§12.949ΑΘ. νόμος δὴ κείσθω δικαστὴν μὲν ὀμνύναι δικάζειν μέλλοντα, καὶ τὸν τὰς ἀρχὰς τῷ κοινῷ καθιστάντα διʼ ὅρκων ἢ διὰ φορᾶς ψήφων ἀφʼ ἱερῶν φέροντα δρᾶν ἀεὶ τὸ τοιοῦτον, καὶ κριτὴν αὖ χορῶν καὶ πάσης μουσικῆς καὶ γυμνικῶν τε καὶ ἱππικῶν ἄθλων ἐπιστάτας καὶ βραβέας καὶ ἁπάντων ὁπόσα μὴ φέρει κέρδος κατὰ τὴν ἀνθρωπίνην δόξαν τῷ ἐπιορκοῦντι·
雅典来客:因此,应当制定一项法律,规定凡准备进行裁判的法官都必须宣誓,而为公众任命官职的人应当始终通过宣誓,或者通过投下从神殿中带来的选票来履行这一职责。 对于合唱队及所有音乐的裁判官、体育和马术竞技的监督官和评判员,以及在人类观念中,对伪誓者不带来任何利益的所有其他事务,也同样适用。
τῶν δὲ ὁπόσα ἐξαρνηθέντι καὶ ἐξομοσαμένῳ κέρδος μέγα φανερὸν εἶναι δοκεῖ, ταῦτα δὲ διὰ δικῶν ὅρκων χωρὶς κρίνεσθαι σύμπαντας τοὺς ἐπικαλοῦντας ἀλλήλοις.
但是,对于在否认并伪誓之后显然能带来巨大表面利益的所有事务,纠纷当事人之间在诉讼中应当在不宣誓的情况下进行审判。
καὶ τὸ παράπαν ἐν δίκῃ τοὺς προέδρους μὴ ἐπιτρέπειν μήτε ὀμνύντι λέγειν πιθανότητος χάριν μήτε ἐπαρώμενον ἑαυτῷ καὶ γένει μήτε ἱκετείαις χρώμενον ἀσχήμοσιν μήτε οἴκτοις γυναικείοις, ἀλλὰ τὸ δίκαιον μετʼ εὐφημίας διδάσκοντα καὶ μανθάνοντα ἀεὶ διατελεῖν, εἰ δὲ μή, καθάπερ ἔξω τοῦ λόγου λέγοντος, τοὺς ἄρχοντας πάλιν ἐπανάγειν εἰς τὸν περὶ τοῦ πράγματος ἀεὶ λόγον.
在诉讼中,主持官员绝对不应允许任何人为了增加说服力而边宣誓边发言,也不允许其对自己和家族进行诅咒,或使用不体面的恳求和女流的哀诉,而应始终以得体的语言阐明和学习什么是正义;否则,由于其发言脱离主题,官员们应当将其拉回到关于事情本身的讨论中。
ξένῳ δʼ εἶναι πρὸς ξένους, καθάπερ τὰ νῦν, δέχεσθαί τε ὅρκους παρʼ ἀλλήλων, ἂν ἐθέλωσι, καὶ διδόναι κυρίως—οὐ γὰρ καταγηράσουσιν οὐδʼ ἐννεοττεύοντες ἐν τῇ πόλει ὡς τὸ πολὺ τοιούτους ἄλλους κυρίους τῆς χώρας παρέξονται συντρόφους —δικῶν τε περὶ λήξεως τὸν αὐτὸν τρόπον εἶναι πρὸς ἀλλήλους πᾶσι τὴν κρίσιν.
