§11.933ΑΘ. ἣν μὲν γὰρ τὰ νῦν διαρρήδην εἴπομεν, σώμασι σώματα κακουργοῦσά ἐστιν κατὰ φύσιν· ἄλλη δὲ ἣ μαγγανείαις τέ τισιν καὶ ἐπῳδαῖς καὶ καταδέσεσι λεγομέναις πείθει τοὺς μὲν τολμῶντας βλάπτειν αὐτούς, ὡς δύνανται τὸ τοιοῦτον, τοὺς δʼ ὡς παντὸς μᾶλλον ὑπὸ τούτων δυναμένων γοητεύειν βλάπτονται.
雅典来客:因为我们刚才明确提到的那一类毒害,是根据自然之理、以身体对身体造成伤害;而另一类则是通过某种巫术、咒语和所谓的诅咒,让那些敢于伤害他人的人相信自己有能力做这样的事,并让其他人相信自己主要是被这些有施术能力的人所伤害。
ταῦτʼ οὖν καὶ περὶ τὰ τοιαῦτα σύμπαντα οὔτε ῥᾴδιον ὅπως ποτὲ πέφυκεν γιγνώσκειν, οὔτʼ εἴ τις γνοίη, πείθειν εὐπετὲς ἑτέρους·
因此,对于这些事情以及所有此类行为,既不易了解其本性如何,即使有人了解了,也不易说服他人。
ταῖς δὲ ψυχαῖς τῶν ἀνθρώπων δυσωπουμένους πρὸς ἀλλήλους περὶ τὰ τοιαῦτα οὐκ ἄξιον ἐπιχειρεῖν πείθειν, ἄν ποτε ἄρα ἴδωσί που κήρινα μιμήματα πεπλασμένα, εἴτʼ ἐπὶ θύραις εἴτʼ ἐπὶ τριόδοις εἴτʼ ἐπὶ μνήμασι γονέων αὐτῶν τινες, ὀλιγωρεῖν πάντων τῶν τοιούτων διακελεύεσθαι μὴ σαφὲς ἔχουσι δόγμα περὶ αὐτῶν.
当人们的心灵在这些事情上互相怀疑、恐惧时,即使他们有时在门前、三岔路口或他们先祖的坟墓上看到有人放置捏好的蜡像,对于那些对这些事没有明确知识的人,去说服并劝告他们轻视所有这些东西,也是不值得尝试的。
διαλαβόντας δὲ διχῇ τὸν τῆς φαρμακείας πέρι νόμον, ὁποτέρως ἄν τις ἐπιχειρῇ φαρμάττειν, πρῶτον μὲν δεῖσθαι καὶ παραινεῖν καὶ συμβουλεύειν μὴ δεῖν ἐπιχειρεῖν τοιοῦτο δρᾶν μηδὲ καθάπερ παῖδας τοὺς πολλοὺς τῶν ἀνθρώπων δειμαίνοντας φοβεῖν, μηδʼ αὖ τὸν νομοθέτην τε καὶ τὸν δικαστὴν ἀναγκάζειν ἐξιᾶσθαι τῶν ἀνθρώπων τοὺς τοιούτους φόβους, ὡς πρῶτον μὲν τὸν ἐπιχειροῦντα φαρμάττειν οὐκ εἰδότα τί δρᾷ, τά τε κατὰ σώματα, ἐὰν μὴ τυγχάνῃ ἐπιστήμων ὢν ἰατρικῆς, τά τε αὖ περὶ τὰ μαγγανεύματα, ἐὰν μὴ μάντις ἢ τερατοσκόπος ὢν τυγχάνῃ.
因此,我们应当将关于毒害与巫术的法律一分为二,无论有人企图以哪种方式施毒施术,首先都必须请求、劝诫和建议,不应当企图做出这样的事,也不应当像对待儿童那样,让大多数人因恐惧而害怕,更不应当强迫立法者和裁判官去消除人类的这种恐惧,理由是:第一,企图施毒施术的人并不明白自己在做什么,如果是关于身体的伤害,而他并非精通医术,或者是关于巫术,而他并非先知或奇兆的解释者。
λεγέσθω δὴ λόγος ὅδε νόμος περὶ φαρμακείας· ὃς ἂν φαρμακεύῃ τινὰ ἐπὶ βλάβῃ μὴ θανασίμῳ μήτε αὐτοῦ μήτε ἀνθρώπων ἐκείνου, βοσκημάτων δὲ ἢ σμηνῶν εἴτʼ ἄλλῃ βλάβῃ εἴτʼ οὖν θανασίμῳ, ἐὰν μὲν ἰατρὸς ὢν τυγχάνῃ καὶ ὄφλῃ δίκην φαρμάκων, θανάτῳ ζημιούσθω, ἐὰν δὲ ἰδιώτης, ὅτι χρὴ παθεῖν ἢ ἀποτεῖσαι, τιμάτω περὶ αὐτοῦ τὸ δικαστήριον.
