§11.929ΑΘ. ἐν μὲν οὖν ἄλλῃ πολιτείᾳ παῖς ἀποκεκηρυγμένος οὐκ ἂν ἐξ ἀνάγκης ἄπολις εἴη, ταύτης δέ, ἧς οἵδε οἱ νόμοι ἔσονται, ἀναγκαίως ἔχει εἰς ἄλλην χώραν ἐξοικίζεσθαι τὸν ἀπάτορα—πρὸς γὰρ τοῖς τετταράκοντα καὶ πεντακισχιλίοις οἴκοις οὐκ ἔστιν ἕνα προσγενέσθαι—διὸ δὴ δεῖ τὸν ταῦτα πεισόμενον ἐν δίκῃ μὴ ὑπὸ ἑνὸς πατρός, ὑπὸ δὲ τοῦ γένους ἀπορρηθῆναι παντός.
雅典来客:在其他国制中,被勘当的儿子不一定非得失去城邦;但在这些法律将要适用的这一国制中,失去父亲者必须迁居到其他土地——因为在五千四十个家庭中不可能再增加一个。 因此,凡是在法庭上要遭受此种处置的人,不仅要被一个父亲勘当,而且要被整个家族勘当。
ποιεῖν δὲ χρὴ τῶν τοιούτων πέρι κατὰ νόμον τοιόνδε τινά· ὃν ἂν θυμὸς ἐπίῃ μηδαμῶς εὐτυχής, εἴτʼ οὖν ἐν δίκῃ εἴτε καὶ μή, ὃν ἔτεκέ τε καὶ ἐξεθρέψατο, τοῦτον ἐπιθυμεῖν ἀπαλλάξαι τῆς αὑτοῦ συγγενείας, μὴ φαύλως οὕτως ἐξέστω μηδʼ εὐθὺς τοῦτο δρᾶν, πρῶτον δὲ συλλεξάτω τοὺς αὑτοῦ συγγενεῖς μέχρι ἀνεψιῶν καὶ τοὺς τοῦ ὑέος ὡσαύτως τοὺς πρὸς μητρός, κατηγορείτω δὲ ἐν τούτοις, διδάσκων ὡς ἄξιος ἅπασιν ἐκ τοῦ γένους ἐκκεκηρῦχθαι, δότω δὲ καὶ τῷ ὑεῖ λόγους τοὺς ἴσους ὡς οὐκ ἄξιός ἐστι τούτων οὐδὲν πάσχειν·
关于此类事情,应当按照如下法律行事:凡是被极不幸的愤怒所控制的人,无论是在法庭上还是其他情况,若渴望将自己生育并抚养的人从自己的亲族关系中排除出去,不得如此轻易或立即执行此事。 首先,他应当召集自己直到堂表兄弟在内的亲属,以及儿子的母方亲属,并在他们面前进行指控,说明该儿子值得被整个家族勘当;同时,也应当给儿子同等的辩明机会,说明自己不该遭受任何此类惩罚。
καὶ ἐὰν μὲν πείθῃ ὁ πατὴρ καὶ συμψήφους λάβῃ πάντων τῶν συγγενῶν ὑπὲρ ἥμισυ, πλὴν πατρὸς διαψηφιζομένου καὶ μητρὸς καὶ τοῦ φεύγοντος, τῶν τε ἄλλων ὁπόσοιπερ ἂν ὦσιν γυναικῶν εἴτε ἀνδρῶν τέλειοι, ταύτῃ μὲν καὶ κατὰ ταῦτα ἐξέστω τῷ πατρὶ τὸν ὑὸν ἀποκηρύττειν, ἄλλως δὲ μηδαμῶς.
如果父亲说服了他们,并获得了所有参与投票的亲属中半数以上的赞成票(但不包括投票的父亲、母亲以及被告,以及其他亲属中未成年的人,即无论男女,只要是成年人的过半数),在这种方式和这些条件下,父亲被允许勘当其子,否则绝无可能。
τὸν δʼ ἀποκηρυχθέντα ἐάν τις τῶν πολιτῶν ὑὸν βούληται θέσθαι, μηδεὶς νόμος ἀπειργέτω ποιεῖσθαι—τὰ γὰρ τῶν νέων ἤθη πολλὰς μεταβολὰς ἐν τῷ βίῳ μεταβάλλειν ἑκάστοτε πέφυκεν— ἀποκηρυχθέντα δὲ ἄν τις δέκα ἐτῶν μὴ ἐπιθυμήσῃ θετὸν ὑὸν ποιήσασθαι, τοὺς τῶν ἐπιγόνων ἐπιμελητὰς τῶν εἰς τὴν ἀποικίαν ἐπιμελεῖσθαι καὶ τούτων, ὅπως ἂν μετάσχωσι τῆς αὐτῆς ἀποικίας ἐμμελῶς.
