§11.937ΑΘ.ἐάν τις ἑκὼν μὴ ʼθέλῃ μαρτυρεῖν, προκαλεῖσθαι τὸν δεόμενον, ὁ δὲ κληθεὶς ἀπαντάτω πρὸς τὴν δίκην, καὶ ἐὰν μὲν εἰδῇ καὶ ἐθέλῃ μαρτυρεῖν, μαρτυρείτω, ἐὰν δὲ εἰδέναι μὴ φῇ, τοὺς τρεῖς θεοὺς Δία καὶ Ἀπόλλωνα καὶ Θέμιν ἀπομόσας ἦ μὴν μὴ εἰδέναι ἀπαλλαττέσθω τῆς δίκης·
雅典来客:如果有人自愿不愿作证,需要他的人应当传唤他,被传唤者应当出庭。 如果他确实知道并且愿意作证,就让他作证;但如果他说不知道,让他指着三位神明——宙斯、阿波罗和忒弥斯—— 起誓,确信自己不知道,然后免除他的诉讼义务。
ὁ δʼ εἰς μαρτυρίαν κληθείς, μὴ ἀπαντῶν δὲ τῷ καλεσαμένῳ, τῆς βλάβης ὑπόδικος ἔστω κατὰ νόμον.
而被传唤作证却不出庭面对传唤者的人,应当依法对所造成的损失承担赔偿责任。
ἐὰν δέ τίς τινα δικάζοντα ἀναστήσηται μάρτυρα, μαρτυρήσας μὴ διαψηφιζέσθω περὶ ταύτης τῆς δίκης.
如果有人将正在审判的法官立为证人,该法官在作证后,不得参与关于这起诉讼的投票表决。
γυναικὶ δʼ ἐξέστω ἐλευθέρᾳ μαρτυρεῖν καὶ συνηγορεῖν, ἐὰν ὑπὲρ τετταράκοντα ἔτη ᾖ γεγονυῖα, καὶ δίκην λαγχάνειν, ἐὰν ἄνανδρος ᾖ· ζῶντος δὲ ἀνδρὸς ἐξέστω μαρτυρῆσαι μόνον.
自由女性如果年满四十岁,应当允许其作证和辩护;如果她没有丈夫,允许其提起诉讼;但在丈夫在世时,只允许她作证。
δούλῃ δὲ καὶ δούλῳ καὶ παιδὶ φόνου μόνον ἐξέστω μαρτυρεῖν καὶ συνηγορεῖν, ἐὰν ἐγγυητὴν ἀξιόχρεων ἦ μὴν μενεῖν καταστήσῃ μέχρι δίκης, ἐὰν ἐπισκηφθῇ τὰ ψευδῆ μαρτυρῆσαι.
女奴、男奴和儿童只有在涉及谋杀案时,才被允许作证和辩护,前提是他们必须提供足够合格的保证人,保证其确实会留到审判时,以防他们被指控作伪证。
ἐπισκήπτεσθαι δὲ τῶν ἀντιδίκων ἑκάτερον ὅλῃ τῇ μαρτυρίᾳ καὶ μέρει, ἐὰν τὰ ψευδῆ φῇ τινα μεμαρτυρηκέναι, πρὶν τὴν δίκην διακεκρίσθαι· τὰς δʼ ἐπισκήψεις τὰς ἀρχὰς φυλάττειν κατασεσημασμένας ὑπʼ ἀμφοῖν, καὶ παρέχειν εἰς τὴν τῶν ψευδομαρτυριῶν διάκρισιν.
