Humanitext Reader

柏拉图 · 法律篇 §12.943-12.944

逃避兵役的惩处与丢弃武器的判定

第 172 段,共 186 段 · 希腊语

内容简介

雅典来客规定了对不服兵役和逃兵的法律起诉程序,以及武功奖赏的评判标准,并强调必须将可耻的“丢弃盾牌”与不可避免的“丢失武器”严格区分开来。

§12.943ΑΘ. ταῦτα γὰρ ἀκρωτήρια ὄντα σῳζόμενά τε ἔχει μεγίστην δύναμιν παντὸς τοῦ σώματος καὶ τοὐναντίον ἐναντίως, καὶ τὸ μὲν ὑπηρετικώτατον ἅπαντι τῷ σώματι, τὸ δὲ ἀρχικώτατον, ἔχον τὰς κυρίας ἁπάσας αἰσθήσεις αὐτοῦ φύσει.
雅典来客:因为这两者(头和脚)是身体的末端,如果被保护好,就对整个身体具有最大的力量,反之亦然。 一者对整个身体最顺从,另一者则最居支配地位,因其天生就具备了自身所有主要的感官。
ἔπαινον μὲν δὴ τοῦτον ἀκούειν τὸν νέον χρῆν δοκεῖν πολεμικοῦ περὶ βίου, νόμους δʼ αὖ τούσδε· Στρατεύεσθαι τὸν καταλεγέντα ἢ τὸν ἐν μέρει τινὶ τεταγμένον.
我们应当认为,年轻人应当听到关于军旅生活的这种赞辞,而另一方面,则应当有如下的法律: “凡被征召或被编入某部的人,必须服兵役。
ἐὰν δέ τις ἐκλείπῃ τινὶ κάκῃ μὴ στρατηγῶν ἀφέντων, γραφὰς ἀστρατείας εἶναι πρὸς τοὺς πολεμικοὺς ἄρχοντας, ὅταν ἔλθωσιν ἀπὸ στρατοπέδου, δικάζειν δὲ τοὺς στρατεύσαντας ἑκάστους χωρίς, ὁπλίτας τε καὶ ἱππέας καὶ τἆλλα ἐμπολέμια ἕκαστα ὡσαύτως, καὶ εἰσάγειν ὁπλίτας μὲν εἰς τοὺς ὁπλίτας, ἱππέας δὲ εἰς τοὺς ἱππέας καὶ τοὺς ἄλλους δὲ κατὰ ταὐτὰ εἰς τοὺς αὑτῶν συννόμους·
如果有人因某种懦弱而未服役,且未经将军免除,当军事官员从营地返回时,应当向他们提起不服兵役的公诉。 实际服役的人应当分别进行审判,重装步兵、骑兵及其他各战斗部队皆同样如此。 并且,应当将重装步兵送交重装步兵法庭,骑兵送交骑兵法庭,其他人亦同样送交他们同侪的法庭。
ἐὰν δέ τις ὄφλῃ, ὑπάρχειν μὲν αὐτῷ μήποτε τῆς ὅλης ἀριστείας ἀγωνιστῇ γενέσθαι μηδὲ ἀστρατείας ἄλλον γράψασθαί ποτε μηδὲ κατηγόρῳ τούτων πέρι γενέσθαι, πρὸς τούτοις δʼ ἔτι προστιμᾶν αὐτῷ τὸ δικαστήριον ὅτι χρὴ παθεῖν ἢ ἀποτίνειν.
如果有人被判有罪,他将终身不得参与任何武功奖赏的竞争,也不得起诉他人不服兵役,亦不得在此类案件中担任起诉人。 除此以外,法庭还应当对他追加判定其必须遭受何种刑罚或缴纳何种罚金。
μετὰ δὲ ταῦτα, ἐκδικασθεισῶν τῶν τῆς ἀστρατείας δικῶν, πάλιν ἑκάστων ἄρχοντας ποιῆσαι σύλλογον, ἀριστείων δὲ πέρι κρίνεσθαι τὸν βουλόμενον ἐν τοῖς αὑτῶν ἔθνεσιν, μὴ περὶ προτέρου πολέμου μηδὲν παρεχόμενον μήτε τεκμήριον μήτε μαρτύρων πιστώσεις λόγων, αὐτῆς δὲ περὶ τῆς στρατείας τῆς τότε γενομένης αὐτοῖς.
在此之后,当不服兵役的案件审判完毕,各部指挥官应当再次召开会议,凡愿竞争武功奖赏的人,当在其所属部类中接受评判。 然而,不得提供任何关于以前战争的证据或证言,而只能针对他们当时所经历的当次军役。
στέφανον δὲ τὸ νικητήριον ἑκάστοις εἶναι θαλλοῦ· τοῦτον δὲ εἰς τὰ τῶν πολεμικῶν θεῶν ἱερά, ὧν ἄν τις βούληται, γράψαντα ἀναθεῖναι μαρτύριον εἰς τὴν τῶν ἀριστείων κρίσιν παντὸς τοῦ βίου καὶ τὴν τῶν δευτέρων καὶ τρίτων.
