Humanitext Reader

柏拉图 · 法律篇 §12.958-12.959

判决执行程序与葬礼及墓地的法规

第 180 段,共 186 段 · 希腊语

内容简介

在规定了对不法之人的判决执行程序后,文中阐述了关于逝者的自然死亡、葬礼、墓地及开销的限制规则,并强调了灵魂相较于肉体的不朽性。

§12.958ΑΘ.οἷσιν δὲ ὄντως ἐπικεκλωσμέναι, θάνατον ἴαμα ταῖς οὕτω διατεθείσαις ψυχαῖς διανέμοντες, ὃ δικαίως εἴη πολλάκις ἂν εἰρημένον, ἄξιοι ἐπαίνου γίγνοιντʼ ἂν τῇ πάσῃ πόλει τοιοῦτοι δικασταὶ καὶ δικαστῶν ἡγεμόνες.
雅典来客:但是对于那些恶行确实已被命运注定的人,应当向这些方向已定的灵魂分配作为治疗药的死刑(这也许是屡屡被正确谈及的),这样的裁判官和裁判官的领导者,当为整个城邦所称颂。
ἐπειδὰν δὲ αἱ κατʼ ἐνιαυτὸν δίκαι τέλος ἐκδικασθεῖσαι σχῶσι, ταῖς πράξεσι νόμους αὐτῶν χρεὼν γίγνεσθαι τούσδε· πρῶτον μὲν ἡ δικάζουσα ἀρχὴ τὰ τοῦ ὀφλόντος τῷ νικήσαντι χρήματα πάντα ἀποδιδότω, χωρὶς τῶν ἀναγκαίων κεκτῆσθαι, μετὰ τὴν διαψήφισιν ἑκάστην εὐθὺς ὑπὸ κήρυκος, ἀκουόντων τῶν δικαστῶν·
当年度的裁判最终判决完毕并结束时,关于其执行,应当制定以下法律:首先,判决的官职应当在每次投票判决之后,在裁判官们的倾听下,立即通过布告人将败诉者的所有财产(除了维持生活所必需的占有物外)移交给胜诉者。
ἐπειδὰν δὲ ὁ τῶν δικασίμων μηνῶν ἐχόμενος γένηται μήν, ἐάν τις μὴ ἀπαλλάττῃ τὸν νικήσαντα ἑκόντα ἑκών, ἡ δικάσασα ἀρχὴ συνεπομένη τῷ νικῶντι τὰ τοῦ ὀφλόντος παραδιδότω χρήματα.
当紧接裁判月份的那个月份到来时,如果有人不肯自愿让自愿的胜诉者结案,判决的官职应当陪同胜诉者,将败诉者的财产予以交割。
ἐὰν δὲ μὴ ἔχωσιν ὁπόθεν, ἐλλείπῃ δὲ μὴ ἔλαττον δραχμῆς, μὴ πρότερον εἶναι τούτῳ δίκας πρὸς ἄλλον μηδένα, πρὶν ἂν ἐκπληρώσῃ τὸ χρέος ἅπαν τῷ νικήσαντι· ἄλλοις δὲ πρὸς τοῦτον ἔστωσαν δίκαι κυρίως.
如果他们没有财产可供交割,且所缺不少于一德拉克马,那么在此人将债务全部偿还给胜诉者之前,其不得先对其他任何人提起诉讼;但其他人对该人提起的诉讼应当有效。
ἐὰν δέ τις ἀφῃρῆται τὴν ἀρχὴν τὴν καταδικάσασαν καταδικασθείς, εἰσαγόντων μὲν αὐτὸν εἰς τὸ τῶν νομοφυλάκων δικαστήριον οἱ ἀφαιρεθέντες ἀδίκως, ἐὰν δέ τις ὄφλῃ τὴν τοιαύτην δίκην, ὡς ὅλην τὴν πόλιν καὶ νόμους φθείρων θανάτῳ ζημιούσθω.
如果有人在被判决后,将判决的官职予以排除,不当排除官职者应当被送往护法官法庭,若有人在这样的裁判中被判定有罪,当作为毁灭整个城邦和法律之人处以死刑。
ἀνδρὶ δὴ τὸ μετὰ τοῦτο γεννηθέντι καὶ ἐκτραφέντι, καὶ γεννήσαντι καὶ ἐκθρέψαντι τέκνα, καὶ συμμείξαντι συμβόλαια μετρίως, διδόντι τε δίκας εἴ τινα ἠδικήκει καὶ παρʼ ἑτέρου ἐκλαβόντι, σὺν τοῖς νόμοις ἐν μοίρᾳ γηράσαντι τελευτὴ γίγνοιτʼ ἂν κατὰ φύσιν.
此后,对于一个出生并被养育成人,且生育并抚养了子女,并且分寸得体地参与契約往来、若伤害了他人便接受审判、也从他人处获得赔偿、并与法律相伴终老的人,死亡将是顺应自然的。
περὶ τελευτήσαντας δή, εἴτε τις ἄρρην εἴτε τις θῆλυς ᾖ, τὰ μὲν περὶ τὰ θεῖα νόμιμα τῶν τε ὑπὸ γῆς θεῶν καὶ τῶν τῇδε, ὅσα προσήκει τελεῖσθαι, τοὺς ἐξηγητὰς γίγνεσθαι κυρίους φράζοντας·
关于逝者,无论是男是女,涉及地下神明和此间神明的神圣规矩中一切应当履行的仪式,都应当由解释者作为权威予以指明。
θήκας δʼ εἶναι τῶν χωρίων ὁπόσα μὲν ἐργάσιμα μηδαμοῦ, μήτε τι μέγα μήτε τι σμικρὸν μνῆμα, ἃ δὲ ἡ χώρα πρὸς τοῦτʼ αὐτὸ μόνον φύσιν ἔχει, τὰ τῶν τετελευτηκότων σώματα μάλιστα ἀλυπήτως τοῖς ζῶσι δεχομένη κρύπτειν, ταῦτα ἐκπληροῦν, τοῖς δὲ ἀνθρώποις ὅσα τροφὴν μήτηρ οὖσα ἡ γῆ πρὸς ταῦτα πέφυκεν βούλεσθαι φέρειν, μήτε ζῶν μήτε τις ἀποθανὼν στερείτω τὸν ζῶνθʼ ἡμῶν.
至于墓地,在任何耕作土地上都不得设立,无论大小都不立纪念碑;而应当在那些土地仅对此用途具有天然适性、能够最不打扰生者地容纳并掩埋逝者遗体的地方,将其作为墓地填满;至于大地作为母亲自然期望为人类提供食物的那些土地,我们生者和逝者中的任何人都不得夺走属于生者的这部分大地。
