§11.927ΑΘ. εἴς τινα γὰρ οὖν μοι καιρὸν φαινόμεθα τοὺς ἔμπροσθεν λόγους διεξελθεῖν, ὡς ἄρα αἱ τῶν τελευτησάντων ψυχαὶ δύναμιν ἔχουσίν τινα τελευτήσασαι, ᾗ τῶν κατʼ ἀνθρώπους πραγμάτων ἐπιμελοῦνται·
雅典来客:事实上,我们似乎在非常合适的时机讨论完了我们之前的论述,即死者的灵魂在死后拥有某种力量,并借此关照人类的事务。
ταῦτα δὲ ἀληθεῖς μέν, μακροὶ δʼ εἰσὶν περιέχοντες λόγοι, πιστεύειν δὲ ταῖς ἄλλαις φήμαις χρεὼν περὶ τὰ τοιαῦτα, οὕτω πολλαῖσιν καὶ σφόδρα παλαιαῖς οὔσαις, πιστεύειν δʼ αὖ καὶ τοῖς νομοθετοῦσιν ταῦθʼ οὕτως ἔχειν, ἄνπερ μὴ παντάπασιν ἄφρονες φαίνωνται.
这些虽是真理,但却是包含诸多内容的冗长论述。 然而,关于此类事情,我们应当相信那些数量众多且极其古老的其他传承,并且也应当相信那些立法规定这些事情确是如此的立法者们,除非他们显得完全愚蠢。
ταύτῃ δὲ εἰ ταῦτʼ ἐστὶν κατὰ φύσιν, πρῶτον μὲν τοὺς ἄνω θεοὺς φοβείσθων, οἳ τῶν ὀρφανῶν τῆς ἐρημίας αἰσθήσεις ἔχουσιν, εἶτα τὰς τῶν κεκμηκότων ψυχάς, αἷς ἐστιν ἐν τῇ φύσει τῶν αὑτῶν ἐκγόνων κήδεσθαι διαφερόντως καὶ τιμῶσίν τε αὐτοὺς εὐμενεῖς εἶναι καὶ ἀτιμάζουσιν δυσμενεῖς, ἔτι δὲ τὰς τῶν ζώντων μέν, ἐν γήρᾳ δὲ ὄντων καὶ ἐν μεγίσταις τιμαῖς—ὅπουπερ πόλις εὐνομοῦσα εὐδαιμονεῖ, τούτους οἱ παῖδες παίδων φιλοστοργοῦντες ζῶσι μεθʼ ἡδονῆς·
如果这些事情确实是合乎自然的,那么首先,应当敬畏地上的神明,因为他们能察觉孤儿的孤独;其次,应当敬畏已故之人的灵魂,因为他们的本性是特别关照自己的后代,并对敬重他们的人怀有善意,对轻视他们的人怀有敌意。 此外,还应当敬畏那些虽然在世但已处于晚年并享有极高荣誉之人的灵魂——在治理良好的城邦幸福繁荣的地方,子孙们满怀深情地爱戴着这些老人,并幸福地生活着。
καὶ τὰ περὶ ταῦτα ὀξὺ μὲν ἀκούουσιν βλέπουσίν τε ὀξύ, τοῖς τε περὶ αὐτὰ δικαίοις εὐμενεῖς εἰσιν, νεμεσῶσίν τε μάλιστα αὖ τοῖς εἰς ὀρφανὰ καὶ ἔρημα ὑβρίζουσιν, παρακαταθήκην εἶναι μεγίστην ἡγούμενοι καὶ ἱερωτάτην—οἷς ἐπίτροπον καὶ ἄρχοντα πᾶσι δεῖ τὸν νοῦν, ᾧ καὶ βραχὺς ἐνείη, προσέχοντα, καὶ εὐλαβούμενον περὶ τροφήν τε καὶ παιδείαν ὀρφανῶν, ὡς ἔρανον εἰσφέροντα ἑαυτῷ τε καὶ τοῖς αὑτοῦ, κατὰ δύναμιν πάντως πᾶσαν εὐεργετεῖν.
关于这些事情,他们听得明白,看得真切,并且对于涉及这些事情的公正行为怀有善意,而对那些侮辱孤儿和无依无靠者的人则最为愤怒,因为他们认为这是最伟大、最神圣的寄托——对于这些,所有的监护人和管理者,只要拥有一丝理智,就必须予以关注,并对孤儿的抚养和教育保持谨慎,就像为自己和自己的家人缴纳无尽会一样,尽一切可能造福他们。
ὁ μὲν δὴ πεισθεὶς τῷ πρὸ τοῦ νόμου μύθῳ καὶ μηδὲν εἰς ὀρφανὸν ὑβρίσας οὐκ εἴσεται ἐναργῶς τὴν περὶ τὰ τοιαῦτα ὀργὴν νομοθέτου, ὁ δὲ ἀπειθὴς καί τινα πατρὸς ἢ μητρὸς ἔρημον ἀδικῶν διπλῆν τινέτω πᾶσαν τὴν βλάβην ἢ περὶ τὸν ἀμφιθαλῆ γενόμενος κακός.