对于外国人对待外国人的情况,正如目前一样,如果他们愿意,应当允许他们相互接受和给予宣誓,并使其具有法律效力——因为他们不会在城邦中老去,也不会因在此筑巢定住而留下类似的其他国家主宰者作为共同成长者——而且所有人之间关于提起诉讼的判定,也应当以同样的方式进行。
ὅσα τις ἐλεύθερος ἀπειθεῖ τῇ πόλει, μήτʼ οὖν πληγῶν ἄξια μηδʼ αὖ δεσμῶν μηδὲ θανάτου, περὶ δὲ χορείας τινῶν φοιτήσεων ἢ πομπεύσεων ἢ τοιούτων τινῶν ἄλλων κοινῶν κοσμήσεων ἢ λῃτουργιῶν, ὁπόσα περὶ θυσίας εἰρηνικῆς ἢ πολεμικῶν εἰσφορῶν εἵνεκα, πάντων τῶν τοιούτων τὴν πρώτην ἀνάγκην ἰατὴν εἶναι τῆς ζημίας, τοῖς δὲ μὴ πειθομένοις ἐνεχυρασίαν τούτοις οἷς ἂν πόλις ἅμα καὶ νόμος εἰσπράττειν προστάττῃ, τῶν δὲ ἀπειθούντων ταῖς ἐνεχυρασίαις πρᾶσιν τῶν ἐνεχύρων εἶναι, τὸ δὲ νόμισμα γίγνεσθαι τῇ πόλει·
当自由人在不值得鞭笞、监禁或死刑的事务上不服从城邦时,例如关于某些合唱队的参与、游行,或类似的其他公共活动或奉仕,以及关于和平祭祀或为军事集资而进行的各种摊派,在所有这些事务中,最初的强制手段应当是对惩罚的补救(纠正)。 对于不服从者,应当由城邦和法律共同命令征收的人进行物品扣押;对于不服从扣押的人,应当将其扣押物予以售卖,其货币归城邦所有。
ἐὰν δὲ ζημίας δέωνται πλείονος, τὰς ἀρχὰς ἑκάστας τοῖς ἀπειθοῦσι τὰς πρεπούσας ζημίας ἐπιβαλλούσας εἰσάγειν εἰς τὸ δικαστήριον, ἕως ἂν ἐθελήσωσι δρᾶν τὸ προσταχθέν.
如果他们需要更重的处罚,各个官员应当对不服从者处以适当的惩罚,并将其送交法庭,直到他们愿意履行被命令的事情为止。
πόλει δέ, ἥτις ἂν μήτε χρηματίζηται πλὴν τὸν ἐκ γῆς χρηματισμὸν μήτʼ ἐμπορεύηται, περὶ ἀποδημίας ἑαυτῶν ἔξω τῆς χώρας καὶ ξένων ὑποδοχῆς ἄλλοθεν ἀνάγκη βεβουλεῦσθαι τί χρὴ δρᾶν·
但是,对于一个除土地收益外不追求财富、也不从事商业的城邦,必须就其自身前往国外的旅行以及从别处接待外宾的事情,认真考虑应当如何行事。
συμβουλεύειν οὖν τὸν νομοθέτην δεῖ τούτων πέρι πρῶτον πείθοντα εἰς δύναμιν.
因此,立法者必须就这些事务提供建议,首先尽其所能进行说服。
§12.950ΑΘ. πέφυκεν δὲ ἡ πόλεων ἐπιμειξία πόλεσιν ἤθη κεραννύναι παντοδαπά, καινοτομίας ἀλλήλοις ἐμποιούντων ξένων ξένοις·
雅典来客:然而,城邦之间的交往自然会将各种各样的习俗混入城邦之中,因为外来者会给其他外来者带来革新。
ὃ δὴ τοῖς μὲν εὖ πολιτευομένοις διὰ νόμων ὀρθῶν βλάβην ἂν φέροι μεγίστην πασῶν, ταῖς δὲ πλείσταις πόλεσιν, ἅτε οὐδαμῶς εὐνομουμέναις, οὐδὲν διαφέρει φύρεσθαι δεχομένους τε αὐτοῖς ξένους καὶ αὐτοὺς εἰς τὰς ἄλλας ἐπικωμάζοντας πόλεις, ὅταν ἐπιθυμήσῃ τις ἀποδημίας ὁπῃοῦν καὶ ὁπότε, εἴτε νέος εἴτε καὶ πρεσβύτερος ὤν.
这对于通过正确法律得到良好治理的城邦来说,会带来所有危害中最大的危害;但对于大多数完全没有良好法治的城邦来说,无论是接纳外来者混杂在自己中间,还是他们自己在想去任何地方、任何时候旅行时(无论年轻还是年长)涌入其他城邦,都没有什么区别。
τὸ δʼ αὖ μήτε ἄλλους δέχεσθαι μήτε αὐτοὺς ἄλλοσε ἀποδημεῖν ἅμα μὲν οὐκ ἐγχωρεῖ τό γε παράπαν, ἔτι δὲ ἄγριον καὶ ἀπηνὲς φαίνοιτʼ ἂν τοῖς ἄλλοις ἀνθρώποις, ὀνόμασίν τε χαλεποῖς ταῖσιν λεγομέναις ξενηλασίαις χρωμένους καὶ τρόποις αὐθάδεσι καὶ χαλεποῖς, ὡς δοκοῖεν ἄν·
然而,另一方面,既不接纳他人,自己也不去他处旅行,这在第一方面是完全不可能的,而且还会让其余的人类觉得野蛮和冷酷,因为他们似乎在使用严苛的辞藻,如所谓的“驱逐外国人”,以及傲慢和严苛的态度。
χρὴ δὲ οὔποτε περὶ σμικροῦ ποιεῖσθαι τὸ δοκεῖν ἀγαθοὺς εἶναι τοῖς ἄλλοις ἢ μὴ δοκεῖν.
