Humanitext Reader

柏拉图 · 法律篇 §12.966-12.967

灵魂的先在性、天文学与真正的敬神

第 185 段,共 186 段 · 希腊语

内容简介

雅典来客强调了将美与善等概念作为“多”又作为“一”来把握的必要性,并指出法律的守护者必须精通天文学和灵魂的本质。他纠正了过去唯物主义自然哲学家的错误,得出结论:认识到灵魂的先在性以及宇宙的理智设计对于真正的敬神至关重要。

§12.966ΑΘ. μήπω τὸ πῶς ἂν μηχανησαίμεθα λέγωμεν· εἰ δεῖ δὲ ἢ μή, πρῶτον βεβαιωσώμεθα τῇ συνομολογίᾳ πρὸς ἡμᾶς αὐτούς.
雅典来客:我们先不要谈论将如何设法做到这一点;但是否有此必要,让我们首先通过我们彼此之间的同意来加以确认。
ΚΛ. ἀλλὰ μὴν δεῖ γε, εἴπερ δυνατόν.
克莱尼亚:然而,只要有可能,这确实是必要的。
ΑΘ. τί δὲ δή; περὶ καλοῦ τε καὶ ἀγαθοῦ ταὐτὸν τοῦτο διανοούμεθα;
雅典来客:那么,对于美与善,我们是否也这样认为?
ὡς πόλλʼ ἔστιν μόνον ἕκαστον τούτων τοὺς φύλακας ἡμῖν γνωστέον, ἢ καὶ ὅπως ἕν τε καὶ ὅπῃ;
我们的守护者是否只需要知道它们中的每一个只是许多个,还是也需要知道它们如何是一个,以及在何种意义上是一个?
ΚΛ. σχεδὸν ἔοικʼ ἐξ ἀνάγκης δεῖν καὶ ὅπως ἓν διανοεῖσθαι.
克莱尼亚:看来几乎是必然地,也必须思考它们如何是一个。
ΑΘ. τί δʼ, ἐννοεῖν μέν, τὴν δὲ ἔνδειξιν τῷ λόγῳ ἀδυνατεῖν ἐνδείκνυσθαι;
雅典来客:那么,如果他们心里明白,却无法用言辞来加以表明,那又该如何?
ΚΛ. καὶ πῶς;
克莱尼亚:怎么会呢?
ἀνδραπόδου γάρ τινα σὺ λέγεις ἕξιν.
因为你所说的状态就像是奴隶的状态。
ΑΘ. τί δέ;
雅典来客:那么,对于所有严肃的事物,我们的看法是否也相同?
περὶ πάντων τῶν σπουδαίων ἆρʼ ἡμῖν αὑτὸς λόγος, ὅτι δεῖ τοὺς ὄντως φύλακας ἐσομένους τῶν νόμων ὄντως εἰδέναι τὰ περὶ τὴν ἀλήθειαν αὐτῶν, καὶ λόγῳ τε ἱκανοὺς ἑρμηνεύειν εἶναι καὶ τοῖς ἔργοις συνακολουθεῖν, κρίνοντας τά τε καλῶς γιγνόμενα καὶ τὰ μὴ κατὰ φύσιν;
也就是说,那些要真正成为法律守护者的人,必须真正了解关于它们的真理,并且能够用言辞加以阐释,在行动中予以贯彻,并判定哪些是做得好的,哪些是不合乎自然本性的?
ΚΛ. πῶς γὰρ οὔ;
克莱尼亚:怎么会不呢?
ΑΘ. μῶν οὖν οὐχ ἓν τῶν καλλίστων ἐστὶν τὸ περὶ τοὺς θεούς, ὃ δὴ σπουδῇ διεπερανάμεθα, ὡς εἰσίν τε καὶ ὅσης φαίνονται κύριοι δυνάμεως, εἰδέναι τε εἰς ὅσον δυνατόν ἐστιν ταῦτʼ ἄνθρωπον γιγνώσκειν, καὶ τοῖς μὲν πλείστοις τῶν κατὰ πόλιν συγγιγνώσκειν τῇ φήμῃ μόνον τῶν νόμων συνακολουθοῦσιν, τοῖς δὲ φυλακῆς μεθέξουσιν μηδὲ ἐπιτρέπειν, ὃς ἂν μὴ διαπονήσηται τὸ πᾶσαν πίστιν λαβεῖν τῶν οὐσῶν περὶ θεῶν;
雅典来客:那么,最美好的事物之一难道不就是关于神明的事物吗? 这正是我们曾极力探讨过的:神明存在,并且显现出他们主宰着何等强大的力量;在人类可能理解的范围内,去认识这些事物。 对于城邦中的大多数人,我们可以宽恕他们仅仅遵循法律的传说,但对于那些将参与守护职责的人,若有谁不下一番苦功去获得关于神明的一切确信,我们就绝不容许他参与。