那么,关于毒害与巫术的法律条文应当这样表述:凡因非致命伤害而向任何人施毒施术,无论是针对其自身还是其家人,或对牲畜、蜂群造成致命或其他伤害者,如果他恰好是医生且被判有罪,则应处以死刑;如果他只是普通人,则法庭应当评估他应遭受何种惩罚或支付何种赔偿。
ἐὰν δὲ καταδέσεσιν ἢ ἐπαγωγαῖς ἤ τισιν ἐπῳδαῖς ἢ τῶν τοιούτων φαρμακειῶν ὡντινωνοῦν δόξῃ ὅμοιος εἶναι βλάπτοντι, ἐὰν μὲν μάντις ὢν ἢ τερατοσκόπος, τεθνάτω, ἐὰν δʼ ἄνευ μαντικῆς ὢν τῆς φαρμακείας ὄφλῃ, ταὐτὸν καὶ τούτῳ γιγνέσθω·
如果有人因诅咒、引诱或某些咒语,或任何此类巫术,而被认为像是在伤害他人,若他是一个先知或奇兆解释者,则应处死;若他在没有先知之术的情况下被判定犯有巫术罪,他也应遭受同样的惩罚。
περὶ γὰρ αὖ καὶ τούτου τιμάτω τὸ δικαστήριον ὅτι ἂν αὐτοῖς δεῖν αὐτὸν δόξῃ πάσχειν ἢ ἀποτίνειν.
因为关于他,法庭也应当评估他们认为他应当遭受或支付的任何惩罚。
§11.934ΑΘ. ὅσα τις ἂν ἕτερος ἄλλον πημήνῃ κλέπτων ἢ βιαζόμενος, ἂν μὲν μείζω, μείζονα τὴν ἔκτισιν τῷ πημανθέντι τινέτω, ἐλάττω δὲ ζημιώσας σμικροτέραν, παρὰ πάντα δὲ τοσαύτην ἡλίκα ἂν ἑκάστοτε ζημιώσῃ τίς τινα, μέχριπερ ἂν ἰάσηται τὸ βλαβέν·
雅典来客:凡一人因盗窃或暴力而伤害另一人的行为,若是较重的伤害,就应当向受害者支付较重的赔偿,若是较轻的伤害,则支付较轻的赔偿。 在所有情况下,赔偿额都应当与每一次给他人造成的损失相等,直到受损之物得到修复。
δίκην δὲ ἕκαστος πρὸς ἑκάστῳ τῷ κακουργήματι σωφρονιστύος ἕνεκα συνεπομένην προσεκτεισάτω, ὁ μὲν ἀνοίᾳ κακουργήσας ἀλλοτρίᾳ, πειθοῖ διὰ νεότητα ἤ τι τοιοῦτον χρησάμενος, ἐλαφροτέραν, ὁ δὲ διὰ οἰκείαν ἄνοιαν ἢ διʼ ἀκράτειαν ἡδονῶν ἢ λυπῶν, ἐν φόβοις δειλίας ἤ τισιν ἐπιθυμίαις ἢ φθόνοις ἢ θυμοῖς δυσιάτοις γιγνόμενος, βαρυτέραν, οὐχ ἕνεκα τοῦ κακουργῆσαι διδοὺς τὴν δίκην—οὐ γὰρ τὸ γεγονὸς ἀγένητον ἔσται ποτέ—τοῦ δʼ εἰς τὸν αὖθις ἕνεκα χρόνον ἢ τὸ παράπαν μισῆσαι τὴν ἀδικίαν αὐτόν τε καὶ τοὺς ἰδόντας αὐτὸν δικαιούμενον, ἢ λωφῆσαι μέρη πολλὰ τῆς τοιαύτης συμφορᾶς.