如果市民中有人想要收养被勘当者为子,任何法律都不得阻止其收养——因为青年人的性格在生活中往往随时会发生许多转变。 但如果被勘当者在十年内无人愿意收养为养子,则前往殖民地的子嗣管理者应当照料这些人,以便使他们以适当的方式共同参与到相同的殖民地中。
ἐὰν δέ τίς τινα νόσος ἢ γῆρας ἢ καὶ τρόπων χαλεπότης ἢ καὶ σύμπαντα ταῦτα ἔκφρονα ἀπεργάζηται διαφερόντως τῶν πολλῶν, καὶ λανθάνῃ τοὺς ἄλλους πλὴν τῶν συνδιαιτωμένων, οἰκοφθορῇ δὲ ὡς ὢν τῶν αὑτοῦ κύριος, ὁ δὲ ὑὸς ἀπορῇ καὶ ὀκνῇ τὴν τῆς παρανοίας γράφεσθαι δίκην, νόμος αὐτῷ κείσθω πρῶτον μὲν πρὸς τοὺς πρεσβυτάτους τῶν νομοφυλάκων ἐλθόντα διηγήσασθαι τὴν τοῦ πατρὸς συμφοράν, οἱ δὲ κατιδόντες ἱκανῶς συμβουλευόντων ἐάντε δέῃ γράφεσθαι καὶ ἐὰν μὴ τὴν γραφήν, ἐὰν δὲ συμβουλεύσωσιν, γιγνέσθωσαν τῷ γραφομένῳ μάρτυρες ἅμα καὶ σύνδικοι· ὁ δὲ ὀφλὼν τοῦ λοιποῦ χρόνου ἄκυρος ἔστω τῶν αὑτοῦ καὶ τὸ σμικρότατον διατίθεσθαι, καθάπερ παῖς δὲ οἰκείτω τὸν ἐπίλοιπον βίον.
如果某种疾病、年老、性格的乖戾,或者所有这些因素,使某人变得异常反常而丧失理智,且除同住者之外不为他人所察觉,而他却像自己家产的主人一样败坏家产,而儿子感到困惑并犹豫是否要提起精神错乱的诉讼,则应当为他制定法律:首先去见守法官中年龄最大的人,并陈述父亲的遭遇,守法官在充分观察后,应当建议是否需要提起诉讼;如果他们建议提起诉讼,他们应当既作为见证人,又作为起诉人的共同诉讼人;而被判有罪者在余下的时间里,不得有权处置自己财产的极小部分,而是应当像孩子一样度过余生。
§11.930ΑΘ. ἐὰν δὲ ἀνὴρ καὶ γυνὴ μηδαμῇ συμφέρωνται τρόπων ἀτυχίᾳ χρώμενοι, δέκα μὲν ἄνδρας τῶν νομοφυλάκων ἐπιμελεῖσθαι τῶν τοιούτων ἀεὶ χρεὼν τοὺς μέσους, δέκα δὲ τῶν περὶ γάμους γυναικῶν ὡσαύτως·
雅典来客:如果丈夫和妻子由于性格的不幸而无论如何也无法和睦相处,应当由十名守法官始终照料此类事情,即那些年龄居中者,同样也由十名管理婚姻的妇女照料。
καὶ ἐὰν μὲν δὴ συναλλάττειν δύνωνται, ταῦτʼ ἔστω κύρια, ἐὰν δʼ αἱ ψυχαὶ κυμαίνωσιν μειζόνως αὐτῶν, ζητεῖν κατὰ δύναμιν οἵτινες ἑκατέρῳ συνοίσουσιν.
如果他们能够调解,这些决定便具有法律效力;但如果他们的心灵波动得更剧烈,则应当尽力寻找适合各自的人。
εἰκὸς δὲ εἶναι τοὺς τοιούτους μὴ πρᾳέσιν ἤθεσιν κεχρημένους· βαθύτερα δὴ τούτοις καὶ πρᾳότερα τρόπων ἤθη σύννομα πειρᾶσθαι προσαρμόττειν.
这样的人自然不具备温和的性格,因此应当尝试为他们调配性格更深沉、更温和的配偶。
καὶ ὅσοι μὲν ἂν ἄπαιδες αὐτῶν ἢ ὀλιγόπαιδες ὄντες διαφέρωνται, καὶ παίδων ἕνεκα τὴν συνοίκησιν ποιεῖσθαι· ὅσοι δʼ ἂν ἱκανῶν ὄντων παίδων, τῆς συγκαταγηράσεως ἕνεκα καὶ ἐπιμελείας ἀλλήλων τὴν διάζευξίν τε καὶ σύζευξιν ποιεῖσθαι χρεών.