τὴν δὲ μὴ ἐπιτροπὴν εἶναι τὸ μηδέποτε τῶν νομοφυλάκων αἱρεῖσθαι τὸν μὴ θεῖον καὶ διαπεπονηκότα πρὸς αὐτά, μηδʼ αὖ τῶν πρὸς ἀρετὴν ἔγκριτον γίγνεσθαι;
而这所谓的不容许,就是绝不在法之守护者中选任任何不够神圣、未曾在这些事物上下一番苦功的人,也不将他列入因美德而被选拔的人之中。
ΚΛ. δίκαιον γοῦν, ὡς λέγεις, τὸν περὶ τὰ τοιαῦτα ἀργὸν ἢ ἀδύνατον ἀποκρίνεσθαι πόρρω τῶν καλῶν.
克莱尼亚:确实如你所说,在这些事物上怠惰或无能的人,理应被排除在美好事物之外。
ΑΘ. ἆρα οὖν ἴσμεν ὅτι δύʼ ἐστὸν τὼ περὶ θεῶν ἄγοντε εἰς πίστιν, ὅσα διήλθομεν ἐν τοῖς πρόσθεν;
雅典来客:那么,我们是否知道,在我们之前探讨过的内容中,有两个因素能引导人们对神明产生确信?
ΚΛ. ποῖα;
克莱尼亚:是哪两个?
ΑΘ. ἓν μὲν ὃ περὶ τὴν ψυχὴν ἐλέγομεν, ὡς πρεσβύτατόν τε καὶ θειότατόν ἐστιν πάντων ὧν κίνησις γένεσιν παραλαβοῦσα ἀέναον οὐσίαν ἐπόρισεν· ἓν δὲ τὸ περὶ τὴν φοράν, ὡς ἔχει τάξεως, ἄστρων τε καὶ ὅσων ἄλλων ἐγκρατὴς νοῦς ἐστιν τὸ πᾶν διακεκοσμηκώς.
雅典来客:其一是我们关于灵魂所说的话:在运动承接了生成并提供永恒存在的所有事物中,灵魂是最古老且最神圣的;其二是关于运行:星辰以及被主宰一切的理智所整饬的其他所有事物,它们的运行拥有何种秩序。
§12.967ΑΘ. ὁ γὰρ ἰδὼν ταῦτα μὴ φαύλως μηδʼ ἰδιωτικῶς, οὐδεὶς οὕτως ἄθεος ἀνθρώπων ποτὲ πέφυκεν, ὃς οὐ τοὐναντίον ἔπαθεν ἢ τὸ προσδοκώμενον ὑπὸ τῶν πολλῶν.
雅典来客:因为任何不以轻率也不以门外汉的态度观察这些事物的人,人类中绝没有谁在天性上会如此无神,以至于没有经历与大众所预料的完全相反的情形。
οἱ μὲν γὰρ διανοοῦνται τοὺς τὰ τοιαῦτα μεταχειρισαμένους ἀστρονομίᾳ τε καὶ ταῖς μετὰ ταύτης ἀναγκαίαις ἄλλαις τέχναις ἀθέους γίγνεσθαι, καθεωρακότας ὡς οἷόν τε γιγνόμενα ἀνάγκαις πράγματʼ ἀλλʼ οὐ διανοίαις βουλήσεως ἀγαθῶν πέρι τελουμένων.
因为大众认为,那些通过天文学以及与之相关的其他必要技术来处理这些事物的人,会变得不信神;因为大众以为他们看到了事物在尽可能地由必然性产生,而非由为了达成善好而有意图的意志所成就。
ΚΛ. τὸ δὲ δὴ πῶς ἔχον ἂν εἴη;
克莱尼亚:那么,实际情况究竟是如何呢?
ΑΘ. πᾶν, ὅπερ εἶπον, τοὐναντίον ἔχει νῦν τε καὶ ὅτε ἄψυχα αὐτὰ οἱ διανοούμενοι διενοοῦντο.
雅典来客:正如我所说,无论是现在,还是过去那些把它们当成无生命之物的人所处的时代,情况都完全相反。
θαύματα μὲν οὖν καὶ τότε ὑπεδύετο περὶ αὐτά, καὶ ὑπωπτεύετο τὸ νῦν ὄντως δεδογμένον, ὅσοι τῆς ἀκριβείας αὐτῶν ἥπτοντο, ὅπως μήποτʼ ἂν ἄψυχα ὄντα οὕτως εἰς ἀκρίβειαν θαυμαστοῖς λογισμοῖς ἂν ἐχρῆτο, νοῦν μὴ κεκτημένα·
