的差异是非常巨大的。
ΑΘ. οὐκοῦν εἰ μὲν τὸ καλὸν ᾠδῆς τε καὶ ὀρχήσεως πέρι γιγνώσκομεν τρεῖς ὄντες, ἴσμεν καὶ τὸν πεπαιδευμένον τε καὶ ἀπαίδευτον ὀρθῶς· εἰ δὲ ἀγνοοῦμέν γε τοῦτο, οὐδʼ εἴ τις παιδείας ἐστὶν φυλακὴ καὶ ὅπου διαγιγνώσκειν ἄν ποτε δυναίμεθα.
ATH. 雅典人:因此,如果我们三人知道关于歌唱和舞蹈什么是美的,我们也就正确地知道了受过教育的人和没有受过教育的人;但如果我们对此一无所知,我们也就永远无法辨别是否存在教育的守护者,以及在何处可以辨别它们。
ἆρʼ οὐχ οὕτως;
难道不是这样吗?
ΚΛ. οὕτω μὲν οὖν.
CL. 克里尼亚:确实如此。
ΑΘ. ταῦτʼ ἄρα μετὰ τοῦθʼ ἡμῖν αὖ καθάπερ κυσὶν ἰχνευούσαις διερευνητέον, σχῆμά τε καλὸν καὶ μέλος καὶ ᾠδὴν καὶ ὄρχησιν· εἰ δὲ ταῦθʼ ἡμᾶς διαφυγόντα οἰχήσεται, μάταιος ὁ μετὰ ταῦθʼ ἡμῖν περὶ παιδείας ὀρθῆς εἴθʼ Ἑλληνικῆς εἴτε βαρβαρικῆς λόγος ἂν εἴη.
ATH. 雅典人:因此,在这之后,我们必须像追踪的猎犬一样,彻底探查美的姿态、旋律、歌唱和舞蹈;但如果这些从我们身边溜走并消失了,那么此后我们关于正确教育的讨论,无论是希腊的还是蛮族的,都将是徒劳的。
ΚΛ. ναί.
CL. 克里尼亚:是的。
§2.655ΑΘ. εἶεν· τί δὲ δὴ τὸ καλὸν χρὴ φάναι σχῆμα ἢ μέλος εἶναί ποτε;
ATH. 雅典人:好吧;那么究竟该说什么是美的姿态或旋律呢?
φέρε, ἀνδρικῆς ψυχῆς ἐν πόνοις ἐχομένης καὶ δειλῆς ἐν τοῖς αὐτοῖς τε καὶ ἴσοις ἆρʼ ὅμοια τά τε σχήματα καὶ τὰ φθέγματα συμβαίνει γίγνεσθαι;
来吧,一个处于劳苦中的勇敢灵魂,与处于同样且同等劳苦中的懦弱灵魂,它们的姿态和发声难道会相似吗?
ΚΛ. καὶ πῶς, ὅτε γε μηδὲ τὰ χρώματα;
CL. 克里尼亚:怎么会呢,既然连他们的脸色都不相似。
ΑΘ. καλῶς γε, ὦ ἑταῖρε.
ATH. 雅典人:说得好,我的朋友。
ἀλλʼ ἐν γὰρ μουσικῇ καὶ σχήματα μὲν καὶ μέλη ἔνεστιν, περὶ ῥυθμὸν καὶ ἁρμονίαν οὔσης τῆς μουσικῆς, ὥστε εὔρυθμον μὲν καὶ εὐάρμοστον, εὔχρων δὲ μέλος ἢ σχῆμα οὐκ ἔστιν ἀπεικάσαντα, ὥσπερ οἱ χοροδιδάσκαλοι ἀπεικάζουσιν, ὀρθῶς φθέγγεσθαι· τὸ δὲ τοῦ δειλοῦ τε καὶ ἀνδρείου σχῆμα ἢ μέλος ἔστιν τε, καὶ ὀρθῶς προσαγορεύειν ἔχει τὰ μὲν τῶν ἀνδρείων καλά, τὰ τῶν δειλῶν δὲ αἰσχρά.
但是在音乐中确实既有姿态也有旋律,因为音乐是关于节奏和和谐的,所以我们可以正确地称之为“节奏良好”或“和谐良好”的旋律或姿态,但正如合唱教师们所比拟的那样,把它们比拟为“颜色好”并如此正确地表达是不可能的;然而,懦夫和勇敢者的姿态或旋律确实存在,并且我们可以正确地称勇敢者的为美的,称懦夫的为丑的。
καὶ ἵνα δὴ μὴ μακρολογία πολλή τις γίγνηται περὶ ταῦθʼ ἡμῖν ἅπαντα, ἁπλῶς ἔστω τὰ μὲν ἀρετῆς ἐχόμενα ψυχῆς ἢ σώματος, εἴτε αὐτῆς εἴτε τινὸς εἰκόνος, σύμπαντα σχήματά τε καὶ μέλη καλά, τὰ δὲ κακίας αὖ, τοὐναντίον ἅπαν.
为了使我们之间不至于在所有这些事情上进行冗长的讨论,让我们简单地规定:一切与灵魂或身体的德行有关的姿态和旋律,无论是它自身的还是其某种形象的,都是美的;而与恶行有关的,则完全相反。
ΚΛ. ὀρθῶς τε προκαλῇ καὶ ταῦθʼ ἡμῖν οὕτως ἔχειν ἀποκεκρίσθω τὰ νῦν.
CL. 克里尼亚:你的提议很正确,现在就让我们这样回答。
ΑΘ. ἔτι δὴ τόδε· πότερον ἅπαντες πάσαις χορείαις ὁμοίως χαίρομεν, ἢ πολλοῦ δεῖ;
ATH. 雅典人:还有这一点:我们所有人是否都对所有的合唱感到同样的快乐,还是差得很远?
ΚΛ. τοῦ παντὸς μὲν οὖν.
CL. 克里尼亚:差得很远。
ΑΘ. τί ποτʼ ἂν οὖν λέγομεν τὸ πεπλανηκὸς ἡμᾶς εἶναι;
ATH. 雅典人:那么我们该说是什么让我们误入歧途了呢?
πότερον οὐ ταὐτά ἐστι καλὰ ἡμῖν πᾶσιν, ἢ τὰ μὲν αὐτά, ἀλλʼ οὐ δοκεῖ ταὐτὰ εἶναι;
是对我们所有人来说,美的事物并不相同,还是它们是相同的,但看起来却不相同?
οὐ γάρ που ἐρεῖ γέ τις ὥς ποτε τὰ τῆς κακίας ἢ ἀρετῆς καλλίονα χορεύματα, οὐδʼ ὡς αὐτὸς μὲν χαίρει τοῖς τῆς μοχθηρίας σχήμασιν, οἱ δʼ ἄλλοι ἐναντίᾳ ταύτης Μούσῃ τινί· καίτοι λέγουσίν γε οἱ πλεῖστοι μουσικῆς ὀρθότητα εἶναι τὴν ἡδονὴν ταῖς ψυχαῖς πορίζουσαν δύναμιν.
因为绝不会有人说恶行的合唱比德行的合唱更美,也不会有人说自己喜欢邪恶的姿态,而其他人则喜欢与此相反的某种缪斯音乐;然而大多数人说,音乐的正确性在于它能为灵魂提供快乐的力量。
ἀλλὰ τοῦτο μὲν οὔτε ἀνεκτὸν οὔτε ὅσιον τὸ παράπαν φθέγγεσθαι, τόδε δὲ μᾶλλον εἰκὸς πλανᾶν ἡμᾶς.
但这完全是不可容忍、也是不虔敬的话,而以下的事情更有可能让我们误入歧途。
ΚΛ. τὸ ποῖον;
CL. 克里尼亚:是什么样的事情呢?
ΑΘ. ἐπειδὴ μιμήματα τρόπων ἐστὶ τὰ περὶ τὰς χορείας, ἐν πράξεσί τε παντοδαπαῖς γιγνόμενα καὶ τύχαις, καὶ ἤθεσι καὶ μιμήσεσι διεξιόντων ἑκάστων, οἷς μὲν ἂν πρὸς τρόπου τὰ ῥηθέντα ἢ μελῳδηθέντα ἢ καὶ ὁπωσοῦν χορευθέντα, ἢ κατὰ φύσιν ἢ κατὰ ἔθος ἢ κατʼ ἀμφότερα, τούτους μὲν καὶ τούτοις χαίρειν τε καὶ ἐπαινεῖν αὐτὰ καὶ προσαγορεύειν καλὰ ἀναγκαῖον, οἷς δʼ ἂν παρὰ φύσιν ἢ τρόπον ἤ τινα συνήθειαν, οὔτε χαίρειν δυνατὸν οὔτε ἐπαινεῖν αἰσχρά τε προσαγορεύειν.
ATH. 雅典人:因为合唱是性格的模仿,产生于各种行动和境遇中,每个人都通过不同的性格和模仿来表现它们,对于那些言语、歌唱或以任何方式舞蹈都符合其性格的人,无论是因为天性、习惯还是两者兼有,他们必然会为此感到高兴,并赞美它们,称它们为美的;但对于那些违背其天性、性格或某种习惯的人,他们既不可能为此感到高兴,也不可能赞美它们,而必须称它们为丑的。

