Humanitext Reader

柏拉图 · 法律篇 §12.956-12.957

祭神供品与三审法庭及法官的修养

第 179 段,共 186 段 · 希腊语

内容简介

在规定了向神明献上适度供品的规则后,文中阐明了从第一审到第三审的法庭阶梯结构及上诉惩罚。随后强调,未来的裁判官必须学习成文法律,并将其作为检验和抵御所有其他言论的试金石与解毒剂。

§12.956ΑΘ. θεοῖσι δὲ ἀναθήματα χρεὼν ἔμμετρα τὸν μέτριον ἄνδρα ἀνατιθέντα δωρεῖσθαι.
雅典来客:适度的人应当向神明奉献并赠送适度的供品。
γῆ μὲν οὖν ἑστία τε οἰκήσεως ἱερὰ πᾶσι πάντων θεῶν· μηδεὶς οὖν δευτέρως ἱερὰ καθιερούτω θεοῖς.
实际上,土地和住宅的炉灶对所有人来说都是众神的圣所;因此,任何人都不应将其二次圣献给神明。
χρυσὸς δὲ καὶ ἄργυρος ἐν ἄλλαις πόλεσιν ἰδίᾳ τε καὶ ἐν ἱεροῖς ἐστιν ἐπίφθονον κτῆμα, ἐλέφας δὲ ἀπολελοιπότος ψυχὴν σώματος οὐκ εὐαγὲς ἀνάθημα, σίδηρος δὲ καὶ χαλκὸς πολέμων ὄργανα·
金和银在其他城邦中,无论在私人手中还是在神殿里,都是招致嫉妒的财产;象牙是失去灵魂的躯体的遗存,并非洁净的供品;而铁和铜则是战争的工具。
ξύλου δὲ μονόξυλον ὅτι ἂν ἐθέλῃ τις ἀνατιθέτω, καὶ λίθου ὡσαύτως πρὸς τὰ κοινὰ ἱερά, ὑφὴν δὲ μὴ πλέον ἔργον γυναικὸς μιᾶς ἔμμηνον.
关于木器,任何人都可以向公共神殿奉献其所期望的单木雕成之物,石器亦同样如此;至于织物,其分量不应超过一个女子一个月的劳动量。
χρώματα δὲ λευκὰ πρέποντʼ ἂν θεοῖς εἴη καὶ ἄλλοθι καὶ ἐν ὑφῇ, βάμματα δὲ μὴ προσφέρειν ἀλλʼ ἢ πρὸς τὰ πολέμου κοσμήματα.
白色无论在其他地方还是在织物上,都对神明最为适宜;至于染料,除了用于战争的装饰之外,不应引入。
θειότατα δὲ δῶρα ὄρνιθές τε καὶ ἀγάλματα ὅσαπερ ἂν ἐν μιᾷ ζωγράφος ἡμέρᾳ εἷς ἀποτελῇ· καὶ τἆλλα ἔστω κατὰ τὰ τοιαῦτα ἀναθήματα μεμιμημένα.
最神圣的礼物是鸟类,以及单画师在一天之内完成的画像;其他供品亦当效仿此类标准。
ὅτε δὲ μέρη διείρηται τῆς πόλεως συμπάσης, ὅσα τε καὶ ἃ δεῖ γίγνεσθαι, καὶ νόμοι περὶ τῶν συμβολαίων εἰς δύναμιν τῶν μεγίστων πέρι πάντων εἴρηνται, τὸ λοιπὸν δὴ δίκας ἂν εἴη χρεὼν γίγνεσθαι.
既然整个城邦的划分——包括其数量和性质——已经规定完毕,关于契约的最重要法律也已尽力阐明,那么接下来,显然应当规定司法诉讼的事宜。
δικαστηρίων δὲ τὸ μὲν πρῶτον αἱρετοὶ δικασταὶ γίγνοιντʼ ἄν, οὓς ἂν ὁ φεύγων τε καὶ ὁ διώκων ἕλωνται κοινῇ, διαιτηταὶ δικαστῶν τοὔνομα μᾶλλον πρέπον ἔχοντες· δεύτεροι δὲ κωμῆταί τε καὶ φυλέται, κατὰ τὸ δωδέκατον μέρος διῃρημένοι, ἐν οἷς, ἂν μὴ διακριθῶσιν ἐν τοῖς πρώτοις, περὶ ζημίας μείζονος ἰόντων ἀγωνιούμενοι, ὁ δὲ φεύγων, ἂν ἡττηθῇ τὸ δεύτερον, τὸ πεμπτημόριον ἀποτινέτω τοῦ τιμήματος τῆς γραφείσης δίκης.
在法庭中,第一种应当是选任的裁判官,由被告与原告共同选定,比起“裁判官”,他们更适合被称为“仲裁人”;第二种是村民和同族人,按照第十二部分划分,若在第一审中未能解决,当事人将向他们提起诉讼,争取更大的赔偿;被告若在第二审中再次败诉,应当支付起诉诉讼估价的五分之一。
ἐὰν δʼ ἐγκαλῶν τις τοῖς δικασταῖς τὸ τρίτον ἀγωνίζεσθαι βούληται, ἀγέτω μὲν ἐπὶ τοὺς δικαστὰς τοὺς ἐκλεκτοὺς τὴν δίκην, ἐὰν δὲ πάλιν ἡττηθῇ, τὴν ἡμιολίαν τοῦ τιμήματος ἀποτινέτω.
但若有人指责裁判官并希望进行第三次抗辩,他应当将案件提交给精选的裁判官,若再次败诉,应当支付估价的一点五倍。
ἐὰν δὲ ὁ διώκων ἡττηθεὶς ἐν τοῖς πρώτοις μὴ ἠρεμῇ, εἰς δὲ τοὺς δευτέρους ἴῃ, νικήσας μὲν δὴ τὸ πέμπτον μέρος ἀπολαμβανέτω, νικηθεὶς δὲ ἀποτινέτω ταὐτὸν μέρος τῆς δίκης.
若原告在第一审败诉后不肯罢休而诉至第二法庭,胜诉则获得(估价的)五分之一,败诉则支付同等比例的诉讼金。
ἐὰν δʼ εἰς τὸ τρίτον ἔλθωσιν δικαστήριον ἀπειθήσαντες ταῖς ἔμπροσθεν δίκαις, ὁ μὲν φεύγων ἡττηθείς, ὥσπερ εἴρηται, τὴν ἡμιολίαν, ὁ δὲ διώκων τὴν ἡμίσειαν τοῦ τιμήματος ἀποτινέτω.
若他们不服先前的判决而走向第三法庭,败诉的被告正如前文所说应当支付一点五倍,败诉的原告则应当支付估价的二分之一。
