§12.947ΑΘ. ζῶσι μὲν οὖν τούτοις τοῖς παρὰ πάσης τῆς πόλεως ἀριστείων ἠξιωμένοις προεδρίαι τʼ ἐν ταῖς πανηγύρεσι πάσαις ἔστωσαν, ἔτι δὲ τῶν εἰς τοὺς Ἕλληνας κοινῇ θυσιῶν καὶ θεωριῶν καὶ ὅσων ἂν ἑτέρων κοινωνῶσιν ἱερῶν, ἐκ τούτων τοὺς ἄρχοντας τῆς θεωρίας ἑκάστης ἐκπέμπειν, καὶ τούτους μόνους δάφνης στεφάνῳ τῶν ἐν τῇ πόλει κεκοσμημένους εἶναι, καὶ ἱερέας μὲν πάντας τοῦ Ἀπόλλωνός τε καὶ Ἡλίου, ἀρχιέρεων δὲ ἕνα κατʼ ἐνιαυτὸν τὸν πρῶτον κριθέντα τῶν γενομένων ἐκείνῳ τῷ ἐνιαυτῷ τῶν ἱερέων, καὶ τοὔνομα ἀναγράφειν τούτου κατʼ ἐνιαυτόν, ὅπως ἂν γίγνηται μέτρον ἀριθμοῦ τοῦ χρόνου, ἕως ἂν ἡ πόλις οἰκῆται.
雅典来客:那么,只要这些被全体城邦视为配得上最高荣誉的人还活着,就在所有的节日集会中为他们保留特等席;此外,在向希腊人派出的共同牺牲祭祀和神圣使节团,以及他们共同参与的其他神圣仪式中,应当从这些人中派出每个使节团的负责人,且在城邦中只有他们才能佩戴月桂冠。 并且他们全都是阿波罗和太阳的祭司,每年由在该年祭司中首先选出的一人担任大祭司,且每年应当登记他的名字,以便只要城邦有人居住,这就能成为计算时间的尺度。
τελευτήσασι δὲ προθέσεις καὶ ἐκφορὰς καὶ θήκας διαφόρους εἶναι τῶν ἄλλων πολιτῶν·
当他们去世时,其停灵、送葬和墓地应当与其他市民不同。
λευκὴν μὲν τὴν στολὴν ἔχειν πᾶσαν, θρήνων δὲ καὶ ὀδυρμῶν χωρὶς γίγνεσθαι, κορῶν δὲ χορὸν πεντεκαίδεκα καὶ ἀρρένων ἕτερον περιισταμένους τῇ κλίνῃ ἑκατέρους οἷον ὕμνον πεποιημένον ἔπαινον εἰς τοὺς ἱερέας ἐν μέρει ἑκατέρους ᾄδειν, εὐδαιμονίζοντας ᾠδῇ διὰ πάσης τῆς ἡμέρας·
他们的丧服应当全为白色,葬礼中不应当有哭天抢地的哀号。 十五名少女组成的合唱队和另一队少年合唱队应当围绕在灵柩旁,轮流为这些祭司歌唱一首如同赞美诗般写成的颂歌,在整日中用歌声称颂他们为幸福之人。
ἕωθεν δʼ εἰς τὴν θήκην φέρειν αὐτὴν μὲν τὴν κλίνην ἑκατὸν τῶν νέων τῶν ἐν τοῖς γυμνασίοις, οὓς ἂν οἱ προσήκοντες τοῦ τελευτήσαντος ἐπιόψωνται, πρώτους δὲ προϊέναι τοὺς ἠιθέους τὴν πολεμικὴν σκευὴν ἐνδεδυκότας ἑκάστους, σὺν τοῖς ἵπποισι μὲν ἱππέας, σὺν δὲ ὅπλοις ὁπλίτας, καὶ τοὺς ἄλλους ὡσαύτως, παῖδας δὲ περὶ αὐτὴν τὴν κλίνην ἔμπροσθεν τὸ πάτριον μέλος ἐφυμνεῖν, καὶ κόρας ἑπομένας ἐξόπισθεν ὅσαι τʼ ἂν γυναῖκες τῆς παιδοποιήσεως ἀπηλλαγμέναι τυγχάνωσιν, μετὰ δὲ ταῦτα ἱερέας τε καὶ ἱερείας ὡς καθαρεύοντι τῷ τάφῳ ἕπεσθαι, ἐὰν ἄρα καὶ τῶν ἄλλων εἴργωνται τάφων, ἐὰν καὶ τὸ τῆς Πυθίας οὕτω τε καὶ ταύτῃ σύμψηφον ᾖ.
