§12.964ΑΘ. ἧι μὲν τοίνυν ἐστὸν διαφόρω καὶ δύο, σὺ παρʼ ἐμοῦ ἀπείληφας τῷ λόγῳ· ᾗ δὲ ἓν καὶ ταὐτόν, σὺ πάλιν ἀπόδος ἐμοί.
雅典来客:因此,它们在什么意义上是不同的且是两个,你已经从我的言辞中得到了解答;但它们在什么意义上是一个且是相同的,现在轮到你向我作答了。
διανοοῦ δὲ ὡς ἐρῶν καὶ ὅπῃ τέτταρα ὄντα ἕν ἐστι, καὶ ἐμὲ δὲ ἀξίου, σοῦ δείξαντος ὡς ἕν, πάλιν ὅπῃ τέτταρα.
并且你想一想,你将如何说明它们虽然是四个,却又是一个;而在你指明它们如何是一个之后,你也要求我转而指出它们如何是四个。
καὶ δὴ τὸ μετὰ τοῦτο σκοπῶμεν τὸν εἰδότα ἱκανῶς περὶ ὡντινωνοῦν οἷς ἔστιν μὲν ὄνομα, ἔστιν δὲ αὖ καὶ λόγος, πότερον μόνον ἐπίστασθαι τοὔνομα χρεών, τὸν δὲ λόγον ἀγνοεῖν, ἢ τόν γε ὄντα τι καὶ περὶ τῶν διαφερόντων μεγέθει τε καὶ κάλλει πάντα τὰ τοιαῦτα ἀγνοεῖν αἰσχρόν.
接着,让我们来探讨:对于任何对拥有名称且也有定义的事物有着足够认识的人来说,他是应当仅仅知道名称而对定义一无所知,还是说,对于一个确实有一定分量的人,且对于那些在伟大与美丽上出类拔萃的事物,对所有这些都一无所知是可耻的?
ΚΛ. ἔοικεν γοῦν.
克莱尼亚:确实似乎如此。
ΑΘ. μεῖζον δή τι νομοθέτῃ τε καὶ νομοφύλακι, καὶ ὃς ἀρετῇ πάντων διαφέρειν οἴεται καὶ νικητήρια τούτων αὐτῶν εἴληφεν, ἢ ταῦτα αὐτὰ περὶ ὧν νῦν λέγομεν, ἀνδρεία, σωφροσύνη, δικαιοσύνη, φρόνησις;
雅典来客:那么,对于立法者和法律守护者,以及自认在美德上超越众人并因此获得了这些胜利奖赏的人来说,难道还有什么比我们现在所说的这些东西——勇敢、节制、正义、智慧——更为重大的吗?
ΚΛ. καὶ πῶς;
克莱尼亚:怎么会呢?
ΑΘ. τούτων δὴ πέρι τοὺς ἐξηγητάς, τοὺς διδασκάλους, τοὺς νομοθέτας, τῶν ἄλλων τοὺς φύλακας, τῷ δεομένῳ γνῶναί τε καὶ εἰδέναι, ἢ τῷ δεομένῳ κολάζεσθαί τε καὶ ἐπιπλῆξαι ἁμαρτάνοντι, πότερον οὐ διδάσκοντα ἣν δύναμιν ἔχει κακία τε καὶ ἀρετὴ καὶ πάντως δηλοῦντα, διαφέρειν τῶν ἄλλων, ἀλλʼ ἢ ποιητήν τινα ἐλθόντα εἰς τὴν πόλιν ἢ παιδευτὴν νέων φάσκοντʼ εἶναι βελτίω φαίνεσθαι τοῦ πᾶσαν ἀρετὴν νενικηκότος;
雅典来客:那么关于这些,解释者、教师、立法者以及其他人的守护者们,对于那些需要领悟和认识的人,或者对于犯错而需要受到惩罚和训诫的人,难道不应该通过传授美德与恶德具有何种力量,并以各种方式加以阐明,从而超越其他人吗? 难道反而应该让某个来到城里的诗人,或者自称是青年教育家的人,显得比在一切美德上都获得胜利的人还要优秀吗?
εἶτα ἐν τῇ τοιαύτῃ πόλει ὅπου μὴ λόγῳ ἔργῳ τε ἱκανοὶ φύλακες εἶεν, ἀρετῆς πέρι γιγνώσκοντες ἱκανῶς, θαυμαστόν τι ταύτην τὴν πόλιν ἀφύλακτον οὖσαν πάσχειν ἃ πολλαὶ πάσχουσι τῶν νῦν πόλεων;
然后,在这样一个在言辞和行动上都没有足够能力、对美德缺乏充分认识的守护者的城邦中,这个城邦在失去防卫的情况下,遭受如今许多城邦所遭受的命运,难道有什么值得惊奇的吗?
ΚΛ. οὐδέν γε, ὡς εἰκός.
克莱尼亚:当然一点也不奇怪,这是理所当然的。
ΑΘ. τί οὖν;
雅典来客:那么该怎么办?
ὃ λέγομεν νῦν ποιητέον ἡμῖν, ἢ πῶς;
我们现在所说的是否必须付诸实行,还是如何?
τοὺς φύλακας ἀκριβεστέρους τῶν πολλῶν περὶ ἀρετῆς ἔργῳ καὶ λόγῳ κατασκευαστέον;
我们是否必须在行动和言辞上,将守护者培养得在美德方面比普通人更为严密?
ἢ τίνα τρόπον τῇ τῶν ἐμφρόνων κεφαλῇ τε καὶ αἰσθήσεσιν ὁμοιωθήσεται ἡμῖν ἡ πόλις, ὡς τοιαύτην τινὰ φυλακὴν κεκτημένη ἐν αὑτῇ;
或者,还有什么其他方法,能让我们这个城邦因为在自身中拥有了这样一种防卫机制,从而堪比有识之士的头部与感官呢?
ΚΛ. πῶς οὖν δὴ καὶ τίνα τρόπον, ὦ ξένε, ἀπεικάζοντες αὐτὸ τοιούτῳ τινὶ λέγομεν;
克莱尼亚:客人啊,我们究竟如何以及通过什么方式,将它比作这样一种东西来谈论呢?
ΑΘ. δῆλον ὡς αὐτῆς μὲν τῆς πόλεως οὔσης τοῦ κύτους, τῶν δὲ φυλάκων τοὺς μὲν νέους οἷον ἐν ἄκρᾳ κορυφῇ, ἀπειλεγμένους τοὺς εὐφυεστάτους, ὀξύτητας ἐν πάσῃ τῇ ψυχῇ ἔχοντας, περὶ ὅλην κύκλῳ τὴν πόλιν ὁρᾶν, §12.965ΑΘ. φρουροῦντας δὲ παραδιδόναι μὲν τὰς αἰσθήσεις ταῖς μνήμαις, τοῖς πρεσβυτέροις δὲ ἐξαγγέλους γίγνεσθαι πάντων τῶν κατὰ πόλιν, τοὺς δὲ νῷ ἀπῃκασμένους τῷ πολλὰ καὶ ἄξια λόγου διαφερόντως φρονεῖν, τοὺς γέροντας, βουλεύεσθαι, καὶ ὑπηρέταις χρωμένους μετὰ συμβουλίας τοῖς νέοις, οὕτω δὴ κοινῇ σῴζειν ἀμφοτέρους ὄντως τὴν πόλιν ὅλην.
雅典来客:显然,城邦本身就像是躯体,而在守护者中,那些最富有天赋、整个灵魂中都带有敏锐感的年轻人被选拔出来,就像处在最顶峰一样,环顾整个城邦的四周,雅典来客:他们在一边防守的同时,将感官所及之物移交给记忆,并成为向长者们报告城邦中发生的一切事物的传信者,而那些因在许多值得称道的事情上拥有非凡智慧而被比作理性的长者们,则进行商议,并任用青年人作为听取建议的助手,以此方式,双方真正共同拯救整个城邦。
πότερον οὕτω λέγομεν ἤ πως ἄλλως δεῖν κατασκευάζεσθαι;
我们是说应该以这种方式来建设,还是以其他什么方式呢?
μῶν ὁμοίους πάντας κεκτημένους καὶ μὴ διηκριβωμένους ἔστιν οὓς τραφέντας τε καὶ πεπαιδευμένους;
难道要让所有人都一样,而在养育和教育出来的人当中,不保留一些经过严密培养的人吗?
ΚΛ. ἀλλʼ, ὦ θαυμάσιε, ἀδύνατον.
克莱尼亚:但是,奇妙的人啊,那是不可能的。
ΑΘ. ἰτέον ἄρα ἐπί τινα ἀκριβεστέραν παιδείαν τῆς ἔμπροσθεν.
雅典来客:既然如此,我们就必须走向某种比先前更为严密的教育。
ΚΛ. ἴσως.
克莱尼亚:也许。
ΑΘ. ἆρʼ οὖν ἧς δὴ νῦν σχεδὸν ἐφηψάμεθα, τυγχάνοι ἂν οὖσα ἧς χρείαν ἔχομεν αὕτη;
雅典来客:那么,我们刚才几乎触及到的这一个,难道不正是我们所需要的教育吗?
ΚΛ. παντάπασι μὲν οὖν.
克莱尼亚:完全如此。
ΑΘ. οὐκοῦν ἐλέγομεν τόν γε πρὸς ἕκαστα ἄκρον δημιουργόν τε καὶ φύλακα μὴ μόνον δεῖν πρὸς τὰ πολλὰ βλέπειν δυνατὸν εἶναι, πρὸς δὲ τὸ ἓν ἐπείγεσθαι γνῶναί τε, καὶ γνόντα πρὸς ἐκεῖνο συντάξασθαι πάντα συνορῶντα;
雅典来客:我们先前不是说过,每个领域的杰出匠人和守护者,不仅必须能够注视诸多事物,还必须努力去认识那单一的目标,并且在认识了它之后,通盘审视,将一切事物都对照那单一的目标来进行整理吗?
