§11.931ΑΘ. νόμοι περὶ θεοὺς ἀρχαῖοι κεῖνται πᾶσιν διχῇ.
雅典来客:关于神明的古老法律,对所有人来说都是以双重方式规定的。
τοὺς μὲν γὰρ τῶν θεῶν ὁρῶντες σαφῶς τιμῶμεν, τῶν δʼ εἰκόνας ἀγάλματα ἱδρυσάμενοι, οὓς ἡμῖν ἀγάλλουσι καίπερ ἀψύχους ὄντας, ἐκείνους ἡγούμεθα τοὺς ἐμψύχους θεοὺς πολλὴν διὰ ταῦτʼ εὔνοιαν καὶ χάριν ἔχειν.
因为对于某些神明,我们通过清晰地看见他们来敬拜;而对于另一些神明,我们设立肖像作为神像,尽管它们是无生命的,我们为自己而尊崇它们,并认为那些活生生的神明会因此对我们抱有极大的好意和感激。
πατὴρ οὖν ὅτῳ καὶ μήτηρ ἢ τούτων πατέρες ἢ μητέρες ἐν οἰκίᾳ κεῖνται κειμήλιοι ἀπειρηκότες γήρᾳ, μηδεὶς διανοηθήτω ποτὲ ἄγαλμα αὑτῷ, τοιοῦτον ἐφέστιον ἵδρυμα ἐν οἰκίᾳ ἔχων, μᾶλλον κύριον ἔσεσθαι, ἐὰν δὴ κατὰ τρόπον γε ὀρθῶς αὐτὸ θεραπεύῃ ὁ κεκτημένος.
因此,凡是在家里有因年老而衰弱、如同宝物般供奉的父亲或母亲,或者他们的父辈和母辈的人,绝不要认为,只要他在家里拥有这样一个炉边的安居所,他为自己设立的任何神像会比这更有力量,即使这神像的占有者确实以完全正确的方式去侍奉它。
ΚΛ. τίνα δὴ τὴν ὀρθότητα εἶναι φράζεις;
克莱尼亚斯:那么,你所说的这种“正确性”究竟是什么呢?
ΑΘ. ἐγὼ ἐρῶ· καὶ γὰρ οὖν ἄξιον, ὦ φίλοι, ἀκούειν τά γε δὴ τοιαῦτα.
雅典来客:我会说明的;因为,朋友们,听听这类事情确实是非常值得的。
ΚΛ. λέγε μόνον.
克莱尼亚斯:请讲便是。
ΑΘ. Οἰδίπους, φαμέν, ἀτιμασθεὶς ἐπηύξατο τοῖς αὑτοῦ τέκνοις ἃ δὴ καὶ πᾶς ὑμνεῖ τέλεα καὶ ἐπήκοα γενέσθαι παρὰ θεῶν, Ἀμύντορά τε Φοίνικι τῷ ἑαυτοῦ ἐπαρᾶσθαι παιδὶ θυμωθέντα καὶ Ἱππολύτῳ Θησέα καὶ ἑτέρους ἄλλοις μυρίους μυρίοις, ὧν γέγονε σαφὲς ἐπηκόους εἶναι γονεῦσι πρὸς τέκνα θεούς·
雅典来客:我们说,俄狄浦斯在受到侮辱时,曾对自己的孩子们发出诅咒,正如人人所传唱的那样,这些诅咒被神明完全听允并实现了;还有阿米托尔因愤怒而诅咒自己的儿子菲尼克斯,忒修斯诅咒希波吕托斯,以及其他无数人诅咒无数人,从这些例子中可以清楚地看出,神明听取了父母对子女的祈求。
ἀραῖος γὰρ γονεὺς ἐκγόνοις ὡς οὐδεὶς ἕτερος ἄλλοις, δικαιότατα.
因为父母对子孙的咒诅力,是任何其他人对他人所无法比拟的,这极合乎正义。
μὴ δή τις ἀτιμαζομένῳ μὲν διαφερόντως πατρὶ πρὸς παίδων καὶ μητρὶ θεὸν ἐπήκοον ἐν εὐχαῖς ἡγείσθω γίγνεσθαι κατὰ φύσιν, τιμωμένῳ δὲ ἄρα καὶ περιχαρεῖ σφόδρα γενομένῳ, καὶ διὰ τὰ τοιαῦτα εὐχαῖς λιπαρῶς εἰς ἀγαθὰ τοῖς παισὶ παρακαλοῦντος θεούς, οὐκ ἄρα τὰ τοιαῦτα ἀκούειν ἐξ ἴσου καὶ νέμειν ἡμῖν αὐτοὺς ἡγησόμεθα;
因此,绝不要有人认为,当父亲或母亲受到子女极其严重的侮辱时,神明自然会听取他们在祈求中的诅咒,而当他们受到尊敬并感到无比喜悦时,因而在祈祷中热切地为孩子们向神明恳求福分,神明难道不会同样听取并将这些福分分赐给我们吗?