其中,无子女或子女稀少而产生争执者,为了育儿而重新结合;而那些已有足够子女者,则应当为了共同养老和互相照料而进行离别和重新结合。
ἐὰν δὲ τελευτᾷ γυνὴ καταλείπουσα παῖδας θηλείας τε καὶ ἄρρενας, συμβουλευτικὸς ἂν εἴη νόμος ὁ τιθέμενος, οὐκ ἀναγκαστικός, τρέφειν τοὺς ὄντας παῖδας μὴ μητρυὰν ἐπαγόμενον· μὴ δὲ ὄντων, ἐξ ἀνάγκης γαμεῖν, μέχριπερ ἂν ἱκανοὺς γεννήσῃ παῖδας τῷ τε οἴκῳ καὶ τῇ πόλει.
如果妻子去世并留下了女儿和儿子,所制定的法律应当是建议性的而非强制性的,即应当抚养现有的孩子,而不娶继母;但若没有孩子,则必须结婚,直到为家庭和城邦生育了足够的孩子。
ἢν δὲ ὁ ἀνὴρ ἀποθάνῃ παῖδας ἱκανοὺς λιπών, ἡ μήτηρ τῶν παίδων αὐτοῦ μένουσα τρεφέτω· νεωτέρα δʼ ἂν δοκῇ τοῦ δέοντος εἶναι πρὸς τὸ ζῆν αὖ ὑγιαίνουσα ἄνανδρος, οἱ προσήκοντες πρὸς τὰς τῶν γάμων ἐπιμελουμένας γυναῖκας κοινούμενοι, τὸ δοκοῦν αὑτοῖς τε καὶ ἐκείναις περὶ τῶν τοιούτων ποιούντων, ἐὰν δὲ ἐνδεεῖς τέκνων ὦσιν, καὶ παίδων ἕνεκα, παίδων δὲ ἱκανότης ἀκριβὴς ἄρρην καὶ θήλεια ἔστω τῷ νόμῳ.
如果丈夫去世并留下了足够的子女,孩子的母亲应当留在那里抚养他们;但若她显得比重新健康生活所需的年龄更年轻而无夫,亲属应当与管理婚姻的妇女商议,并在这些事情上采取他们和她们都同意的行动;如果缺乏子女,也应为了孩子而结婚;法律上子女的“充足性”严格定义为一男一女。
ὅταν δὲ ὁμολογῆται μὲν τὸ γενόμενον εἶναι τῶν ποιουμένων ἔκγονον, δέηται δὲ κρίσεως τίνι τὸ γεννηθὲν ἕπεσθαι χρεών, δούλη μὲν ἐὰν συμμείξῃ δούλῳ ἢ ἐλευθέρῳ ἢ ἀπελευθέρῳ, πάντως τοῦ δεσπότου ἔστω τῆς δούλης τὸ γεννώμενον, ἐὰν δέ τις ἐλευθέρα δούλῳ συγγίγνηται, τοῦ δεσπότου ἔστω τὸ γιγνόμενον τοῦ δούλου· ἐὰν δʼ ἐξ αὑτοῦ δούλης ἢ ἐκ δούλου ἑαυτῆς, καὶ περιφανὲς τοῦτʼ ᾖ, τὸ μὲν τῆς γυναικὸς αἱ γυναῖκες εἰς ἄλλην χώραν ἐκπεμπόντων σὺν τῷ πατρί, τὸ δὲ τοῦ ἀνδρὸς οἱ νομοφύλακες σὺν τῇ γεννησάσῃ.
当双方都承认出生的孩子是其所生,但需要判断该孩子应当归属于谁时,如果女奴隶与男奴隶、自由人或释放奴隶结合,出生的孩子应当完全归女奴隶的主人所有;如果自由妇女与男奴隶结合,出生的孩子应当归男奴隶的主人所有;如果是主人与自己的女奴隶,或者是女主人与自己的男奴隶结合,且情况显而易见,女主人的孩子应当由妇女们与父亲一同送往其他土地,而主人的孩子应当由守法官们与生育的母亲一同送往其他土地。
γονέων δὲ ἀμελεῖν οὔτε θεὸς οὔτε ἄνθρωπος νοῦν ἔχων σύμβουλός ποτε γένοιτʼ ἂν οὐδεὶς οὐδενί· φρονῆσαι δὲ χρὴ περὶ θεῶν θεραπείας τοιόνδε προοίμιον ἂν γενόμενον εἰς τὰς τῶν γεννησάντων τιμάς τε καὶ ἀτιμίας ὀρθῶς συντεταγμένον·
对于忽视父母的行为,神明和任何有理智的人都绝不会向任何人提出建议;关于神明的敬拜,应当思考以下前言,它作为对父母荣辱的规定,是正确编排的: