Humanitext Reader

柏拉图 · 法律篇 §12.968-12.969

夜间会议的教育与雅典客人的协助

第 186 段,共 186 段 · 希腊语

内容简介

雅典来客指出,由于难以预先用法律规定“夜间会议”成员所需的具体教育内容,他愿意分享自己的见解,并在这场拯救城邦制度的冒险中予以协助。为此,克莱尼亚与梅吉洛达成共识,必须全力留住雅典来客,共同完成新城邦的创建。

§12.968ΑΘ. ὁ δὲ μὴ ταῦθʼ οἷός τʼ ὢν πρὸς ταῖς δημοσίαις ἀρεταῖς κεκτῆσθαι σχεδὸν ἄρχων μὲν οὐκ ἄν ποτε γένοιτο ἱκανὸς ὅλης πόλεως, ὑπηρέτης δʼ ἂν ἄλλοις ἄρχουσιν.
雅典来客:而对于那些无法在公共德性之外获得这些事物的人,几乎绝不可能成为整个城邦的有能力的统治者,而只能作为其他统治者的部属。
ὁρᾶν δὴ χρεὼν νῦν, ὦ Κλεινία καὶ Μέγιλλε, ἤδη πρὸς τοῖς εἰρημένοις νόμοις ἅπασιν ὅσους διεληλύθαμεν εἰ καὶ τοῦτον προσοίσομεν, ὡς φυλακὴν ἐσόμενον κατὰ νόμον χάριν σωτηρίας τὸν τῶν ἀρχόντων νυκτερινὸν σύλλογον, παιδείας ὁπόσης διεληλύθαμεν κοινωνὸν γενόμενον·
我们现在必须看看,克莱尼亚和梅吉洛,我们是否也要在所有我们已经讨论过的既定法律之外,加上这一条,即将统治者的“夜间会议”作为根据法律旨在拯救的守护者,让其参与我们所讨论过的一切教育;或者我们该如何做?
ἢ πῶς ποιῶμεν; ΚΛ. ἀλλʼ, ὦ λῷστε, πῶς οὐ προσοίσομεν, ἄν πῃ καὶ κατὰ βραχὺ δυνηθῶμεν;
克莱尼亚:但是,最优秀的朋友,如果我们有任何可能,哪怕是一点点,我们又怎能不把它加上呢?
ΑΘ. καὶ μὴν πρός γε τὸ τοιοῦτον ἁμιλληθῶμεν πάντες.
雅典来客:确实,让我们大家为了这样一个目标而共同努力。
συλλήπτωρ γὰρ τούτου γε ὑμῖν καὶ ἐγὼ γιγνοίμην ἂν προθύμως—πρὸς δʼ ἐμοὶ καὶ ἑτέρους ἴσως εὑρήσω—διὰ τὴν περὶ τὰ τοιαῦτʼ ἐμπειρίαν τε καὶ σκέψιν γεγονυῖάν μοι καὶ μάλα συχνήν.
我也乐意成为你们在此事上的协助者——除了我之外,或许我还能找到其他人——因为我对这类事物有着相当广泛的经验和思考。
ΚΛ. ἀλλʼ, ὦ ξένε, παντὸς μὲν μᾶλλον ταύτῃ πορευτέον ᾗπερ καὶ ὁ θεὸς ἡμᾶς σχεδὸν ἄγει·
克莱尼亚:客人啊,我们务必在神明几乎引导我们前行的这条道路上前进;但是,对我们而言,什么样的具体方式才是正确的?
τίς δὲ ὁ τρόπος ἡμῖν γιγνόμενος ὀρθῶς γίγνοιτʼ ἄν, τοῦτο δὴ τὰ νῦν λέγωμέν τε καὶ ἐρευνῶμεν.
这正是我们现在要讨论和探究的。
ΑΘ. οὐκέτι νόμους, ὦ Μέγιλλε καὶ Κλεινία, περὶ τῶν τοιούτων δυνατόν ἐστιν νομοθετεῖν, πρὶν ἂν κοσμηθῇ—τότε δὲ κυρίους ὧν αὐτοὺς δεῖ γίγνεσθαι νομοθετεῖν—ἀλλὰ ἤδη τὸ τὰ τοιαῦτα κατασκευάζον διδαχὴ μετὰ συνουσίας πολλῆς γίγνοιτʼ ἄν, εἰ γίγνοιτο ὀρθῶς.
雅典来客:梅吉洛和克莱尼亚,在这种事情被整饬好之前,已经不可能为之立法了——因为到那时,他们自己应该成为他们所应制定的法律的主宰——相反,如果进行得正确的话,通过伴随大量交往的教导,将会组织起这些事物。
ΚΛ. πῶς;
克莱尼亚:怎么说?
τί τοῦτο εἰρῆσθαι φῶμεν αὖ;
我们该如何理解这番话的意思?
ΑΘ. πρῶτον μὲν δήπου καταλεκτέος ἂν εἴη κατάλογος τῶν ὅσοι ἐπιτήδειοι πρὸς τὴν τῆς φυλακῆς φύσιν ἂν εἶεν ἡλικίαις τε καὶ μαθημάτων δυνάμεσιν καὶ τρόπων ἤθεσιν καὶ ἔθεσιν·
雅典来客:首先,无疑应该列出一份所有在年龄、学习能力以及性格特征和习惯上适合守护者天性的人的名册。
μετὰ δὲ τοῦτο, ἃ δεῖ μανθάνειν οὔτε εὑρεῖν ῥᾴδιον οὔτε ηὑρηκότος ἄλλου μαθητὴν γενέσθαι.
在这之后,他们必须学习的内容,既不容易自己去发现,也不容易成为另一个已经发现它的人的学生。
πρὸς τούτοις δὲ χρόνους, οὕς τε καὶ ἐν οἷς δεῖ παραλαμβάνειν ἕκαστα, μάταιον ταῦτʼ ἐν γράμμασιν λέγειν· οὐδὲ γὰρ αὐτοῖς τοῖς μανθάνουσι δῆλα γίγνοιτʼ ἂν ὅτι πρὸς καιρὸν μανθάνεται, πρὶν ἐντὸς τῆς ψυχῆς ἑκάστῳ που μαθήματος ἐπιστήμην γεγονέναι.