§12.959ΑΘ. χῶμα δὲ μὴ χοῦν ὑψηλότερον πέντε ἀνδρῶν ἔργον, ἐν πένθʼ ἡμέραις ἀποτελούμενον· λίθινα δὲ ἐπιστήματα μὴ μείζω ποιεῖν ἢ ὅσα δέχεσθαι τῶν τοῦ τετελευτηκότος ἐγκώμια βίου μὴ πλείω τεττάρων ἡρωικῶν στίχων.
雅典来客:至于土垒,不得筑得高于五个男人在五天内所能完成的工作量;石质碑铭的尺寸,不应大于能够容纳逝者生平赞辞的范围,且不得超过四行英雄双行体诗。
τὰς δὲ προθέσεις πρῶτον μὲν μὴ μακρότερον χρόνον ἔνδον γίγνεσθαι τοῦ δηλοῦντος τόν τε ἐκτεθνεῶτα καὶ τὸν ὄντως τεθνηκότα, εἴη δʼ ἂν σχεδόν, ὡς τἀνθρώπινα, μέτρον ἔχουσα τριταία πρὸς τὸ μνῆμα ἐκφορά.
首先,遗体安置在屋内的时长,不应超过证明其死亡且确实已死所需的时间;作为人类事务的合适标准,大约在第三天将其送至墓地举行葬礼。
πείθεσθαι δʼ ἐστὶ τῷ νομοθέτῃ χρεὼν τά τε ἄλλα καὶ λέγοντι ψυχὴν σώματος εἶναι τὸ πᾶν διαφέρουσαν, ἐν αὐτῷ τε τῷ βίῳ τὸ παρεχόμενον ἡμῶν ἕκαστον τοῦτʼ εἶναι μηδὲν ἀλλʼ ἢ τὴν ψυχήν, τὸ δὲ σῶμα ἰνδαλλόμενον ἡμῶν ἑκάστοις ἕπεσθαι, καὶ τελευτησάντων λέγεσθαι καλῶς εἴδωλα εἶναι τὰ τῶν νεκρῶν σώματα, τὸν δὲ ὄντα ἡμῶν ἕκαστον ὄντως, ἀθάνατον εἶναι ψυχὴν ἐπονομαζόμενον, παρὰ θεοὺς ἄλλους ἀπιέναι δώσοντα λόγον, καθάπερ ὁ νόμος ὁ πάτριος λέγει—τῷ μὲν γὰρ ἀγαθῷ θαρραλέον, τῷ δὲ κακῷ μάλα φοβερόν—βοήθειάν τε αὐτῷ μήτινα μεγάλην εἶναι τετελευτηκότι·
我们应当服从立法者,不仅在其他事上,在他说灵魂与肉体全然不同时亦然:在生命本身之中,展现我们每一个人的东西无非是灵魂,而肉体则是随行于我们每个人的幻影;人在死后,若说死者的身体只是影像,那是正确的;而我们每个人真正的实体,则是被称为灵魂的永恒之物,它正如祖传法律所说的那样,将前往其他神明那里接受审问——这对于善人来说是令人鼓舞的,对于恶人来说则是极其恐怖的——而且对于已经死去的人来说,并无任何巨大的帮助。
ζῶντι γὰρ ἔδει βοηθεῖν πάντας τοὺς προσήκοντας, ὅπως ὅτι δικαιότατος ὢν καὶ ὁσιώτατος ἔζη τε ζῶν καὶ τελευτήσας ἀτιμώρητος ἂν κακῶν ἁμαρτημάτων ἐγίγνετο τὸν μετὰ τὸν ἐνθάδε βίον.
因为所有的亲属本来应当在他活着的时候帮助他,以便他能尽可能正义和虔敬地度过生前,并在死后,在离开此地之后的生命中,免受恶行罪过的惩罚。
ἐκ δὲ τούτων οὕτως ἐχόντων οὐδέποτε οἰκοφθορεῖν χρή, διαφερόντως νομίζοντα τὸν αὑτοῦ τοῦτον εἶναι τὸν τῶν σαρκῶν ὄγκον θαπτόμενον, ἀλλʼ ἐκεῖνον τὸν ὑὸν ἢ ἀδελφόν, ἢ ὅντινά τις μάλισθʼ ἡγεῖται ποθῶν θάπτειν, οἴχεσθαι περαίνοντα καὶ ἐμπιμπλάντα τὴν αὑτοῦ μοῖραν, τὸ δὲ παρὸν δεῖν εὖ ποιεῖν, τὰ μέτρια ἀναλίσκοντα ὡς εἰς ἄψυχον χθονίων βωμόν·
既然情况如此,我们绝不应当败坏家产,错误地认为埋葬的那一堆血肉是属于他自己的。 而应当认为,那个儿子或兄弟,或者人们最渴望埋葬的任何人,已经履行并完成了他自己的命运而离去;对于眼前的遗体,应当做好妥善处置,像对待地下神明的无灵魂祭坛一样花费适度的开销。
τὸ δὲ μέτριον νομοθέτης ἂν μαντεύσαιτο οὐκ ἀσχημονέστατα.
至于适度的分寸,立法者能够给出最不失体面的推测。
ἔστω δὴ νόμος οὗτος· τῷ μὲν δὴ τοῦ μεγίστου τιμήματος εἰς τὴν πᾶσαν ταφὴν ἀναλισκόμενα μὴ πλέον πέντε μνῶν, τῷ δὲ τοῦ δευτέρου τρεῖς μναῖ, καὶ δύο τῷ τοῦ τρίτου, μνᾶ δὲ τῷ τοῦ τετάρτου μέτρον ἂν ἔχοι τῶν ἀναλωμάτων.
让以下规定成为法律:对于拥有最高财产阶级的人,其整个葬礼的开销不得超过五明纳;第二阶级为三明纳;第三阶级为二明纳;第四阶级以一明纳为开销的限度。
νομοφύλαξι δὲ πολλά τε ἄλλα ἀνάγκη πράττειν καὶ πολλῶν ἐπιμελεῖσθαι, τούτων δʼ οὐχ ἥκιστα, ὅπως ἂν παίδων τε καὶ ἀνδρῶν καὶ πάσης ἡλικίας ἐπιμελούμενοι ζῶσι, καὶ δὴ καὶ πρὸς τὸ τέλος ἁπάντων νομοφύλαξ εἷς γέ τις ἐπιστατῇ, ὃν ἂν οἱ τοῦ τετελευτηκότος ἐπίσκοπον οἰκεῖοι παραλάβωσιν, ᾧ καλόν τʼ ἔστω καλῶς καὶ μετρίως τὰ περὶ τὸν τετελευτηκότα γιγνόμενα καὶ μὴ καλῶς αἰσχρόν.
护法官有必要履行许多其他职责并关照许多事务,其中尤为重要的是,关照儿童、成年人及所有年龄段的人的生计。 并且,在所有人生命的终点,应当由某一位护法官作为监督者进行主持,逝者的家属应当请他作为监督官,如果关于逝者的仪式办理得优美且适度,对他而言将是光荣,如果不优美则将是耻辱。