κληρώσεις δὲ δικαστηρίων καὶ πληρώσεις, καὶ ὑπηρεσιῶν ἑκάσταις τῶν ἀρχῶν καταστάσεις, καὶ χρόνους ἐν οἷς ἕκαστα γίγνεσθαι χρεών, καὶ διαψηφίσεων πέρι καὶ ἀναβολῶν, καὶ πάνθʼ ὁπόσα τοιαῦτα ἀναγκαῖα περὶ δίκας γίγνεσθαι, προτέρων τε καὶ ὑστέρων λήξεις, ἀποκρίσεών τε ἀνάγκας καὶ παρακαταβάσεων, καὶ ὅσα τούτων ἀδελφὰ σύμπαντα, εἴπομεν μὲν καὶ πρόσθεν, καλὸν δὲ τό γε ὀρθὸν καὶ δὶς καὶ τρίς.
关于法庭的抽签和满员、给各官职指派助手、各项程序应当进行的时间、关于投票和推迟、以及诉讼中必须发生的其他所有此类事项、起诉先后顺序的分配、抗辩的义务、保证金的缴纳、以及与此同类的所有事物,我们先前确已谈过,但正确的事情说上两遍乃至三遍终归是件好事。
§12.957ΑΘ. πάντα δʼ οὖν ὁπόσα σμικρὰ καὶ ῥᾴδια νόμιμα εὑρίσκειν, πρεσβύτου νομοθέτου παραλιπόντος, τὸν νέον ἀναπληροῦν χρὴ νομοθέτην.
雅典来客:无论如何,凡是细小且易于制定的规则,若年长的立法者有所遗漏,年轻的立法者就必须予以补充。
τὰ μὲν ἴδια δικαστήρια ταύτῃ πῃ γιγνόμενα μέτρον ἂν ἔχοι· τὰ δὲ δημόσια καὶ κοινὰ καὶ ὅσοις ἀρχὰς δεῖ χρωμένας τὰ προσήκοντα ἑκάστῃ τῶν ἀρχῶν διοικεῖν, ἔστʼ ἐν πολλαῖς πόλεσιν οὐκ ἀσχήμονα ἐπιεικῶν ἀνδρῶν οὐκ ὀλίγα νομοθετήματα, ὅθεν νομοφύλακας χρὴ τὰ πρέποντα τῇ νῦν γεννωμένῃ πολιτείᾳ κατασκευάζειν συλλογισαμένους καὶ ἐπανορθουμένους, ταῖς ἐμπειρίαις διαβασανίζοντας, ἕως ἂν ἱκανῶς αὐτῶν ἕκαστα δόξῃ κεῖσθαι, τότε δὲ τέλος ἐπιθέντας, ἀκίνητα οὕτως ἐπισφραγισαμένους, χρῆσθαι τὸν ἅπαντα βίον.
私人法庭若以此种方式运作,将能获得适度的标准;但至于公共及共同的法庭,以及各官职在管理其所属职责时应当遵循的规定,在许多城邦中都存在着不少由贤能之士制定的体面法规,护法官应当从中收集并加以修正,结合实践进行检验,为如今正在诞生的政体构建出适宜的规章,直至它们中的每一项都被认为已足够完备;那时再予以定案,并将其作为不可动摇的准则予以盖印封存,终生加以使用。
ὅσα δὲ περί τε σιγὴν δικαστῶν καὶ εὐφημίας καὶ τοὐναντίον, καὶ ὅσα παραλλάττει τῶν πολλῶν ἐν ταῖς ἄλλαις πόλεσιν δικαίων καὶ ἀγαθῶν καὶ καλῶν, τὰ μὲν εἴρηται, τὰ δʼ ἔτι πρὸς τῷ τέλει ῥηθήσεται.
关于裁判官的保持沉默、言语庄重或其相反情形,以及那些在其他大多数城邦中与通常的正义、善和美有所不同的事物,有些已经说明,有些则将在接近尾声时予以阐述。
πρὸς ἃ πάντα χρὴ τὸν μέλλοντα δικαστὴν ἴσον ἔσεσθαι κατὰ δίκην βλέπειν τε καὶ κεκτημένον γράμματα αὐτῶν πέρι μανθάνειν· πάντων γὰρ μαθημάτων κυριώτατα τοῦ τὸν μανθάνοντα βελτίω γίγνεσθαι τὰ περὶ τοὺς νόμους κείμενα, εἴπερ ὀρθῶς εἴη τεθέντα, γίγνοιτʼ ἄν, ἢ μάτην τοὔνομα νῷ προσῆκον κεκτῇτʼ ἂν ὁ θεῖος ἡμῖν καὶ θαυμαστὸς νόμος.
凡志在依法秉公执法的未来裁判官,都必须瞩目于这一切,并应当置备关于它们的书面文献加以学习;因为在所有的学习中,关于既定法律的内容——如果它们被正确地制定——对于使学习者变得更好而言,将是最有决定性作用的;否则,我们那神圣而奇妙的“法律”(nomos)就白白拥有了与“理性”(nous)相配的名字。
καὶ δὴ καὶ τῶν ἄλλων λόγων ὅσοι τε ἐν ποιήμασιν ἔπαινοι καὶ ψόγοι περί τινων λέγονται καὶ ὅσοι καταλογάδην, εἴτʼ ἐν γράμμασιν εἴτε καθʼ ἡμέραν ἐν ταῖς ἄλλαις πάσαις συνουσίαις διὰ φιλονικίας τε ἀμφισβητοῦνται καὶ διὰ συγχωρήσεων ἔστιν ὅτε καὶ μάλα ματαίων, τούτων πάντων ἂν βάσανος εἴη σαφὴς τὰ τοῦ νομοθέτου γράμματα, ἃ δεῖ κεκτημένον ἐν αὑτῷ, καθάπερ ἀλεξιφάρμακα τῶν ἄλλων λόγων, τὸν ἀγαθὸν δικαστὴν αὑτόν τε ὀρθοῦν καὶ τὴν πόλιν, τοῖς μὲν ἀγαθοῖς μονὰς τῶν δικαίων καὶ ἐπαύξησιν παρασκευάζοντα, τοῖς δὲ κακοῖς ἐξ ἀμαθίας καὶ ἀκολασίας καὶ δειλίας καὶ συλλήβδην πάσης ἀδικίας εἰς τὸ δυνατὸν μεταβολήν, ὅσοις ἰάσιμοι δόξαι τῶν κακῶν·
况且,对于其他的言论,无论是诗歌中对某些人的赞美和斥责,还是散文中的言论,无论是在书面文献中,还是在日常所有其他交往中因好胜而争论、或因有时极其荒谬的让步而达成的共识,立法者的成文法律将是所有这些言论的清晰试金石,优秀的裁判官必须将其置于自身之中,视其为针对其他言论的解毒剂,以此引导自身与城邦走向正轨,为善良之人准备正义的稳固与增长,而对于恶人(凡其恶念尚属可治者),则尽可能使其摆脱无知、放纵、懦弱以及总之是一切不正义,从而发生转变。