每位获胜者的奖赏应当是一顶野橄榄枝的花环;他应当在其上刻字,并将其奉献于他所希望的战神庙宇之中,作为其终身武功评判以及第二、第三等奖赏的见证。
ἐὰν δὲ στρατεύσηται μέν τις, μὴ ἀπαγαγόντων δὲ τῶν ἀρχόντων οἴκαδε προαπέλθῃ τοῦ χρόνου, λιποταξίου τούτων εἶναι γραφὰς ἐν τοῖς αὐτοῖς οἷς περὶ τῆς ἀστρατείας, ὀφλοῦσίν τε τιμωρίαι ἐπέστωσαν αἵπερ καὶ πρόσθεν ἐτέθησαν.
如果有人服了兵役,在指挥官未带队回国之前便擅自提前离去,应当向对待不服兵役者相同的法庭提起脱兵役的公诉,被判有罪者应当承受与前文规定的相同的惩罚。
χρὴ μὲν δὴ πᾶσαν ἐπιφέροντα δίκην ἀνδρὶ πάντʼ ἄνδρα φοβεῖσθαι τὸ μήτε ἐπενεγκεῖν ψευδῆ τιμωρίαν, μήτʼ οὖν ἑκόντα μήτʼ ἄκοντα κατὰ δύναμιν—παρθένος γὰρ Αἰδοῦς Δίκη λέγεταί τε καὶ ὄντως εἴρηται, ψεῦδος δὲ αἰδοῖ καὶ δίκῃ νεμεσητὸν κατὰ φύσιν—τῶν τε οὖν ἄλλων εὐλαβεῖσθαι πέρι πλημμελεῖν εἰς δίκην, διαφερόντως δὲ καὶ τῆς τῶν κατὰ πόλεμον ὅπλων ἀποβολῆς, μὴ διαμαρτών τις ἄρα τῶν ἀναγκαίων ἀποβολῶν, ὡς αἰσχρὰς αὐτὰς εἰς ὄνειδος τιθείς, ἀναξίῳ ἀναξίας ἐπάγῃ δίκας.
事实上,任何对他人提起诉讼的人,都应当极其敬畏,以免自己出于故意或无意,在自己能力范围内带来虚假的惩罚。 因为正义被称为敬畏的贞洁之女,事实也确是如此,而虚假在天性上就为敬畏与正义所不容。 因此,在其他事情上应当小心不犯违背正义的过错,而在战争中丢失武器的事情上尤其要格外小心,以免由于误判了不可避免的丢失,将其视为可耻的耻辱,而对无辜者提起不当的起诉。
§12.944ΑΘ. ῥᾴδιον μὲν οὖν οὐδαμῶς διορίσαι τούτων θάτερον, ὅμως δὲ χρὴ τὸν νόμον ἁμῶς γέ πως ὁρίζειν πειρᾶσθαι κατὰ μέρη.
” 雅典来客:因此,要区分这两者绝非易事,但法律仍须设法在各部分上予以界定。
μύθῳ δὴ προσχρώμενοι ἅμʼ εἴπωμεν, εἰ κομισθεὶς ἐπὶ σκηνὴν ἄνευ τῶν ὅπλων Πάτροκλος ἔμπνους ἐγένεθʼ, οἷον δὴ μυρίοις συνέπεσεν, τὰ δὲ πρότερα ἐκεῖνα ὅπλα, ἃ Πηλεῖ φησιν ὁ ποιητὴς παρὰ θεῶν προῖκα ἐν τοῖς γάμοις ἐπιδοθῆναι Θέτιδι, ταῦτα δὲ Ἕκτωρ εἶχεν, ἐξῆν ἂν τῶν τότε ὅσοι κακοὶ ὀνειδίζειν ὅπλων ἀποβολὴν τῷ τοῦ Μενοιτίου.
让我们借用传说来说明:如果帕特罗克洛斯在失去武器的情况下被抬回营帐且保全了性命(正如无数人所遭遇的那样),而那些先前的武器(正如诗人所说,是在婚礼上作为神明的礼物赠予佩琉斯和忒提斯的)却被赫克托耳夺去,当时那些卑劣的人难道可以指责墨诺提俄斯之子丢失武器吗?
ἔτι δὲ ὁπόσοι κατὰ κρημνῶν ῥιφέντες ἀπώλεσαν ὅπλα, ἢ κατὰ θάλατταν, ἢ χειμώνων ἐν κόποις ὑποδεξαμένης αὐτοὺς ἐξαίφνης πολλῆς ῥύσεως ὕδατος, ἢ μυρίʼ ἂν ἔχοι τις τοιαῦτα παραμυθούμενος ἐπᾴδειν, εὐδιάβολον κακὸν καλλύνων·
此外,凡因坠落山崖而失去武器的人,或在海上,或在冬日风暴的艰难中,突然遭遇大水冲刷而失去武器的人,或者如果有人想要唱安慰之歌来粉饰这种极易被诽谤的灾祸,可以举出无数个这样的例子。
τεμεῖν δὴ χρεὼν κατὰ δύναμιν τὸ μεῖζον καὶ τὸ δυσχερέστερον κακὸν ἀπὸ τοῦ ἐναντίου.