词汇与语法注释

  1. 654aτὰ μὲν οὖν ἄλλα ζῷα οὐκ ἔχειν — 这是一个带对格的不定式结构,延续自前一章(653e)末尾的动词 `φησὶν`,在间接引语中表示“该论点认为……”。
  2. 654aπαρὰ τὸ τῆς χαρᾶς ἔμφυτον ὄνομα — 这是一个基于柏拉图式民间语源学的表达,将表示“合唱”(`χορός`)的词与表示“快乐”(`χαρά`)的词联系起来。介词 `παρά` 在此处表示“源自”或“根据”。
  3. 654cτί δʼ ἂν τὰ καλά τε ἡγούμενος εἶναι καλὰ — 该句结构由 `τί δέ`(“那么……怎么样?”)后接由 `ἄν`(相当于 `ἐάν`,“如果”)引导的条件从句构成,此处的 `ἄν` 并非表示可能性的语气小词 `ἄν`。
  4. 655aεὔχρων δὲ μέλος ἢ σχῆμα οὐκ ἔστιν ἀπεικάσαντα — 对格分词 `ἀπεικάσαντα` 的逻辑主语是表示泛指的人的省略代词 `τινά`。该句意为“不通过比拟,[人们]就无法说出‘颜色好’的旋律或姿态”。

引用这一段

柏拉图, 法律篇 §2.654-2.655. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:2.654-2.655

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。