但一个人决不能轻视在他人眼中显得善良与否的名声。
οὐ γὰρ ὅσον οὐσίας ἀρετῆς ἀπεσφαλμένοι τυγχάνουσιν οἱ πολλοί, τοσοῦτον καὶ τοῦ κρίνειν τοὺς ἄλλους ὅσοι πονηροὶ καὶ χρηστοί, θεῖον δέ τι καὶ εὔστοχον ἔνεστι καὶ τοῖσιν κακοῖς, ὥστε πάμπολλοι καὶ τῶν σφόδρα κακῶν εὖ τοῖς λόγοις καὶ ταῖς δόξαις διαιροῦνται τοὺς ἀμείνους τῶν ἀνθρώπων καὶ τοὺς χείρονας.
因为大多数人失去对真美德的占有,并不意味着他们判断他人谁恶谁善的能力也同样丧失,相反,即使在恶人之中也存在某种神性且准确的直觉,以至于极多甚至极度邪恶的人,也能在言论和意见中正确地分辨出人类中的优秀者与低劣者。
διὸ καλὸν ταῖς πολλαῖς πόλεσι τὸ παρακέλευμά ἐστιν, προτιμᾶν τὴν εὐδοξίαν πρὸς τῶν πολλῶν.
因此,对许多城邦来说,重视大多数人眼中的美誉这一劝告是有益的。
τὸ μὲν γὰρ ὀρθότατον καὶ μέγιστον, ὄντα ἀγαθὸν ἀληθῶς οὕτω τὸν εὔδοξον βίον θηρεύειν, χωρὶς δὲ μηδαμῶς, τόν γε τέλεον ἄνδρα ἐσόμενον, καὶ δὴ καὶ τῇ κατὰ Κρήτην οἰκιζομένῃ πόλει πρέπον ἂν εἴη δόξαν πρὸς τῶν ἄλλων ἀνθρώπων ὅτι καλλίστην τε καὶ ἀρίστην παρασκευάζεσθαι πρὸς ἀρετήν·
因为对于一个将要成为完美之人的人来说,最正确且最伟大的事情是,在真正善良的同时,以这种方式追求美誉的生活,而绝不能将两者分离。 尤其是对于在克里特岛建立的城邦,更应该为自己在其余人类中确立关于美德的最美且最好的声誉。
πᾶσα δʼ ἐλπὶς αὐτὴν ἐκ τῶν εἰκότων, ἄνπερ κατὰ λόγον γίγνηται, μετʼ ὀλίγων ἥλιον ὄψεσθαι καὶ τοὺς ἄλλους θεοὺς ἐν ταῖς εὐνόμοις πόλεσι καὶ χώραις.
而且完全有希望,按照常理,如果一切依理进行,它将成为在法治良好的城邦和地区中,能够仰望太阳和其他神明的少数城邦之一。
ὧδε οὖν χρὴ ποιεῖν περὶ ἀποδημίας εἰς ἄλλας χώρας καὶ τόπους καὶ περὶ ὑποδοχῆς ξένων.
因此,关于前往其他国家和地区的旅行,以及接待外宾,应当这样做。
πρῶτον μὲν νεωτέρῳ ἐτῶν τετταράκοντα μὴ ἐξέστω ἀποδημῆσαι μηδαμῇ μηδαμῶς, ἔτι τε ἰδίᾳ μηδενί, δημοσίᾳ δʼ ἔστω κήρυξιν ἢ πρεσβείαις ἢ καί τισι θεωροῖς· τὰς δὲ κατὰ πόλεμον καὶ στρατείας ἀποδημίας οὐκ ἐν ἐκδημίαις πολιτικαῖς ἄξιον ἀγορεύειν ὡς τούτων οὔσας.
首先,未满四十岁的人不得以任何方式前往任何地方旅行,此外,任何人不得私自旅行,但公家可以派遣传令官、使节或某些神圣使者出行;至于因战争和军事行动而进行的出行,则不应将其作为公民旅行的一部分来讨论。