因此,应当尽力将更大、更严重的恶行与相反的情况区分开来。
σχεδὸν οὖν ἐν τοῖς ὀνείδεσιν ἔχει τινὰ τομὴν ἡ τούτων τῶν ὀνομάτων ἐπιφορά· ῥίψασπις μὲν γὰρ οὐκ ἐν πᾶσιν ὀνομάζοιτʼ ἂν δικαίως, ἀποβολεὺς δὲ ὅπλων.
因此,在指责中,这些名称的适用有着某种界限:因为不能在所有情况下都公正地称其为“丢弃盾牌者”,而应当称为“丢失武器者”。
οὐχ ὁμοίως γὰρ ὅ τε ἀφαιρεθεὶς μετʼ εἰκυίας βίας γίγνοιτʼ ἂν ῥίψασπις ὅ τε ἀφεὶς ἑκών, διαφέρει δὲ ὅλον που καὶ τὸ πᾶν.
因为因不可抗拒的暴力而被夺走武器的人,与自愿丢弃武器的人是不一样的,这两者完全判若云泥。
ὧδʼ οὖν δὴ λεγέσθω νόμῳ· ἐὰν καταλαμβανόμενός τις ὑπὸ πολεμίων καὶ ἔχων ὅπλα μὴ ἀναστρέφῃ καὶ ἀμύνηται, ἀφῇ δὲ ἑκὼν ἢ ῥίψῃ, ζωὴν αἰσχρὰν ἀρνύμενος μετὰ κάκης μᾶλλον ἢ μετʼ ἀνδρείας καλὸν καὶ εὐδαίμονα θάνατον, τοιαύτης μὲν ὅπλων ἀποβολῆς ἔστω δίκη ῥιφθέντων, τῆς δὲ εἰρημένης ἔμπροσθεν ὁ δικάζων μὴ ἀμελείτω σκοπεῖν.
因此,法律应当作如下规定:“如果有人被敌人追击,在持有武器的情况下,不反转身体进行防卫,而是自愿放弃或丢弃武器,选择带有懦弱的可耻生存,而非伴随勇气的崇高幸福的死亡,对于这种武器的丢弃,应当作为‘丢弃盾牌’来进行审判;但对于前文所述的丢失,法官切不可疏于审查。
τὸν γὰρ κακὸν ἀεὶ δεῖ κολάζειν, ἵνʼ ἀμείνων ᾖ, οὐ τὸν δυστυχῆ· οὐδὲν γὰρ πλέον.
因为应当惩罚的是恶人,以便使其变好,而不是不幸的人,因为惩罚不幸者毫无益处。
ζημία δὴ τῷ τὴν τοιαύτην ἀμυντηρίων ὅπλων εἰς τοὐναντίον ἀφέντι δύναμιν τίς ἄρα γίγνοιτʼ ἂν πρόσφορος;
那么,对于将防卫武器的这种力量丢弃而走向其反面的人,究竟何种惩罚才是合适的呢?
οὐ γὰρ δυνατὸν ἀνθρώπῳ δρᾶν τοὐναντίον ὥς ποτε θεόν φασι δρᾶσαι, Καινέα τὸν Θετταλὸν ἐκ γυναικὸς μεταβαλόντα εἰς ἀνδρὸς φύσιν·
人类无法做到像传说中神明曾经做过的那样相反的事——将忒萨利亚的凯纽斯由女性变为男性的身体。
ἦν γὰρ ἀνδρὶ ῥιψάσπιδι τρόπον τινὰ πρέπουσα πασῶν μάλιστα ἡ ʼκείνῃ τῇ γενέσει ἐναντία γένεσις, εἰς γυναῖκα ἐξ ἀνδρὸς μεταβαλοῦσα, τιμωρία τούτῳ γενομένη.
因为对于丢弃盾牌的男子而言,在某种意义上,最适合他的莫过于与凯纽斯的生成相反的生成,即由男性变为女性,以此作为对他的惩罚。 ”',

词汇与语法注释

  1. 943aἀκούειν — 不定式 ἀκούειν 依附于 δοκεῖν,而后者由无人称动词 χρή 的过去式 χρῆν 控制。τὸν νέον 是不定式 ἀκούειν 的逻辑主语,整句意为“应当认为年轻人必须听闻此种赞辞”。
  2. 943eἀναξίῳ ἀναξίας — 形容词 ἀνάξιος(不配的)的叠用。与格的 ἀναξίῳ 指的是“不该承受此种指控的人”(即无辜者),而属格的 ἀναξίας 修饰 δίκας,意为“不当的(不公的)起诉”。这种修辞手法强调了对无辜者妄加武器丢失指控的极度不公。
  3. 944aἐξῆν ἂν — 过去非真实条件句的主句,使用直说过去式加上 ἄν 来表示过去的可能性(“原本是可能的”)。其条件从句为 εἰ... ἐγένεθʼ,构成了虚拟假设:“如果帕特罗克洛斯活着被抬回,那么当时指责他丢失武器原本是可能的”。

引用这一段

柏拉图, 法律篇 §12.943-12.944. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:12.943-12.944

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。