甚至在当时,关于它们的惊异之感就已经悄然产生,而那些接触到它们运行之精确性的人,就已经预感到如今已被确立为真理的观点:如果它们没有理智,作为无生命之物,怎么可能如此精确地遵循这般奇妙的计算呢?
καί τινες ἐτόλμων τοῦτό γε αὐτὸ παρακινδυνεύειν καὶ τότε, λέγοντες ὡς νοῦς εἴη ὁ διακεκοσμηκὼς πάνθʼ ὅσα κατʼ οὐρανόν.
甚至在当时,也有人敢于冒险说出这番话,称正是理智整饬了天上的万物。
οἱ δὲ αὐτοὶ πάλιν ἁμαρτάνοντες ψυχῆς φύσεως ὅτι πρεσβύτερον εἴη σωμάτων, διανοηθέντες δὲ ὡς νεώτερον, ἅπανθʼ ὡς εἰπεῖν ἔπος ἀνέτρεψαν πάλιν, ἑαυτοὺς δὲ πολὺ μᾶλλον·
然而,由于他们在灵魂比身体更古老这一本性上犯了错误,反而认为灵魂更为年轻,因此,可以说,他们把一切又颠倒了过来,而对他们自己造成的损害更是大得多。
τὸ γὰρ δὴ πρὸ τῶν ὀμμάτων, πάντα αὐτοῖς ἐφάνη, τὰ κατʼ οὐρανὸν φερόμενα, μεστὰ εἶναι λίθων καὶ γῆς καὶ πολλῶν ἄλλων ἀψύχων σωμάτων διανεμόντων τὰς αἰτίας παντὸς τοῦ κόσμου.
因为在他们眼前的一切——天空中运行的一切——在他们看来都充满了石头、泥土以及许多其他无生命的物体,正是这些物体分配了整个宇宙的原因。
ταῦτʼ ἦν τὰ τότε ἐξειργασμένα πολλὰς ἀθεότητας καὶ δυσχερείας τῶν τοιούτων ἅπτεσθαι, καὶ δὴ καὶ λοιδορήσεις γε ἐπῆλθον ποιηταῖς, τοὺς φιλοσοφοῦντας κυσὶ ματαίαις ἀπεικάζοντας χρωμέναισιν ὑλακαῖς, ἄλλα τε αὖ ἀνόητʼ εἰπεῖν·
这些就是当时产生许多无神论思想,并使人们难以触及这类事物的原因。 甚至诗人们也对他们发起了嘲讽,将哲学家比作狂吠的母狗,还说了其他一些愚蠢的话。
νῦν δέ, ὅπερ εἴρηται, πᾶν τοὐναντίον ἔχει.
但如今,正如已经说过的,情况完全相反了。
ΚΛ. πῶς;
克莱尼亚:怎么说?
ΑΘ. οὐκ ἔστιν ποτὲ γενέσθαι βεβαίως θεοσεβῆ θνητῶν ἀνθρώπων οὐδένα, ὃς ἂν μὴ τὰ λεγόμενα ταῦτα νῦν δύο λάβῃ, ψυχή τε ὡς ἔστιν πρεσβύτατον ἁπάντων ὅσα γονῆς μετείληφεν, ἀθάνατόν τε, ἄρχει τε δὴ σωμάτων πάντων, ἐπὶ δὲ τούτοισι δή, τὸ νῦν εἰρημένον πολλάκις, τόν τε εἰρημένον ἐν τοῖς ἄστροις νοῦν τῶν ὄντων τά τε πρὸ τούτων ἀναγκαῖα μαθήματα λάβῃ, τά τε κατὰ τὴν μοῦσαν τούτοις τῆς κοινωνίας συνθεασάμενος, χρήσηται πρὸς τὰ τῶν ἠθῶν ἐπιτηδεύματα καὶ νόμιμα συναρμοττόντως, ὅσα τε λόγον ἔχει, τούτων δυνατὸς ᾖ δοῦναι τὸν λόγον·
雅典来客:在终有一死的人类中,绝没有任何人能够变得坚定地敬畏神明,除非他掌握了刚才所说的这两件事——其一是灵魂在分享了生成的所有事物中是最古老的,且是不朽的,并统治着一切身体;其二是在这之外,还有刚才多次说过的,掌握我们所说的那存在于星辰之中的万物之理智,以及在学习这些之前所必需的学问,并且在共同审视了它们在文艺中的关联后,将它们协调地运用于性格的培养和法律的制定上,并且能够对一切具有道理的事物给出道理。

词汇与语法注释

  1. 966aτί δὲ δή; περὶ καλοῦ τε καὶ ἀγαθοῦ ταὐτὸν τοῦτο διανοούμεθα; — 这句话将之前关于美德是“四”又是“一”的讨论(964a-965d)扩展到“美”(καλόν)与“善”(ἀγαθόν)的概念上,在确立共识后过渡到具体的应用。
  2. 966cτὸ περὶ τοὺς θεούς — 该名词化介词短语在主句中作谓语形容词 ἓν τῶν καλλίστων 的主语。它是复杂句法结构的核心,其后紧跟关系从句 ὃ δὴ σπουδῇ διεπερανάμεθα(“这正是我们曾极力探讨过的”)以及解释其内容的同格 ὡς 从句。
  3. 967aοὐδεὶς οὕτως ἄθεος ἀνθρώπων ποτὲ πέφυκεν, ὃς οὐ τοὐναντίον ἔπαθεν — 关联结构 οὕτως ... ὅς 与否定词 οὐ 结合,构成了一种强烈的双重否定肯定句:“没有哪个人在天性上会如此不信神,以至于在正确观察了天体运行之后,不会经历与大众预料相反(即变得敬神)的过程。”
  4. 967bὅπως μήποτʼ ἂν ἄψυχα ὄντα οὕτως εἰς ἀκρίβειαν θαυμαστοῖς λογισμοῖς ἂν ἐχρῆτο, νοῦν μὴ κεκτημένα — 由 ὅπως 引导并搭配 ἄν 和直说过去时的从句,表达了早期观察者的惊异与怀疑。分词短语 ἄψυχα ὄντα(“作为无生命之物”)和 νοῦν μὴ κεκτημένα(“未拥有理智”)起到了条件/让步的作用(“如果它们没有生命和理智的话……”),解释了他们对天体秩序产生怀疑的具体内容。
  5. 967eὅς ἂν μὴ τὰ λεγόμενα ταῦτα νῦν δύο λάβῃ — 由关系代词 ὅς 搭配 ἄν 和虚拟式 λάβῃ 构成的普遍条件关系从句,与主句中的强否定(οὐκ ἔστιν ... οὐδένα,“绝没有任何人能够……”)呼应,为将要成为法律守护者的人设定了严格的知识性前提条件(即掌握这两件事)。

引用这一段

柏拉图, 法律篇 §12.966-12.967. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:12.966-12.967

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。