而每个人对于每一项罪行,应当额外支付一笔伴随的罚金以示惩戒。 凡因他人的愚蠢而作恶、由于年轻而听信他人劝诱或类似情况者,处以较轻的处罚;而因自身的愚蠢、对快乐或痛苦缺乏自制,在懦弱的恐惧、某种欲望、嫉妒或难以治愈的愤怒中作恶者,处以较重的处罚。 他接受处罚并非因为他已经作恶——因为既成事实永远无法改变——而是为了将来,使他自己以及看见他被依法惩治的人,能够彻底憎恨不正义,或者使这类灾祸的大部分得以平息。
ὧν δὴ πάντων ἕνεκα χρὴ καὶ πρὸς πάντα τὰ τοιαῦτα βλέποντας τοὺς νόμους τοξότου μὴ κακοῦ στοχάζεσθαι δίκην τοῦ τε μεγέθους τῆς κολάσεως ἑκάστων ἕνεκα καὶ παντελῶς τῆς ἀξίας·
正是为了所有这些目的,并着眼于所有这些情况,法律应当像一个高明的射手一样,瞄准针对每种罪行应有的刑罚大小和完全相符的惩罚。
ταὐτὸν δʼ ἔργον δρῶντα συνυπηρετεῖν δεῖ τῷ νομοθέτῃ τὸν δικαστήν, ὅταν αὐτῷ τις νόμος ἐπιτρέπῃ τιμᾶν ὅτι χρὴ πάσχειν τὸν κρινόμενον ἢ ἀποτίνειν, τὸν δέ, καθάπερ ζωγράφον, ὑπογράφειν ἔργα ἑπόμενα τῇ γραφῇ.
裁判官也应当与立法者精诚合作,承担相同的任务,每当法律允许他去评估被告应当遭受或支付何种惩罚时,立法者应当像画家一样,勾勒出依循下笔的轮廓。
ὃ δὴ καὶ νῦν, ὦ Μέγιλλε καὶ Κλεινία, ποιητέον ἡμῖν ὅτι κάλλιστα καὶ ἄριστα·
梅吉鲁斯和克莱尼亚斯啊,这正是我们现在应当尽善尽美做好的事情。
τῶν κλοπαίων τε καὶ βιαίων πάντων τὰς ζημίας λεγομένας οἵας δεῖ γίγνεσθαι, λεκτέον, ὅπως ἂν ἡμῖν παρείκωσιν θεοὶ καὶ θεῶν παῖδες νομοθετεῖν.
关于所有盗窃和暴力的行为,必须说明应当制定的处罚,只要神明和神明之子允许我们进行立法。
μαινόμενος δὲ ἄν τις ᾖ, μὴ φανερὸς ἔστω κατὰ πόλιν·
若有人精神失常,则不应让其在城邦里公开露面。
οἱ προσήκοντες δʼ ἑκάστων κατὰ τὰς οἰκίας φυλαττόντων αὐτούς, ὅτῳ ἂν ἐπίστωνται τρόπῳ, ἢ ζημίαν ἐκτινόντων, ὁ μὲν τοῦ μεγίστου τιμήματος ἑκατὸν δραχμάς, ἐάντʼ οὖν δοῦλον ἐάντʼ οὖν καὶ ἐλεύθερον περιορᾷ, δευτέρου δὲ τιμήματος τέτταρα μέρη τῆς μνᾶς τῶν πέντε, τρία δʼ ὁ τρίτος, καὶ δύο ὁ τέταρτος.
每个失常者的亲属都应当在家里守卫他们,无论用何种他们知道的方法,否则就应当支付罚金:最高财产阶级的人,无论是放任了奴隶还是自由人,应支付一百德拉克马;第二阶级应支付五分之四米纳,第三阶级支付五分之三,第四阶级支付五分之二。
μαίνονται μὲν οὖν πολλοὶ πολλοὺς τρόπους·
许多人确实以许多方式失常。
οὓς μὲν νῦν εἴπομεν, ὑπὸ νόσων, εἰσὶν δὲ οἳ διὰ θυμοῦ κακὴν φύσιν ἅμα καὶ τροφὴν γενομένην, οἳ δὴ σμικρᾶς ἔχθρας γενομένης, πολλὴν φωνὴν ἱέντες κακῶς ἀλλήλους βλασφημοῦντες λέγουσιν, οὐ πρέπον ἐν εὐνόμων πόλει γίγνεσθαι τοιοῦτον οὐδὲν οὐδαμῇ οὐδαμῶς.
我们刚才提到的那些人是由于疾病,但也有人是由于愤怒,加上恶劣的天性与不当的抚育,他们一旦发生微小的敌对,便大声叫嚷,互相恶意诽谤和辱骂,这在一个法度完备的城邦里,是无论如何、在任何地方都不适宜发生的。
εἷς δὴ περὶ κακηγορίας ἔστω νόμος περὶ πάντας ὅδε· Μηδένα κακηγορείτω μηδείς.
因此,关于诽谤,应当有一条适用于所有人的法律:任何人不得诽谤任何人。
ὁ δὲ ἀμφισβητῶν ἔν τισι λόγοις ἄλλος ἄλλῳ διδασκέτω καὶ μανθανέτω τόν τε ἀμφισβητοῦντα καὶ τοὺς παρόντας ἀπεχόμενος πάντως τοῦ κακηγορεῖν.
而在某些言论上产生争议的人,应当在完全避免诽谤的情况下,去教导和向争议的对方以及在场的人学习。