凡是被法律之前的神话所说服,并且没有对孤儿施加任何侮辱的人,将不会切实体验到立法者对此类事情的愤怒;但若是不服从命令,且侵害失去父母的孤儿的人,则应当为所有的损害支付两倍的赔偿,这要比侵害父母双全者时所受的惩罚更重。
τὴν δὲ ἄλλην νομοθεσίαν ἐπιτρόποισίν τε περὶ ὀρφανοὺς ἄρχουσίν τε περὶ τὴν ἐπιμέλειαν τῶν ἐπιτρόπων, εἰ μὲν μὴ παράδειγμά τε τροφῆς παίδων ἐλευθέρων ἐκέκτηντο αὐτοὶ τρέφοντες τοὺς αὑτῶν καὶ τῶν οἰκείων χρημάτων ἐπιμελούμενοι, ἔτι δὲ νόμους περὶ αὐτῶν τούτων μετρίως διειρημένους εἶχον, εἶχέν τινα λόγον ἂν ἐπιτροπικούς τινας νόμους, ὡς ὄντας ἰδίᾳ διαφέροντας πολύ, τιθέναι, ποικίλλοντας ἐπιτηδεύμασιν ἰδίοις τὸν τῶν ὀρφανῶν βίον παρὰ τὸν τῶν μή· νῦν δὲ εἰς μὲν τὰ τοιαῦτα σύμπαντα οὐ πολὺ διαφέρον ἡ παρʼ ἡμῖν ὀρφανία κέκτηται τῆς πατρονομικῆς, τιμαῖς δὲ καὶ ἀτιμίαις ἅμα καὶ ἐπιμελείαισιν οὐδαμῶς ἐξισοῦσθαι φιλεῖ.
至于对监护人关于孤儿的其他立法,以及对管理者关于监督监护人的立法,如果他们自己在抚养自己的子女和管理自己的财产时,没有掌握抚养自由人子女的榜样,而且对于这些事情本身也没有温和明确的法律规定,那么制定一些关于监护的法律,作为在私人层面上大不相同的内容,以独特的习惯使孤儿的生活有别于非孤儿的生活,确实有一定道理;但现在,对于所有这些事情,我们城邦的孤儿状况与继承父辈遗产者的状况并无太大差别,但在荣誉、耻辱以及同时所受到的照料上,却绝不能同等对待。
§11.928ΑΘ. διὸ δὴ περὶ τοῦτο αὐτὸ τὴν ὀρφανῶν πέρι νομοθεσίαν παραμυθούμενός τε καὶ ἀπειλῶν ὁ νόμος ἐσπούδακεν.
雅典来客:因此,法律在关于孤儿的立法上非常用心,既予以安慰,又予以威胁。
ἔτι δʼ ἀπειλή τις ἂν τοιάδε εἴη μάλα ἔγκαιρος· ὃς ἂν θῆλυν εἴτε ἄρρενα ἐπιτροπεύῃ, καὶ ὃς ἂν ἐπιτρόπου φύλαξ τῶν νομοφυλάκων καταστὰς ἐπιμελῆται, μὴ χεῖρον ἀγαπάτω τῶν αὑτοῦ τέκνων τὸν τῆς ὀρφανικῆς μετειληφότα τύχης, μηδὲ τῶν οἰκείων τῶν τοῦ τρεφομένου χεῖρον χρημάτων ἐπιμελείσθω, βέλτιον δὲ ἢ τῶν αὑτοῦ κατὰ προθυμίαν.
此外,以下这样的威胁将会是非常及时的:无论是谁,在监护女孩或男孩时,以及守法官中作为监护人的监护者被任命并进行照料时,对承受孤儿命运者的关爱不得少于对自己子女的关爱,对被抚养者财产的照料也不得差于对自身财产的照料,应当带着热忱照料得比自己的财产更好。
ἕνα δὲ τοῦτον νόμον ἔχων ὀρφανῶν πέρι πᾶς ἐπιτροπευέτω· ἐὰν δὲ ἄλλως τις περὶ τὰ τοιαῦτα πράττῃ παρὰ τὸν νόμον τόνδε, ὁ μὲν ἄρχων ζημιούτω τὸν ἐπίτροπον, ὁ δὲ ἐπίτροπος τὸν ἄρχοντα εἰς τὸ τῶν ἐκκρίτων δικαστήριον εἰσάγων ζημιούτω τῷ δόξαντι τιμήματι τῷ δικαστηρίῳ διπλῇ.