ΚΛ. ὀρθῶς.
克莱尼亚:对。
ΑΘ. ἆρʼ οὖν ἀκριβεστέρα σκέψις θέα τε ἂν περὶ ὁτουοῦν ὁτῳοῦν γίγνοιτο ἢ τὸ πρὸς μίαν ἰδέαν ἐκ τῶν πολλῶν καὶ ἀνομοίων δυνατὸν εἶναι βλέπειν;
雅典来客:那么,对任何人来说,关于任何事物,难道还有比能够从许多不同、不相似的事物中注视同一个理念更为严密的考量和观察吗?
ΚΛ. ἴσως.
克莱尼亚:也许。
ΑΘ. οὐκ ἴσως, ἀλλʼ ὄντως, ὦ δαιμόνιε, ταύτης οὐκ ἔστιν σαφεστέρα μέθοδος ἀνθρώπων οὐδενί.
雅典来客:不是“也许”,而是“确实”,我神妙的朋友啊,对任何人来说,都没有比这更清晰的方法了。
ΚΛ. σοὶ πιστεύων, ὦ ξένε, συγχωρῶ δή, καὶ ταύτῃ πορευώμεθα λέγοντες.
克莱尼亚:客人,我相信你,我也同意这一点,我们就沿着这条路径继续讨论吧。
ΑΘ. ἀναγκαστέον ἄρʼ, ὡς ἔοικεν, καὶ τοὺς τῆς θείας πολιτείας ἡμῖν φύλακας ἀκριβῶς ἰδεῖν πρῶτον τί ποτε διὰ πάντων τῶν τεττάρων ταὐτὸν τυγχάνει, ὃ δή φαμεν ἔν τε ἀνδρείᾳ καὶ σωφροσύνῃ καὶ δικαιοσύνῃ καὶ ἐν φρονήσει ἓν ὄν, ἀρετὴν ἑνὶ δικαίως ἂν ὀνόματι προσαγορεύεσθαι.
雅典来客:既然如此,看来我们必须强令我们那神圣城邦的守护者们,首先精确地认清:在那四个部分中,贯穿始终的同一个东西究竟是什么,也就是我们所说的,在勇敢、节制、正义和智慧中作为同一个东西存在,从而应当被公正地冠以“美德”这一单一名称的东西。
τοῦτο, ὦ φίλοι, εἰ μὲν βουλόμεθα, τὰ νῦν οἷόνπερ σφόδρα πιέσαντες μὴ ἀνῶμεν, πρὶν ἂν ἱκανῶς εἴπωμεν τί ποτʼ ἔστιν εἰς ὃ βλεπτέον, εἴτε ὡς ἓν εἴτε ὡς ὅλον εἴτε ἀμφότερα εἴτε ὅπως ποτὲ πέφυκεν·
朋友们,如果我们愿意,现在就让我们紧紧抓住这个问题不放,直到我们能够充分说明那个必须注视的目标究竟是什么——不论它是作为一个、作为一个整体、还是作为两者,抑或是以何种自然本性存在。
ἢ τούτου διαφυγόντος ἡμᾶς, οἰόμεθά ποτε ἡμῖν ἱκανῶς ἕξειν τὰ πρὸς ἀρετήν, περὶ ἧς οὔτʼ εἰ πολλά ἐστʼ οὔτʼ εἰ τέτταρα οὔθʼ ὡς ἓν δυνατοὶ φράζειν ἐσόμεθα;
否则,如果这个问题漏掉了,难道我们还能认为我们对美德的事物有了充分的掌握吗? 关于美德,我们甚至都无法说明它到底是许多个、还是四个、或者是如何作为一个。
οὔκουν ἐάν γε ἡμῖν συμβούλοις πειθώμεθα, ἄλλως δέ πως μηχανησόμεθα ἐν τῇ πόλει ἐγγεγονέναι τοῦθʼ ἡμῖν·
因而,如果我们听从作为顾问的我们自己的话,我们绝不会放任不管;相反,我们将通过其他某种方式来设法让这在我们的城邦中实现。
εἰ δʼ ἄρα τὸ παράπαν δοκεῖ ἐᾶν, ὁρᾶν δὴ χρεών.
但如果最后大家认为完全可以放弃它,那我们就必须认真审视了。
ΚΛ. ἥκιστα, νὴ τὸν ξένιον, ὦ ξένε, θεόν, ἐατέον που τὸ τοιοῦτον, ἐπεὶ δοκεῖς ἡμῖν ὀρθότατα λέγειν.
克莱尼亚:客人啊,凭着护佑客旅的神明起誓,绝不能放弃这样的事情,因为在我们看来,你的话是极其正确的。
ἀλλὰ δὴ πῶς τις τοῦτʼ ἂν μηχανῷτο;
但是,人们究竟该如何设法做到这一点呢?