ἀλλʼ οὐκ ἄν ποτε δίκαιοι νομῆς εἶεν ἀγαθῶν, ὃ δή φαμεν ἥκιστα θεοῖς εἶναι πρέπον.
否则,他们就绝不是善物的公正分配者了,而我们说这与神明最不相称。
ΚΛ. πολύ γε.
克莱尼亚斯:确实如此。
ΑΘ. οὐκοῦν διανοηθῶμεν, ὃ σμικρῷ πρότερον εἴπομεν, ὡς οὐδὲν πρὸς θεῶν τιμιώτερον ἄγαλμʼ ἂν κτησαίμεθα πατρὸς καὶ προπάτορος παρειμένων γήρᾳ καὶ μητέρων τὴν αὐτὴν δύναμιν ἐχουσῶν, οὓς ὅταν ἀγάλλῃ τις τιμαῖς, γέγηθεν ὁ θεός·
雅典来客:因此,让我们记住刚才说过的话,即在神明面前,我们无法拥有比因年老而衰弱的父亲、祖父,以及具有同等力量的母亲们更尊贵的神像了。
οὐ γὰρ ἂν ἐπήκοος ἦν αὐτῶν.
每当有人用敬意使他们喜悦时,神明便感到高兴;因为否则,神明就不会听取他们的祈求。
θαυμαστὸν γὰρ δήπου τὸ προγόνων ἵδρυμα ἡμῖν ἐστιν, διαφερόντως τῶν ἀψύχων·
事实上,祖先这一安置在我们家中的神圣存在是极为奇妙的,与无生命的神像截然不同。
τὰ μὲν γὰρ θεραπευόμενα ὑφʼ ἡμῶν, ὅσα ἔμψυχα, συνεύχεται ἑκάστοτε, καὶ ἀτιμαζόμενα τἀναντία, τὰ δʼ οὐδέτερα, ὥστε ἂν ὀρθῶς τις χρῆται πατρὶ καὶ προπάτορι καὶ πᾶσι τοῖς τοιούτοις, πάντων πρὸς θεοφιλῆ μοῖραν κυριώτατα ἀγαλμάτων ἂν κεκτῇτο.
因为那些由我们侍奉的有生命者,每次都会与我们一同祈祷,而受到侮辱时则会祈求相反的事情;但无生命的神像则两者都不会。 所以,如果有人正确地对待父亲、祖父以及所有这样的人,他就会在获得神明眷顾的命运方面,拥有所有神像中最有力量的一尊。
ΚΛ. κάλλιστʼ εἶπες.
克莱尼亚斯:你说的太好了。
§11.932ΑΘ. πᾶς δὴ νοῦν ἔχων φοβεῖται καὶ τιμᾷ γονέων εὐχάς, εἰδὼς πολλοῖς καὶ πολλάκις ἐπιτελεῖς γενομένας·
雅典来客:因此,凡是有理智的人都会敬畏并尊重父母的祈祷,因为他们知道这些祈祷在许多人身上、且屡次得到实现。
τούτων οὖν οὕτω φύσει διατεταγμένων, τοῖς μὲν ἀγαθοῖς ἕρμαιον πρόγονοι γηραιοί, ζῶντες μέχρι τῶν ἐσχάτων τοῦ βίου, καὶ ἀπιόντες νέοι σφόδρα ποθεινοί, τοῖς δὲ κακοῖς εὖ μάλα φοβεροί.
既然这些事情在自然中是这样安排的,那么对于善人来说,活到生命尽头的年迈祖先就是一种恩赐,而当他们离世时,年轻一辈也会无比怀念他们;但对于恶人来说,祖先则是极其可怕的。
πᾶς δὴ τιμάτω πάσαις τιμαῖς ταῖς ἐννόμοις τοὺς αὑτοῦ γεννήτορας τοῖς νῦν πεισθεὶς λόγοις·
所以,每个人都应当听从现在的道理,用一切符合法律的敬意来孝敬自己的父母。
εἰ δʼ οὖν τινα κατέχοι φήμη κωφὴ τῶν τοιούτων προοιμίων, νόμος ὅδε ἐπὶ τούτοις ὀρθῶς κείμενος ἂν εἴη· ἐάν τις ἐν τῇδε τῇ πόλει γονέων ἀμελέστερον ἔχῃ τοῦ δέοντος, καὶ μὴ τῶν ὑέων καὶ πάντων τῶν ἐκγόνων αὑτοῦ καὶ ἑαυτοῦ μειζόνως εἰς ἅπαντα ἐπιτρέπων καὶ ἀποπληρῶν ᾖ τὰς βουλήσεις, ἐξαγγελλέτω μὲν ὁ πάσχων τι τοιοῦτον, εἴτε αὐτὸς εἴτε τινὰ πέμπων, πρὸς τρεῖς μὲν τῶν νομοφυλάκων τοὺς πρεσβυτάτους, τρεῖς δʼ αὖ τῶν περὶ γάμους γυναικῶν ἐπιμελουμένων·
然而,如果有人对这类前言充耳不闻,那么针对这些人,以下法律便是正确制定的:如果在我们这个城邦里,有人对父母的照顾比应有的更为怠慢,并且没有在一切事情上优先顺从并满足父母的意愿,超过对自己的儿子、所有的子孙以及对自己本身的关照,那么遭受此类对待的人,无论是亲自去还是派人去,都应当向守法官中最年长的三位,以及管理婚姻的妇女中的三位进行告发。
οἱ δʼ ἐπιμελείσθωσαν, κολάζοντες τοὺς ἀδικοῦντας νέους μὲν ὄντας ἔτι πληγαῖς καὶ δεσμοῖς, μέχριπερ ἂν ἐτῶν ἄνδρες μὲν τυγχάνωσιν ὄντες τριάκοντα, γυναῖκες δὲ δέκα πλείοσιν ἔτεσιν κολαζέσθωσαν ταῖς αὐταῖς κολάσεσιν.