在诉讼判定之前,辩论双方的任何一方都有权对证词的全部或部分提出异议,如果他们声称某人作了伪证;官员们应当保存由双方封存的异议书,并在裁决伪证时予以提供。
ἐὰν δέ τις ἁλῷ δὶς ψευδομαρτυρῶν, τοῦτον μηκέτι νόμος ἀναγκαζέτω μηδεὶς μαρτυρεῖν, ἐὰν δὲ τρίς, μηκέτʼ ἐξέστω τούτῳ μαρτυρεῖν·
如果有人两次被判定犯有伪证罪,任何法律都不应再强迫此人作证;如果三次,则不再允许他作证。
ἐὰν δὲ τολμήσῃ μαρτυρῆσαι τρὶς ἑαλωκώς, ἐνδεικνύτω μὲν πρὸς τὴν ἀρχὴν ὁ βουλόμενος αὐτόν, ἡ δʼ ἀρχὴ δικαστηρίῳ παραδότω, ἐὰν δὲ ὄφλῃ, θανάτῳ ζημιούσθω.
如果他已被判定三次却仍敢作证,任何愿意的人都可以向官员告发他,官员应当将他移交法庭,如果被判有罪,应当处以死刑。
ὁπόσων δʼ ἂν μαρτυρίαι ἁλῶσιν δίκῃ, ψευδῆ δοξάντων μαρτυρεῖν καὶ τὴν νίκην τῷ ἑλόντι πεποιηκέναι, ἐὰν τῶν τοιούτων ὑπὲρ ἥμισυ μαρτυριῶν καταδικασθῶσίν τινες, τὴν κατὰ ταύτας ἁλοῦσαν δίκην ἀνάδικον γίγνεσθαι, ἀμφισβήτησιν δʼ εἶναι καὶ διαδικασίαν εἴτε κατὰ ταύτας εἴτε μὴ ἡ δίκη ἐκρίθη, ὁποτέρως δʼ ἂν κριθῇ, ταύτῃ γιγνέσθω τὸ τέλος τῶν ἔμπροσθεν δικῶν.
在所有因证词被判有罪的诉讼中,如果这些证词被认为作了伪证并使胜诉者获得了胜利,且这类证词中超过半数被判有罪,那么根据这些证词判定有罪的诉讼应当重新审理,并且应当就该诉讼是否是根据这些证词决定的展开辩论和司法裁判。 无论裁判结果如何,之前的诉讼都应以此为最终结果。
πολλῶν δὲ ὄντων καὶ καλῶν ἐν τῷ τῶν ἀνθρώπων βίῳ, τοῖς πλείστοις αὐτῶν οἷον κῆρες ἐπιπεφύκασιν, αἳ καταμιαίνουσίν τε καὶ καταρρυπαίνουσιν αὐτά·
在人类生活中,有许多美好而优秀的事物,但在它们的大多数上面都附着了一种类似于破灭之神的东西,玷污并弄脏了它们。
καὶ δὴ καὶ δίκη ἐν ἀνθρώποις πῶς οὐ καλόν, ὃ πάντα ἡμέρωκεν τὰ ἀνθρώπινα;
毫无疑问,人类中间的裁判怎能不是一件美好的事,它使人类的一切事物都变得温顺开化?
καλοῦ δὲ ὄντος τούτου, πῶς οὐ καὶ τὸ συνδικεῖν ἡμῖν γίγνοιτʼ ἂν καλόν;
既然这是美好的,那么为我们进行辩护又怎能不成为美好的事呢?
ταῦτα οὖν τοιαῦτα ὄντα διαβάλλει τις κάκη, καλὸν ὄνομα προστησαμένη τέχνην, ἣ πρῶτον μὲν δή φησιν εἶναί τινα δικῶν μηχανήν—εἶναι δʼ αὐτὴ τοῦ τε δικάσασθαι καὶ συνδικεῖν ἄλλῳ—νικᾶν δυναμένην, ἄντʼ οὖν δίκαια ἄντε μὴ τὰ περὶ τὴν δίκην ἑκάστην ᾖ πεπραγμένα·
然而,某些恶行却诽谤这些如此美好的事物,它冠以“技术”的美名,首先声称存在一种诉讼的手段——声称这本身就是一种为自己诉讼和为他人辩护的技术——不论每起诉讼所涉的事情是否公正,都能够取得胜利。
§11.938ΑΘ. δωρεὰν δʼ αὐτῆς εἶναι τῆς τέχνης καὶ τῶν λόγων τῶν ἐκ τῆς τέχνης, ἂν ἀντιδωρῆταί τις χρήματα.
