Humanitext Reader

柏拉图 · 法律篇 §12.963

美德的统一性与知性的统领及各美德的区别

第 183 段,共 186 段 · 希腊语

内容简介

克莱尼亚和雅典来客同意,美德是法律的单一目标,而知性是其引导者。他们进一步探讨了勇敢与智慧虽然同被称为“美德”,但根据是否具备理性,两者在本质上有着如何的不同。

§12.963ΚΛ. οὐκοῦν τό γʼ ἡμέτερον, ὦ ξένε, ὀρθῶς ἂν εἴη πάλαι τιθέμενον;
克莱尼亚:那么,客人,我们先前确立的方针难道不是很正确吗?
πρὸς γὰρ ἓν ἔφαμεν δεῖν ἀεὶ πάνθʼ ἡμῖν τὰ τῶν νόμων βλέποντʼ εἶναι, τοῦτο δʼ ἀρετήν που συνεχωροῦμεν πάνυ ὀρθῶς λέγεσθαι.
因为我们说过,属于法律的一切事物都必须始终注视单一的目标,而且我们极其正确地同意了,这被称为美德。
ΑΘ. ναί.
雅典来客:是的。
ΚΛ. τὴν δέ γε ἀρετὴν τέτταρα ἔθεμέν που.
克莱尼亚:但我们确实认为美德是四种东西。
ΑΘ. πάνυ μὲν οὖν.
雅典来客:完全如此。
ΚΛ. νοῦν δέ γε πάντων τούτων ἡγεμόνα, πρὸς ὃν δὴ τά τε ἄλλα πάντα καὶ τούτων τὰ τρία δεῖ βλέπειν.
克莱尼亚:而且,我们确实将知性确立为所有这些的引导者,其他所有事物以及这其中的其他三种都必须注视它。
ΑΘ. κάλλιστʼ ἐπακολουθεῖς, ὦ Κλεινία. καὶ τὰ λοιπὰ δὴ συνακολούθει.
雅典来客:克莱尼亚,你跟得极其出色;现在也请紧跟剩下的讨论。
νοῦν γὰρ δὴ κυβερνητικὸν μὲν καὶ ἰατρικὸν καὶ στρατηγικὸν εἴπομεν εἰς τὸ ἓν ἐκεῖνο οἷ δεῖ βλέπειν, τὸν δὲ πολιτικὸν ἐλέγχοντες ἐνταῦθʼ ἐσμὲν νῦν, καὶ καθάπερ ἄνθρωπον ἐπανερωτῶντες εἴποιμεν ἄν· ὦ θαυμάσιε, σὺ δὲ δὴ ποῖ σκοπεῖς;
因为我们之前已经说明了航海的、医疗的、以及军事的知性必须注视的那同一个目标,但我们现在是在这里审视政治的知性,我们不妨就像在重复询问一个人那样说道: “奇妙的人啊,你到底在注视哪里?
τί ποτʼ ἐκεῖνό ἐστι τὸ ἕν, ὃ δὴ σαφῶς ὁ μὲν ἰατρικὸς νοῦς ἔχει φράζειν, σὺ δʼ ὢν δὴ διαφέρων, ὡς φαίης ἄν, πάντων τῶν ἐμφρόνων, οὐχ ἕξεις εἰπεῖν;
那个医疗知性确实能够明确指出的单一目标到底是什么? 你虽然自称在所有聪明人中出类拔萃,难道却无法说出来吗?
ἢ σύ γε, Μέγιλλε καὶ Κλεινία, ἔχετον διαρθροῦντες ὑπὲρ αὐτοῦ φράζειν πρὸς ἐμὲ τί ποτέ φατε εἶναι τοῦτο, καθάπερ ὑπὲρ ἄλλων ἐγὼ πρὸς ὑμᾶς συχνῶν διωριζόμην;
” 或者,梅吉洛斯和克莱尼亚,你们两位能否为它代言,向我明确剖析并指出你们所说的这究竟是什么,就像我曾向你们界定了许多其他事情那样?
ΚΛ. οὐδαμῶς, ὦ ξένε.
克莱尼亚:完全不行,客人。
ΑΘ. τί δʼ ὅτι δεῖ προθυμεῖσθαί τε συνιδεῖν αὐτὸ καὶ ἐν οἷς;
雅典来客:那么,关于我们必须热切地去认清它以及它存在于什么之中,这又如何呢?
ΚΛ. οἷον ἐν τίσι λέγεις;
克莱尼亚:例如,你是指存在于什么之中?
ΑΘ. οἷον ὅτε τέτταρα ἐφήσαμεν ἀρετῆς εἴδη γεγονέναι, δῆλον ὡς ἓν ἕκαστον ἀνάγκη φάναι, τεττάρων γε ὄντων.
雅典来客:例如,当我们说美德有四种形式时,显然必须说它们每一个都是独立的一个,因为它们确实是四个。
ΚΛ. τί μήν;
克莱尼亚:当然。
ΑΘ. καὶ μὴν ἕν γε ἅπαντα ταῦτα προσαγορεύομεν.