词汇与语法注释

  1. 958aοἷσιν δὲ ὄντως ἐπικεκλωσμέναι — 此处主语被省略。语境上与前一节末尾的 ἰάσιμοι δόξαι τῶν κακῶν(可治之恶)形成对比,暗示着“不可治之恶”。分词 ἐπικεκλωσμέναι(ἐπικλώθω“纺织”的完美被动分词阴性复数)意指作为命运之线已被不可避免地注定的恶。
  2. 958bχωρὶς τῶν ἀναγκαίων κεκτῆσθαι — 不定式 κεκτῆσθαι 是修饰形容词 ἀναγκαίων 的限制性不定式,意为“(为了)占有所必需的”。
  3. 959cὅπως ὅτι δικαιότατος ὢν καὶ ὁσιώτατος ἔζη τε ζῶν καὶ τελευτήσας ἀτιμώρητος ἂν κακῶν ἁμαρτημάτων ἐγίγνετο — 接续词 ὅπως 后接直说式过去时(ἔζη 和 ἐγίγνετο),用以表达过去未实现的意图(“以便他本可以生活得……”)。此外,ἄν 与 ἐγίγνετο 结合,强调了虚拟语气的结论(“本会免受惩罚”)。

引用这一段

柏拉图, 法律篇 §12.958-12.959. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:12.958-12.959

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。