他们应当负责处理,对那些还年轻的作恶者用鞭打和拘禁进行惩罚,直到男子年满三十岁,而妇女则应当在多十年的岁数内接受相同的惩罚。
ἐὰν δὲ πορρωτέρω τούτων τῶν ἐτῶν ὄντες τῶν αὐτῶν ἀμελειῶν περὶ γονέας μὴ ἀφιστῶνται, κακῶσι δέ τινάς τινες, εἰς δικαστήριον εἰσαγόντων αὐτοὺς εἰς ἕνα καὶ ἑκατὸν τῶν πολιτῶν, οἵτινες ἂν ὦσι πρεσβύτατοι ἁπάντων·
如果他们超过了这些年龄,却仍未停止对父母的同样怠慢,并且有人虐待长辈,则应当将他们起诉到由最年长的一百零一位市民组成的法庭上。
ἂν δέ τις ὄφλῃ, τιμάτω τὸ δικαστήριον ὅτι χρὴ τίνειν ἢ πάσχειν, ἀπόρρητον μηδὲν ποιούμενοι ὅσων δυνατὸς ἄνθρωπος πάσχειν ἢ τίνειν.
如果有人被判有罪,法庭应当评估他应当支付或遭受何种惩罚,不得将人类所能遭受或支付的任何惩罚排除在外。
ἐὰν δέ τις ἀδυνατῇ κακούμενος φράζειν, ὁ πυθόμενος τῶν ἐλευθέρων ἐξαγγελλέτω τοῖς ἄρχουσιν ἢ κακὸς ἔστω καὶ ὑπόδικος τῷ ἐθέλοντι βλάβης.
如果被虐待者无法亲自陈述,任何获悉此事的自由人应当向官员告发,否则他就是卑劣之人,并应当对任何愿意提起诉讼的人承担损害赔偿责任。
ἐὰν δὲ δοῦλος μηνύσῃ, ἐλεύθερος ἔστω, καὶ ἐὰν μὲν τῶν κακούντων ἢ κακουμένων δοῦλος, ὑπὸ τῆς ἀρχῆς ἀφείσθω, ἐὰν δέ τινος ἄλλου τῶν πολιτῶν, τὸ δημόσιον ὑπὲρ αὐτοῦ τιμὴν τῷ κεκτημένῳ καταβαλλέτω·
如果奴隶提供线索,他应当获得自由;如果他是施虐者或受虐者的奴隶,应当由官府予以释放;如果是其他市民的奴隶,则国库应当代其向所有者支付身价。
τοῖς ἄρχουσιν δὲ ἐπιμελὲς ἔστω μή τις ἀδικῇ τὸν τοιοῦτον τιμωρούμενος τῆς μηνύσεως ἕνεκα.
官员们应当注意,不得让任何人因其提供线索而遭到报复和伤害。
ὅσα τις ἄλλος ἄλλον πημαίνει φαρμάκοις, τὰ μὲν θανάσιμα αὐτῶν διείρηται, τῶν δʼ ἄλλων πέρι βλάψεων, εἴτε τις ἄρα πώμασιν ἢ καὶ βρώμασιν ἢ ἀλείμμασιν ἑκὼν ἐκ προνοίας πημαίνει, τούτων οὐδέν πω διερρήθη.
至于一人用药物伤害他人的所有行为,其中致死的行为已经讨论过了,但关于其他伤害,无论是否有人故意且有预谋地通过饮品、食品或涂抹物来造成伤害,这些都还没有具体说明。
διτταὶ γὰρ δὴ φαρμακεῖαι κατὰ τὸ τῶν ἀνθρώπων οὖσαι γένος ἐπίσχουσιν τὴν διάρρησιν.
因为存在于人类之中的两类药剂(毒物)使用,阻碍了具体规定的阐明。