雅典来客:然而,我们却用同一个名字来称呼所有这些。
ἀνδρείαν γάρ φαμεν ἀρετὴν εἶναι, καὶ τὴν φρόνησιν ἀρετήν, καὶ τὰ δύο τἆλλα, ὡς ὄντως ὄντα οὐ πολλὰ ἀλλʼ ἓν τοῦτο μόνον, ἀρετήν.
因为我们说勇敢是美德,智慧也是美德,另外两个也是如此,把它们视为实际上并不是许多个,而仅仅是这同一个东西,即“美德”。
ΚΛ. πάνυ μὲν οὖν.
克莱尼亚:完全如此。
ΑΘ. ἧι μὲν τοίνυν διαφέρετον αὐτοῖν τούτω τὼ δύο καὶ δύʼ ὀνόματα ἐλαβέτην καὶ τἆλλα, οὐδὲν χαλεπὸν εἰπεῖν· ᾗ δὲ ἓν ἀμφοῖν ἐπωνομάσαμεν, ἀρετήν, καὶ τοῖς ἄλλοις, οὐκ εὐπετὲς ἔτι.
雅典来客:那么,这两个彼此如何不同,以及为何得到了两个名字,其他也是如此,说出来一点也不难;但在什么意义上我们将这两者以及其他美德都冠以一个名字,即“美德”,这就不再容易了。
ΚΛ. πῶς λέγεις;
克莱尼亚:你是指什么?
ΑΘ. οὐδὲν χαλεπὸν ὃ λέγω δηλῶσαι.
雅典来客:澄清我的意思一点也不难。
διανειμώμεθα γὰρ ἀλλήλοις τὴν ἐρώτησιν καὶ ἀπόκρισιν.
让我们在彼此之间分担提问和回答吧。
ΚΛ. πῶς αὖ φράζεις;
克莱尼亚:你又是怎么说呢?
ΑΘ. ἐρώτησόν με τί ποτε ἓν προσαγορεύοντες ἀρετὴν ἀμφότερα, δύο πάλιν αὐτὰ προσείπομεν, τὸ μὲν ἀνδρείαν, τὸ δὲ φρόνησιν.
雅典来客:问问我,既然我们用“美德”这同一个名字来称呼两者,为什么又把它们说成是两个,一个叫“勇敢”,另一个叫“智慧”。
ἐρῶ γάρ σοι τὴν αἰτίαν, ὅτι τὸ μέν ἐστιν περὶ φόβον, οὗ καὶ τὰ θηρία μετέχει, τῆς ἀνδρείας, καὶ τά γε τῶν παίδων ἤθη τῶν πάνυ νέων· ἄνευ γὰρ λόγου καὶ φύσει γίγνεται ἀνδρεία ψυχή, ἄνευ δὲ αὖ λόγου ψυχὴ φρόνιμός τε καὶ νοῦν ἔχουσα οὔτʼ ἐγένετο πώποτε οὔτʼ ἔστιν οὐδʼ αὖθίς ποτε γενήσεται, ὡς ὄντος ἑτέρου.
因为我会告诉你原因:那一个,即勇敢,是关于恐惧的,连野兽和极幼小儿童的气质也参与其中;因为不需要理性,仅凭天性,灵魂就能变得勇敢,但另一方面,没有理性,一个有智慧且具备知性的灵魂在过去、现在和将来都绝不可能产生,因为它们确实是不同的。
ΚΛ. ἀληθῆ λέγεις.
克莱尼亚:你说得对。

词汇与语法注释

  1. 963aνοῦν δέ γε πάντων τούτων ἡγεμόνα — 省略了前一句的动词 `ἔθεμέν που`(我们定……),其中 `νοῦν` 作直接宾语,`ἡγεμόνα` 作宾语补足语。
  2. 963cτί δʼ ὅτι — 该短语引入一个事实或必要性(“关于……那又如何呢?”),在此后接带有 `δεῖ` 的不定式从句,以推动探究的必要性。
  3. 963dἧι μὲ返τοίνυν διαφέρετον αὐτοῖν τούτω τὼ δύο — 关系副词 `ᾗ μὲν` 与 `ᾗ δὲ` 构成对比(“在某一维度上……在另一维度上……”)。动词 `διαφέρετον` 与 `ἐλαβέτην` 为第三人称双数形,与双数主语 `αὐτοῖν τούτω τὼ δύο`(这两个)一致。
  4. 963eὡς ὄντος ἑτέρου — 带有 `ὡς` 的属格独立结构(分词 `ὄντος` 是 `εἰμί` 的现在分词),表示基于主观判断的原因(“因为两者是不同的”)。

引用这一段

柏拉图, 法律篇 §12.963. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:12.963

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。