雅典来客:并且声称,如果有人作为回报赠予金钱,那么这项技术本身以及源自该技术的言论就是免费的。
ταύτην οὖν ἐν τῇ παρʼ ἡμῖν πόλει, εἴτʼ οὖν τέχνη εἴτε ἄτεχνός ἐστίν τις ἐμπειρία καὶ τριβή, μάλιστα μὲν δὴ χρεών ἐστιν μὴ φῦναι·
因此,在我们城邦中,无论这确实是一门技术,还是某种没有技术的经验和熟练,最好是根本不要产生。
δεομένου δὲ τοῦ νομοθέτου πείθεσθαι καὶ μὴ ἐναντία δίκῃ φθέγγεσθαι, πρὸς ἄλλην δὲ ἀπαλλάττεσθαι χώραν, πειθομένοις μὲν σιγή, ἀπειθοῦσιν δὲ φωνὴ νόμου ἥδε· ἄν τις δοκῇ πειρᾶσθαι τὴν τῶν δικαίων δύναμιν ἐν ταῖς τῶν δικαστῶν ψυχαῖς ἐπὶ τἀναντία τρέπειν καὶ παρὰ καιρὸν πολυδικεῖν τῶν τοιούτων ἢ καὶ συνδικεῖν, γραφέσθω μὲν ὁ βουλόμενος αὐτὸν κακοδικίας ἢ καὶ συνδικίας κακῆς, κρινέσθω δὲ ἐν τῷ τῶν ἐκλεκτῶν δικαστηρίῳ, ὀφλόντος δέ, τιμάτω τὸ δικαστήριον εἴτε φιλοχρηματίᾳ δοκεῖ δρᾶν τὸ τοιοῦτον εἴτε φιλονικίᾳ, καὶ ἐὰν μὲν φιλονικίᾳ, τιμᾶν αὐτῷ τὸ δικαστήριον ὅσου χρὴ χρόνου τὸν τοιοῦτον μηδενὶ λαχεῖν δίκην μηδὲ συνδικῆσαι, ἐὰν δὲ φιλοχρηματίᾳ, τὸν μὲν ξένον ἀπιόντα ἐκ τῆς χώρας μήποτε πάλιν ἐλθεῖν ἢ θανάτῳ ζημιοῦσθαι, τὸν ἀστὸν δὲ τεθνάναι φιλοχρημοσύνης ἕνεκα τῆς ἐκ παντὸς τρόπου παρʼ αὐτῷ τιμωμένης·
尽管立法者要求人们服从,不要发表违背正义的言论,而应离去到其他的土地,但对于服从的人给予沉默,而对于不服不从的人,法律的声音如下:如果有人被认为企图将法官灵魂中正义的力量转向相反的方向,并在不合时宜的时候频繁地为这类人进行诉讼或辩护,任何愿意的人都可以控告他犯有恶意诉讼罪或恶意辩护罪,并且他应当在选出的法官组成的法庭中接受审判。 如果被判有罪,法庭应当评估他似乎是出于贪财还是出于好胜心而做出这种事。 如果是出于好胜心,法庭应当评估在多长时间内这种人不得提起任何诉讼,也不得为任何人辩护;如果是出于贪财,外邦人应当离开该国,永不再来,否则处以死刑;而公民则应因其以一切方式推崇的贪财之心而被处死。
καὶ ἐάν τις φιλονικίᾳ κριθῇ δὶς τὸ τοιοῦτον δρᾶν, τεθνάτω.
如果有人因好胜心而被判定两次做出这种事,应当处以死刑。