所有人应当以此唯一一条关于孤儿的法律进行监护;若有人在此类事情中违反此法律行事,则管理者应当处罚监护人,而监护人应当将管理者带到选拔法官组成的法庭上进行诉讼,以法庭批准的估定额的两倍予以处罚。
ἐὰν δʼ ἐπίτροπος ἀμελεῖν ἢ κακουργεῖν δοκῇ τοῖς οἰκείοις ἢ καὶ τῶν ἄλλων τινὶ πολιτῶν, εἰς ταὐτὸν ἀγέτω δικαστήριον· ὅτι δʼ ἂν ὄφλῃ, τετραπλασίαν μὲν τούτου τίνειν, γιγνέσθω δὲ τὸ μὲν ἥμισυ τοῦ παιδός, τὸ δʼ ἥμισυ τοῦ καταδικασαμένου τὴν δίκην.
如果监护人被认为对亲属或任何其他市民有懈怠或作恶的行为,则应当将其带到同一法庭;凡被判有罪者,应当支付该金额的四倍作为罚金,其中一半归孩子所有,另一半归赢得诉讼的控告人所有。
ἅμα δʼ ἂν ἡβήσῃ τις τῶν ὀρφανῶν, ἐὰν ἡγῆται κακῶς ἐπιτροπευθῆναι, μέχρι πέντε ἐτῶν ἐξηκούσης τῆς ἐπιτροπῆς ἔστω δίκην λαχεῖν ἐπιτροπίας· ἐὰν δέ τις ὄφλῃ τῶν ἐπιτρόπων, τιμᾶν τὸ δικαστήριον ὅτι χρὴ παθεῖν ἢ ἀποτίνειν, ἐὰν δὲ δὴ τῶν ἀρχόντων, ἀμελείᾳ μὲν δόξας κακῶσαι τὸν ὀρφανόν, ὅτι χρὴ τίνειν αὐτὸν τῷ παιδί, τιμάτω τὸ δικαστήριον, ἐὰν δὲ ἀδικίᾳ, πρὸς τῷ τιμήματι, τῆς ἀρχῆς τῶν νομοφυλάκων ἀφιστάσθω, τὸ δὲ κοινὸν τῆς πόλεως ἕτερον νομοφύλακα ἀντὶ τούτου καθιστάτω τῇ χώρᾳ καὶ τῇ πόλει.
同时,孤儿中一旦有人成年,如果认为自己受到了不良监护,在监护期满后的五年内,应当允许提起关于监护的诉讼;如果监护人中有被判有罪者,法庭应当评估其应当承受的惩罚或赔偿;如果管理者被判因懈怠而伤害了孤儿,法庭应当评估其应当赔偿给孩子的金额;但如果是因不义而伤害,则除赔偿外,应当免除其守法官的职务,城邦的共同体应当在当地和城邦中另立他人代替其担任守法官。
διαφοραὶ πατέρων τε πρὸς αὑτῶν παῖδας γίγνονται καὶ παίδων πρὸς γεννητὰς μείζους ἢ χρεών, ἐν αἷς οἵ τε πατέρες ἡγοῖντʼ ἂν δεῖν τὸν νομοθέτην νομοθετεῖν ἐξεῖναί σφισιν, ἐὰν βούλωνται, τὸν ὑὸν ὑπὸ κήρυκος ἐναντίον ἁπάντων ἀπειπεῖν ὑὸν κατὰ νόμον μηκέτʼ εἶναι, ὑεῖς τʼ αὖ σφίσι πατέρας ὑπὸ νόσων ἢ γήρως διατιθεμένους αἰσχρῶς ἐξεῖναι παρανοίας γράφεσθαι·
父亲与自己的子女之间,以及子女与亲生父母之间,有时会产生超出限度的不和。 在这些不和中,父亲们可能认为立法者应当立法允许他们,在他们愿意的时候,通过传令官在所有人面前宣告其儿子在法律上不再是其儿子;而儿子们也可能认为,应当允许他们对因疾病或年老而做出丑恶行为的父亲提起精神错乱的诉讼。
ταῦτα δὲ ὄντως ἐν παγκάκων ἤθεσιν ἀνθρώπων γίγνεσθαι φιλεῖ, ἐπεὶ ἡμίσεών γε ὄντων τῶν κακῶν, οἷον μὴ κακοῦ μὲν πατρός, ὑέος δέ, ἢ τοὐναντίον, οὐ γίγνονται συμφοραὶ τηλικαύτης ἔχθρας ἔκγονοι.
这些事情实际上往往发生在性格极坏的人类当中。 因为在恶只占一半的情况下,例如父亲不坏而儿子坏,或反之,则不会产生由如此深重的仇恨所带来的不幸。