§12.960ΑΘ. πρόθεσις δὲ καὶ τἆλλα ἔστω μὲν κατὰ τὸν περὶ τὰ τοιαῦτα νόμον γιγνόμενα, τῷ δὲ πολιτικῷ νομοθετοῦντι παραχωρεῖν χρὴ τὰ τοιάδε· δακρύειν μὲν τὸν τετελευτηκότα ἐπιτάττειν ἢ μὴ ἄμορφον, θρηνεῖν δὲ καὶ ἔξω τῆς οἰκίας φωνὴν ἐξαγγέλλειν ἀπαγορεύειν, καὶ τὸν νεκρὸν εἰς τὸ φανερὸν προάγειν τῶν ὁδῶν κωλύειν, καὶ ἐν ταῖς ὁδοῖς πορευόμενον φθέγγεσθαι, καὶ πρὸ ἡμέρας ἔξω τῆς πόλεως εἶναι.
雅典来客:遗体安置及其他事宜,应当按照有关此类事务的法律进行,但对于城邦的立法者,有必要委予以下事宜:命令或不命令对逝者进行得体的哭泣,但禁止在屋外的街道上哀号和发出声音,并制止将死者公然抬到街道上,以及在街道上行进时大声呼喊,并要求在天亮前出城。
ταῦτα δὴ κείσθω τε οὕτω περὶ τὰ τοιαῦτα νόμιμα, καὶ ὁ μὲν πειθόμενος ἔστω ζημίας ἐκτός, ὁ δὲ ἀπειθῶν ἑνὶ τῶν νομοφυλάκων ὑπὸ πάντων ζημιούσθω τῇ δοξάσῃ πᾶσι κοινῇ ζημίᾳ.
关于此类神圣惯例,确实应当这样规定;服从者应当免受处罚,而不服从者,经护法官中一人,应当由所有人按照大家共同同意的刑罚予以处罚。
ὅσαι δʼ ἄλλαι γίγνονται περὶ τελευτήσαντας ταφαὶ εἴτε καὶ ἄταφοι πράξεις, περὶ πατροφόνων καὶ ἱεροσύλων καὶ τῶν τοιούτων πάντων, εἰρημέναι ἐν τοῖς ἔμπροσθεν κεῖνται διὰ νόμων, ὥστε σχεδὸν ἡ νομοθεσία τέλος ἂν ἡμῖν ἔχοι·
至于针对逝者的其他一切埋葬或不予埋葬的处置,关于杀害尊亲者、庙宇盗窃者以及所有此类人的规定,之前已经陈述并通过法律确立,因此我们的立法工作几乎已经结束。
τῶν πάντων δʼ ἑκάστοτε τέλος οὐ τὸ δρᾶσαί τι σχεδὸν οὐδὲ τὸ κτήσασθαι κατοικίσαι τʼ ἐστίν, ἀλλὰ τῷ γεννηθέντι σωτηρίαν ἐξευρόντα τελέως ἀεί, τότʼ ἤδη νομίζειν πᾶν ὅσον δεῖ πραχθῆναι πεπρᾶχθαι, πρότερον δʼ ἀτελὲς εἶναι τὸ ὅλον.
但是在所有事务中,任何情况下的终点几乎都不是做成了某事,也不是获得或建立殖民地,而是为被创造出来的东西完全且永远地找到保持的方法,只有在这时,才应当认为所有应该做的事情都已经做好了,而在那之前,整体都是未完成的。
ΚΛ. καλῶς, ὦ ξένε, λέγεις·
克莱尼亚:客人,你说明白了。
πρὸς ὅτι δὲ τὸ νῦν αὖ ῥηθὲν εἴρηται, φράζʼ ἔτι σαφέστερον.
但请更加清楚地解释,刚才所说的话是为了什么目的而说的。
ΑΘ. ὦ Κλεινία, πολλὰ τῶν ἔμπροσθεν καλῶς ὕμνηται, σχεδὸν δὲ οὐχ ἥκιστα τὰ τῶν Μοιρῶν προσρήματα.
雅典来客:克莱尼亚啊,先前的许多事情都得到了美妙的赞颂,尤其是命运三女神的称呼,几乎是最为突出的。
ΚΛ. ποῖα δή;
克莱尼亚:是哪些称呼呢?
ΑΘ. τὸ Λάχεσιν μὲν τὴν πρώτην εἶναι, Κλωθὼ δὲ τὴν δευτέραν, τὴν Ἄτροπον δὴ τρίτην σώτειραν τῶν λεχθέντων, ἀπῃκασμένα τῇ τῶν κλωσθέντων τῷ πυρὶ τὴν ἀμετάστροφον ἀπεργαζομένων δύναμιν·
雅典来客:即拉刻西斯是第一,克罗托是第二,阿特罗波斯则是第三,也就是所说之物的守护者,她们被比作纺织之物的力量,通过火来产生不可逆转的力量。
ἃ δὴ καὶ πόλει καὶ πολιτείᾳ δεῖ μὴ μόνον ὑγίειαν καὶ σωτηρίαν τοῖς σώμασι παρασκευάζειν, ἀλλὰ καὶ εὐνομίαν ἐν ταῖς ψυχαῖς, μᾶλλον δὲ σωτηρίαν τῶν νόμων.