此外,至于时间,即每个人应该在多长时间内以及在什么时候接受各门学科,在文字中说明这些是徒劳的;因为甚至对于学习者自己来说,在每门学科的知识在某种程度上于灵魂内部确立之前,他们也不会明白自己是否在合适的时间学习。
οὕτω δὴ πάντα τὰ περὶ ταῦτα ἀπόρρητα μὲν λεχθέντα οὐκ ἂν ὀρθῶς λέγοιτο, ἀπρόρρητα δὲ διὰ τὸ μηδὲν προρρηθέντα δηλοῦν τῶν λεγομένων.
因此,关于这些事情的所有情况,如果称之为“不可预先言说的(秘仪)”是不对的,但又不能称之为“可预先言说的”,因为在未预先说明之前,预先宣告并不能阐明所言说的内容。
ΚΛ. τί οὖν δὴ ποιητέον ἐχόντων τούτων οὕτως, ὦ ξένε;
克莱尼亚:那么,客人,既然情况如此,我们究竟该怎么办呢?
§12.969ΑΘ. τὸ λεγόμενον, ὦ φίλοι, ἐν κοινῷ καὶ μέσῳ ἔοικεν ἡμῖν κεῖσθαι, καὶ εἴπερ κινδυνεύειν περὶ τῆς πολιτείας ἐθέλομεν συμπάσης, ἢ τρὶς ἕξ, φασίν, ἢ τρεῖς κύβους βάλλοντες, ταῦτα ποιητέον, ἐγὼ δʼ ὑμῖν συγκινδυνεύσω τῷ φράζειν τε καὶ ἐξηγεῖσθαι τά γε δεδογμένα ἐμοὶ περὶ τῆς παιδείας τε καὶ τροφῆς τῆς νῦν αὖ κεκινημένης τοῖς λόγοις·
雅典来客:朋友们,俗话所说的胜负似乎正摆在我们大家的中间;如果我们确实愿意拿整个城邦的制度来冒险,正如人们所说,要么掷出三个六,要么掷出三个一,那么我们就必须这样做。 而我也将与你们共同承担风险,阐明并解释我对如今在讨论中再次提及的教育和抚养所作出的决定。
τὸ μέντοι κινδύνευμα οὐ σμικρὸν οὐδʼ ἑτέροις τισὶν προσφερὲς ἂν εἴη.
然而,这并不是一个小风险,也与任何其他风险不同。
σοὶ δὴ τοῦτό γε, ὦ Κλεινία, μέλειν παρακελεύομαι· σὺ γὰρ τὴν Μαγνήτων πόλιν, ἢ ᾧ ἂν θεὸς ἐπώνυμον αὐτὴν ποιήσῃ, κλέος ἀρῇ μέγιστον κατασκευάσας αὐτὴν ὀρθῶς, ἢ τό γε ἀνδρειότατος εἶναι δοκεῖν τῶν ὕστερον ἐπιγιγνομένων οὐκ ἐκφεύξῃ ποτέ.
克莱尼亚,我敦促你务必留心此事;因为如果你正确地建立起马格内斯人的城邦(或者神明给它起的任何名字),你将赢得最大的名望,或者至少,你绝无法避免被后世的人视为最勇敢的人。
ἐάν γε μὴν οὗτος ἡμῖν ὁ θεῖος γένηται σύλλογος, ὦ φίλοι ἑταῖροι, παραδοτέον τούτῳ τὴν πόλιν, ἀμφισβήτησίς τε οὐκ ἔστʼ οὐδεμία οὐδενὶ τῶν νῦν παρὰ ταῦθʼ ὡς ἔπος εἰπεῖν νομοθετῶν, ὄντως δὲ ἔσται σχεδὸν ὕπαρ ἀποτετελεσμένον οὗ σμικρῷ πρόσθεν ὀνείρατος ὣς τῷ λόγῳ ἐφηψάμεθα, κεφαλῆς νοῦ τε κοινωνίας εἰκόνα τινά πως συμμείξαντες, ἐὰν ἄρα ἡμῖν οἵ τε ἄνδρες ἀκριβῶς ἐκλεχθῶσι, παιδευθῶσί τε προσηκόντως, παιδευθέντες τε ἐν ἀκροπόλει τῆς χώρας κατοικήσαντες, φύλακες ἀποτελεσθῶσιν οἵους ἡμεῖς οὐκ εἴδομεν ἐν τῷ πρόσθεν βίῳ πρὸς ἀρετὴν σωτηρίας γενομένους.
亲爱的伙伴们,如果我们的这个神圣会议真的能够建立起来,就必须将城邦托付给它。 对于如今与此相反的立法者而言,可以说没有任何争论的余地。 而我们不久前在讨论中像做梦一样提到过的——通过某种方式将头脑与理智结合的形象融合在一起——几乎将在现实中完全实现。 前提是我们的成员必须经过严格挑选,并受到妥善教育,且在受教育后居住在城邦的卫城中,成为我们在以往的生活中从未见过的、为德性的拯救而奉献的完美守护者。
ΜΕ. ὦ φίλε Κλεινία, ἐκ τῶν νῦν ἡμῖν εἰρημένων ἁπάντων ἢ τὴν πόλιν ἐατέον τῆς κατοικίσεως ἢ τὸν ξένον τόνδε οὐκ ἀφετέον, ἀλλὰ δεήσεσιν καὶ μηχαναῖς πάσαις κοινωνὸν ποιητέον ἐπὶ τὴν τῆς πόλεως κατοίκισιν.
梅吉洛:亲爱的克莱尼亚,从刚才对我们说的一切来看,要么我们必须放弃城邦的创建,要么我们绝不能放这位客人走,而是要尽一切恳求和手段,让他成为我们创建城邦的合作伙伴。
ΚΛ. ἀληθέστατα λέγεις, ὦ Μέγιλλε, καὶ ἐγὼ ποιήσω ταῦθʼ οὕτως καὶ σὺ συλλάμβανε.
克莱尼亚:你说得极对,梅吉洛。 我会这样做的,你也请协助。
ΜΕ. συλλήψομαι.
梅吉洛:我会协助的。