词汇与语法注释

  1. 956δευτέρως — 副词 δευτέρως 意为“第二次”或“再次”。由于土地(γῆ)和住宅的炉灶(ἑστία)已经作为神圣之物属于众神,因此此处禁止因个人原因而将其“二次圣献”或重复圣化。
  2. 956cδιαιτηταὶ δικαστῶν τοὔνομα μᾶλλον πρέπον ἔχοντες — 属格 δικαστῶν(裁判官)修饰 διαιτηταὶ(仲裁人)。这并非指“裁判官的仲裁人”,而是构成一个表语结构,意为“比起‘裁判官’,拥有‘仲裁人’(διαιτηταὶ)这一名字(τοὔνομα)更为合适”。
  3. 957aτοὔνομα νῷ προσῆκον — 柏拉图独特的文字游戏(词源关联),指出“法律”(νόμος)源于或等同于“理性”(νοῦς,与格 νῷ),因而拥有与其相配的名字。
  4. 957dἃ δεῖ κεκτημένον ἐν αὑτῷ... τὸν ἀγαθὸν δικαστὴν — 依赖于非人称动词 δεῖ 的带不定式的宾格结构。宾格主语 τὸν ἀγαθὸν δικαστὴν 与分词 κεκτημένον 一致,并作为不定式 ὀρθοῦν 的动作发出者。

引用这一段

柏拉图, 法律篇 §12.956-12.957. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:12.956-12.957

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。