这些力量不仅必须为城邦和国制中的身体提供健康和安全,还必须在灵魂中提供良好的秩序,或者更确切地说,提供法律的保存。
ἡμῖν δʼ ἔτι μοι φαίνεσθαι δοκεῖ τοῦτʼ ἐλλεῖπον τοῖς νόμοις εἶναι, πῶς χρὴ τὴν ἀμετάστροφον αὐτοῖς ἐγγίγνεσθαι κατὰ φύσιν δύναμιν.
但在我看来,这在我们法律中似乎仍然是缺失的:如何使这种不可逆转的力量顺应自然地植根于法律之中。
ΚΛ. οὐ σμικρὸν λέγεις, εἴπερ ἐστὶ μὴ δυνατὸν εὑρεῖν ὅπῃ γίγνοιτʼ ἂν παντὶ κτῆμά τι τοιοῦτον.
克莱尼亚:你谈论的不是一件小事,如果确实无法找到在万物中如何产生这样一种资产的方法。
ΑΘ. ἀλλʼ ἔστι μὴν δυνατόν, ὥς γέ μοι τὰ νῦν παντάπασι καταφαίνεται.
雅典来客:但这确实是可能的,至少在目前看来,对我来说是完全显而易见的。
ΚΛ. μὴ τοίνυν ἀφιστώμεθα μηδενὶ τρόπῳ, πρὶν ἂν τοῦτʼ αὐτὸ ἐκπορισώμεθα τοῖς εἰρημένοις νόμοις· γελοῖον γὰρ τό γε μάτην πονήσαντα ὁτιοῦν εἰς μηδὲν βέβαιον καταβαλεῖν.
克莱尼亚:那么,在为我们所说的法律提供这件东西之前,我们千万不要以任何方式放弃;因为任何事情徒劳地劳作之后,却将其落空在毫无保障的基础上,那是很荒谬的。
ΑΘ. ὀρθῶς παρακελεύῃ, καὶ ἐμὲ τοιοῦτον εὑρήσεις ἄλλον.
雅典来客:你的鼓励很正确,你会发现我也和你有一样的想法。
ΚΛ. καλῶς δὴ λέγεις.
克莱尼亚:你说得真好。
τίς οὖν δή, φῄς, σωτηρία γίγνοιτʼ ἂν καὶ τίνα τρόπον πολιτείᾳ τε καὶ τοῖς νόμοις ἡμῖν;
那么,你认为我们的国制和法律会有什么样的保持手段,又通过什么方式呢?
§12.961ΑΘ. ἆρʼ οὐκ εἴπομεν ὅτι δεῖ σύλλογον ἡμῖν ἐν τῇ πόλει γίγνεσθαι τοιόνδε τινά;
雅典来客:我们难道没有说过,我们的城邦里必须建立一个像这样的集会吗?
δέκα μὲν τῶν νομοφυλάκων τοὺς πρεσβυτάτους ἀεί, τοὺς δὲ τἀριστεῖα εἰληφότας ἅπαντας δεῖν εἰς ταὐτὸ συλλέγεσθαι τούτοις, ἔτι δὲ τοὺς ἐκδημήσαντας ἐπὶ ζήτησιν εἴ τί που πρὸς τὴν νομοφυλακίαν γίγνοιτο ἓν καίριον ἀκοῦσαι καὶ σωθέντας οἴκαδε, δόξαι, τούτοις αὐτοῖς διαβασανισθέντας, τοῦ συλλόγου ἀξιοκοινωνήτους εἶναι· πρὸς τούτοις δὲ ἕνα ἕκαστον δεῖν προσλαμβάνειν τῶν νέων, μὴ ἔλαττον ἢ τριάκοντʼ ἔτη γεγονότα, πρῶτον δὲ αὐτὸν κρίναντα ἐπάξιον εἶναι φύσει καὶ τροφῇ, τὸν νέον οὕτως εἰς τοὺς ἄλλους εἰσφέρειν, καὶ ἐὰν μὲν δόξῃ καὶ τοῖς ἄλλοις, προσλαμβάνειν, εἰ δὲ μή, ἀπόρρητον εἶναι τὴν γεγονυῖαν κρίσιν τοῖς τε ἄλλοις δὴ καὶ μάλιστʼ αὐτῷ τῷ ἀποκριθέντι· δεῖν δὲ ὄρθριον εἶναι τὸν σύλλογον, ἡνίκʼ ἂν τῶν ἄλλων πράξεων ἰδίων τε καὶ κοινῶν καὶ μάλιστʼ ᾖ τις σχολὴ παντί.