词汇与语法注释

  1. 968aὁ δὲ μὴ ταῦθʼ οἷός τʼ ὢν πρὸς ταῖς δημοσίαις ἀρεταῖς κεκτῆσθαι — 分词 `ὢν` 与冠词 `ὁ` 连用,构成名词性短语,意为“不能……的人”。`ταῦτα` 指代前文提到的关于灵魂和理智的高深知识,而 `πρὸς` 支配与格,表示递进或附加(“在公共德性之外”)。
  2. 968bὡς φυλακὴν ἐσόμενον κατὰ νόμον χάριν σωτηρίας τὸν τῶν ἀρχόντων νυκτερινὸν σύλλογον — 该结构类似于“对格加不定式”句式,其中将来时分词 `ἐσόμενον` 的逻辑主语为对格的 `τὸν ... νυκτερινὸν σύλλογον`(夜间会议)。粒子 `ὡς` 表示主观意图或预期的角色(“作为将要承担守护职责之物”)。`χάριν` 起到前置词的作用,支配属格 `σωτηρίας`,表示目的(“为了拯救”)。
  3. 968eἀπόρρητα μὲν λεχθέντα οὐκ ἂν ὀρθῶς λέγοιτο — 被动分词 `λεχθέντα` 起到条件状语的作用,相当于 `εἰ λεχθείη`(如果被说成是……)。它修饰由 `ἄν` 配合希求法构成的潜在主节(`οὐκ ἂν ὀρθῶς λέγοιτο`),表达一种假设的条件。
  4. 968eμηδὲν προρρηθέντα δηλοῦν τῶν λεγομένων — 被动分词 `προρρηθέντα`(中性复数对格,指代所学内容)表示原因或让步,而 `δηλοῦν` 作表示结果或解释的不定式。结合副词性否定词 `μηδέν`,整句意为“因为即便预先宣布,也无法阐明所讨论内容的任何部分”。

引用这一段

柏拉图, 法律篇 §12.968-12.969. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:12.968-12.969

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。