清晨,由死者亲属选拔的一百名在体育馆中的青年,应当抬着灵柩本身送往墓地。 未婚青年们应当走在最前面,每个人都穿着节日武装,骑兵带着马匹,重装步兵带着武器,其他人也同样如此;孩子们应当在灵柩周围的前方同声歌唱传统的曲调,少女们则紧随其后,以及所有已经过了生育年龄的妇女们也跟随其后。 在此之后,祭司和女祭司们应当跟随,因为墓地是纯洁的,即使他们被禁止参加其他墓地的葬礼,只要皮提亚神谕对此也表示赞同。
θήκην δὲ ὑπὸ γῆς αὐτοῖς εἰργασμένην εἶναι ψαλίδα προμήκη λίθων ποτίμων καὶ ἀγήρων εἰς δύναμιν, ἔχουσαν κλίνας παρʼ ἀλλήλας λιθίνας κειμένας, οὗ δὴ τὸν μακάριον γεγονότα θέντες, κύκλῳ χώσαντες, πέριξ δένδρων ἄλσος περιφυτεύσουσι πλὴν κώλου ἑνός, ὅπως ἂν αὔξην ὁ τάφος ἔχῃ ταύτην τὴν εἰς τὸν ἅπαντα χρόνον ἐπιδεῆ χώματος τοῖς τιθεμένοις·
应当为他们建造一座地下的墓穴,那是一个由尽可能坚固且不朽的石料筑成的长拱形玄室,里面并排摆放着石床;在把已成为有福者的死者安放于此,并在周围筑起圆形土堆后,应当在周围种植树林,但要留出一个方向,以便墓地能在这个方向上永远延伸,为那些被安葬者提供所需的土堆。
κατʼ ἐνιαυτὸν δὲ ἀγῶνα μουσικῆς αὐτοῖς καὶ γυμνικὸν ἱππικόν τε θήσουσιν.
他们每年应当为他们举办音乐、体育和马术竞技。
§12.948ΑΘ. τὰ μὲν δὴ γέρα ταῦτα τοῖς τὰς εὐθύνας διαφυγοῦσιν·
雅典来客:这些确实是给那些安全通过审计的人的荣誉。
ἂν δέ τις τούτων, πιστεύων τῷ κεκρίσθαι, τὴν ἀνθρωπίνην φύσιν ἐπιδείξῃ κακὸς γενόμενος ὕστερον τῆς κρίσεως, γράφεσθαι μὲν τὸν βουλόμενον αὐτὸν ὁ νόμος προσταττέτω, ὁ δʼ ἀγὼν ἐν δικαστηρίῳ γιγνέσθω τοιῷδέ τινι τρόπῳ.
但如果这些人中的某人,因确信自己已经通过审判,而在审判后变得邪恶,表现出人类的劣根性,法律应当命令任何愿意的人去控告他,而法庭上的辩论应当以如下方式进行。
πρῶτον μὲν νομοφύλακες ἔστωσαν τούτου τοῦ δικαστηρίου, ἔπειτα αὐτῶν τούτων οἱ ζῶντες, πρὸς δὲ τούτοις τὸ τῶν ἐκλεκτῶν δικαστήριον, γραφέσθω δὲ ὁ γραφόμενος, ὃν ἂν γράφηται, λέγουσαν τὴν γραφὴν ἀνάξιον εἶναι τὸν καὶ τὸν τῶν ἀριστείων καὶ τῆς ἀρχῆς·
首先,由法守护官们组成这个法庭,其次是由这些审计官本身中仍然在世的人,此外还有由选出的法官组成的法庭;控告者应当控告他所控告的人,控告书宣称某人配不上最高荣誉和官职。
καὶ ἐὰν μὲν ὁ φεύγων ἁλῷ, στερέσθω τῆς ἀρχῆς καὶ τοῦ τάφου καὶ τῶν ἄλλων τῶν δοθεισῶν αὐτῷ τιμῶν, ἐὰν δὲ ὁ διώκων μὴ μεταλάβῃ τὸ πέμπτον μέρος τῶν ψήφων, τινέτω ὁ μὲν τοῦ μεγίστου τιμήματος δώδεκα μνᾶς, ὀκτὼ δὲ ὁ τοῦ δευτέρου, τρίτου δὲ ἕξ, τετάρτου δὲ δύο.
如果被告被判有罪,就应当剥夺其官职、墓地以及给予他的其他荣誉;但如果原告未能获得五分之一的选票,如果是第一等级的人,他应当缴纳十二明纳,如果是第二等级,则缴纳八明纳,如果是第三等级,则缴纳六明纳,如果是第四等级,则缴纳二明纳。
Ῥαδαμάνθυος δὲ περὶ τὴν λεγομένην κρίσιν τῶν δικῶν ἄξιον ἄγασθαι, διότι κατεῖδεν τοὺς τότε ἀνθρώπους ἡγουμένους ἐναργῶς εἶναι θεούς, εἰκότως, ἅτε κατὰ τὸν τότε χρόνον τῶν πολλῶν ἐκ θεῶν ὄντων, ὧν εἷς ἦν αὐτός, ὥς γε λόγος.
至于拉达曼迪斯关于判决诉讼的所谓方法,是值得赞赏的,因为他看出当时的人们明确地认为神明存在——这也是理所当然的,因为在那个时候,大多数人都是神明的后裔,正如传说中所说,他自己也是其中之一。
ἔοικεν δὴ δικαστῇ μὲν ἀνθρώπων οὐδενὶ διανοούμενος δεῖν ἐπιτρέπειν, θεοῖς δέ, ὅθεν ἁπλαῖ καὶ ταχεῖαι δίκαι ἐκρίνοντʼ αὐτῷ· διδοὺς γὰρ περὶ ἑκάστων τῶν ἀμφισβητουμένων ὅρκον τοῖς ἀμφισβητοῦσιν ἀπηλλάττετο ταχὺ καὶ ἀσφαλῶς.
他显然认为不应将裁判权托付给人类中的任何人,而应托付给神明,因此对他来说,诉讼的判定既简单又迅速;因为对于每个有争议的事项,他通过让争议双方宣誓,就能迅速且安全地解决争端。
νῦν δὲ δὴ ὅτε μέρος τι μέν, φαμέν, ἀνθρώπων τὸ παράπαν οὐχ ἡγοῦνται θεούς, οἱ δὲ οὐ φροντίζειν ἡμῶν αὐτοὺς διανοοῦνται, τῶν δὲ δὴ πλείστων ἐστὶ καὶ κακίστων ἡ δόξα ὡς σμικρὰ δεχόμενοι θύματα καὶ θωπείας πολλὰ συναποστεροῦσι χρήματα καὶ μεγάλων σφᾶς ἐκλύονται κατὰ πολλὰ ζημιῶν, οὐκέτι δὴ τοῖς νῦν ἀνθρώποις ἡ Ῥαδαμάνθυος ἂν εἴη τέχνη πρέπουσα ἐν δίκαις.
但如今,正如我们所说,一部分人完全不相信神明,而另一部分人则认为神明不关心我们,且大多数最邪恶的人的观点是,通过接受微不足道的祭品和奉承,神明会协助他们剥夺许多财物,并在许多情况下免除他们的重大处罚。 因此,对于现在的人们来说,拉达曼迪斯的方法在诉讼中已不再合宜。
μεταβεβληκυιῶν οὖν τῶν περὶ θεοὺς δοξῶν ἐν τοῖς ἀνθρώποις μεταβάλλειν δεῖ καὶ τοὺς νόμους·
既然人类中关于神明的观念已经改变,法律也必须随之改变。
ἐν γὰρ λήξεσιν δικῶν τοὺς μετὰ νοῦ τιθεμένους νόμους ἐξαιρεῖν χρὴ τοὺς ὅρκους τῶν ἀντιδικούντων ἑκατέρων, καὶ τὸν λαγχάνοντά τῴ τινα δίκην τὰ μὲν ἐγκλήματα γράφειν, ὅρκον δὲ μὴ ἐπομνύναι, καὶ τὸν φεύγοντα κατὰ ταὐτὰ τὴν ἄρνησιν γράψαντα παραδοῦναι τοῖς ἄρχουσιν ἀνώμοτον.
因为在提起诉讼时,明智的立法者必须取消对立双方的宣誓;提起诉讼的人应当写下指控,但不应宣誓,被告也应当同样写下否认并无誓呈交给官员。
δεινὸν γάρ που, δικῶν γʼ ἐν πόλει πολλῶν γενομένων, εὖ εἰδέναι σμικροῦ δεῖν τοὺς ἡμίσεις αὐτῶν ἐπιωρκηκότας, ἐν συσσιτίοις τε ἀλλήλοις εὐχερῶς συγγιγνομένους καὶ ἐν ἄλλαις συνουσίαις τε καὶ ἰδιωτικαῖς συγγενήσεσιν ἑκάστων.
因为,在城邦中发生许多诉讼的情况下,如果明知其中近半数的人都在作伪誓,却又在共同进餐以及其他集会和各人的私人交往中坦然相处,这无疑是可怕的事。