即十位始终最年长的护法官,以及所有获得过卓越奖的人,必须与他们聚集在同一个地方;此外,那些为了考察而前往国外的人,如果他们在任何地方听到了对维护法律至关重要的一件事,并且平安返回家园,在通过这些成员自身的审查后,被认为有资格参与该集会;在这些人之外,每个成员还必须为自己接纳一个三十岁以上的年轻人,首先由自己判定他在天性和教育上是配得上的,然后这样将年轻人引荐给其他人;如果其他成员也同意,便接纳他,如果不同意,已进行的评判对其他人、尤其是对被拒绝者本人应当保密;并且,该集会应当在黎明前举行,这时每个人在私人和公共的其他事务中最有闲暇。
τοιοῦτόν τί που λεχθὲν ἡμῖν ἦν ἐν τοῖς ἔμπροσθεν λόγοις;
在先前的谈话中,我们是不是说过这样的话?
ΚΛ. ἦν γὰρ οὖν.
克莱尼亚:确实说过。
ΑΘ. τούτου δὴ πέρι τοῦ συλλόγου πάλιν ἀναλαβὼν λέγοιμʼ ἂν τὸ τοιόνδε.
雅典来客:关于这个集会,我重新拿起话题,想说以下几点。
φημί, εἴ τις τοῦτον βάλοιτο οἷον ἄγκυραν πάσης τῆς πόλεως, πάντα ἔχουσαν τὰ πρόσφορα ἑαυτῇ, σῴζειν ἂν σύμπαντα ἃ βουλόμεθα.
我认为,如果有人将这个集会作为整个城邦的锚抛下,并具备适合其自身的一切,它就会保持我们所希望的一切。
ΚΛ. πῶς δή;
克莱尼亚:怎么做呢?
ΑΘ. τὸ μετὰ τοῦτο ἡμέτερος ἂν καιρὸς γίγνοιτο ὀρθῶς φράζοντας μηδὲν ἀπολείπειν προθυμίας.
雅典来客:这之后就是我们的好机会了,我们要正确地说明它,不遗余力。
ΚΛ. καὶ μάλα καλῶς εἶπες, ποίει θʼ ὥσπερ καὶ διανοῇ.
克莱尼亚:你说的太好了,请照你想的去做吧。
ΑΘ. χρὴ τοίνυν, ὦ Κλεινία, παντὸς πέρι νοῆσαι σωτῆρα τὸν εἰκότα ἐν ἑκάστοις τῶν ἔργων, ὡς ἐν ζῴῳ ψυχὴ καὶ κεφαλή, τό γε μέγιστον, πεφύκατον.
雅典来客:那么,克莱尼亚,在每一件工作中,我们都有必要设想那个合乎情理的救护者,就像生物体中的灵魂和头脑作为最伟大的两个部分顺应自然地存在一样。
ΚΛ. πῶς αὖ φῄς;
克莱尼亚:你又是怎么说的?
ΑΘ. ἡ τούτοιν ἀρετὴ δήπου παντὶ παρέχει ζῴῳ σωτηρίαν.
雅典来客:这两者的卓越性,无疑为每一个生物体提供了保持和生存。
ΚΛ. πῶς;
克莱尼亚:怎么说?
ΑΘ. ψυχῇ μὲν πρὸς τοῖς ἄλλοις νοῦς ἐγγιγνόμενος, κεφαλῇ δʼ αὖ πρὸς τοῖς ἄλλοις ὄψις καὶ ἀκοή· συλλήβδην δὲ νοῦς μετὰ τῶν καλλίστων αἰσθήσεων κραθείς, γενόμενός τε εἰς ἕν, σωτηρία ἑκάστων δικαιότατʼ ἂν εἴη καλουμένη.
雅典来客:对于灵魂,除了其他能力外,还生出理知;对于头脑,除了其他器官外,还生出视觉和听觉;简而言之,理知与最美好的感觉混合在一起并合二为一,最理所当然地应当被称为每一个事物的保持手段。
ΚΛ. ἔοικε γοῦν.
克莱尼亚:至少看起来是这样。
ΑΘ. ἔοικε γάρ.
雅典来客:确实如此。
ἀλλʼ ὁ περὶ τί νοῦς μετʼ αἰσθήσεων κραθεὶς σωτηρία πλοίων ἔν γε χειμῶσιν καὶ ἐν εὐδίαις γίγνοιτʼ ἄν;
那么,关于什么的理知与感觉混合在一起,能成为船只在暴风雨和晴朗天气中的保持手段呢?
ἆρʼ οὐκ ἐν νηὶ κυβερνήτης ἅμα καὶ ναῦται τὰς αἰσθήσεις τῷ κυβερνητικῷ νῷ συγκερασάμενοι σῴζουσιν αὑτούς τε καὶ τὰ περὶ τὴν ναῦν;
在船上,难道不是舵手和船员将他们的感觉与舵手的理知融为一体,从而拯救了他们自己和关于船只的一切吗?
ΚΛ. τί μήν;
克莱尼亚:当然是这样。