§11.922ΑΘ. ἐὰν δὲ προαμειψάμενος ἔργον τι τῶν κατὰ πόλεμον καλῶν ἔργων μὴ ἀποδιδῷ, μέμψεται.
意译:雅典来客:但是,如果[城邦]预先接受了战争中的某项美好工作(功绩)却不给予[报酬],它将受到谴责。
νόμος οὖν οὗτος ἐπαίνῳ περὶ τούτων ἡμῖν μεμειγμένος κείσθω, συμβουλευτικός, οὐ βιαστικός, τῷ πλήθει τῶν πολιτῶν, τιμᾶν τοὺς ἀγαθοὺς ἄνδρας, ὅσοι σωτῆρες τῆς πόλεώς εἰσι συμπάσης εἴτε ἀνδρείαις εἴτε πολεμικαῖς μηχαναῖς, δευτέρους· πρώτοις γὰρ τὸ μέγιστον γέρας δεδόσθω τοῖς τὰ τῶν ἀγαθῶν νομοθετῶν γράμματα τιμᾶν διαφερόντως δυνηθεῖσιν.
因此,针对广大市民,应当制订一条混合着对这些事迹的赞美的法律,它是劝告性的而非强制性的:对于那些无论是凭借勇气还是军事谋略而成为整个城邦救星的优秀人们,应给予他们第二等的尊荣;因为第一等的最大奖赏,应当给予那些能够特别尊重优秀立法者之著作的人。
τὰ μὲν δὴ μέγιστα τῶν συμβολαίων, ὅσα πρὸς ἀλλήλους ἄνθρωποι συμβάλλουσιν, πλήν γε ὀρφανικῶν καὶ τῆς τῶν ἐπιτρόπων ἐπιμελείας τῶν ὀρφανῶν, σχεδὸν ἡμῖν διατέτακται· ταῦτα δὲ δὴ μετὰ τὰ νῦν εἰρημένα ἀναγκαῖον ἁμῶς γέ πως τάξασθαι.
在人们彼此订立的契约中,除了孤儿的事宜以及监护人对孤儿的照顾之外,最大的那些契约基本上已经由我们规定好了;而在现在所说的事情之后,无论如何都必须对这些事情进行某种规定。
τούτων δὲ ἀρχαὶ πάντων αἵ τε τῶν τελευτᾶν μελλόντων ἐπιθυμίαι τῆς διαθέσεως αἵ τε τῶν μηδὲν τὸ παράπαν διαθεμένων τύχαι·
而所有这些事情的起点,既包括临终者对财产处分的意愿,也包括那些根本没有留下任何遗嘱(处分)便去世之人的命运。
ἀναγκαῖον δὲ εἶπον, ὦ Κλεινία, βλέψας αὐτῶν πέρι πρός τε τὸ δύσκολον καὶ χαλεπόν.
克莱尼亚斯啊,我之所以说“必须”,是因为我看到了这些事情的棘手和困难。
οὐδὲ γὰρ ἄτακτον δυνατόν ἐστʼ αὐτὸ ἐᾶν·
因为放任其无序发展是不可能的。
πολλὰ γὰρ ἕκαστοι καὶ διάφορα ἀλλήλων καὶ ἐναντία τιθεῖντʼ ἂν τοῖς τε νόμοις καὶ τοῖς τῶν ζώντων ἤθεσιν καὶ τοῖς αὑτῶν τοῖς ἔμπροσθεν πρὶν διατίθεσθαι μέλλειν, εἴ τις ἐξουσίαν δώσει ἁπλῶς οὕτως κυρίαν εἶναι διαθήκην ἣν ἄν τις διαθῆται ὁπωσοῦν ἔχων πρὸς τῷ τοῦ βίου τέλει.
如果有人给予这样的权力,使得任何人在生命终点以任何状态订立的遗嘱都无条件地具有法律效力,那么每个人都会做出许多彼此迥异、且与法律、生者的习俗以及他们在准备订立遗嘱前的自我意愿相违背的规定。
ἀνοήτως γὰρ δὴ καὶ διατεθρυμμένως τινὰ τρόπον ἔχομεν οἱ πλεῖστοι, ὅταν ἤδη μέλλειν ἡγώμεθα τελευτᾶν.
因为我们大多数人在认为自己即将面临死亡时,确实会变得愚蠢,并在某种程度上变得任性。
ΚΛ. πῶς τοῦτο, ὦ ξένε, λέγεις;
克莱尼亚斯:外邦人啊,你这话是什么意思?
ΑΘ. χαλεπόν ἐστʼ, ὦ Κλεινία, μέλλων ἄνθρωπος τελευτήσειν, καὶ μεστὸν λόγου τοῖς νομοθέταις εὖ μάλα φοβεροῦ καὶ δυσχεροῦς.
雅典来客:克莱尼亚斯啊,面临死亡的人是棘手的,对于立法者来说,他们充满了非常可怕和难以应付的话语。
ΚΛ. πῇ;
克莱尼亚斯:在什么方面呢?
ΑΘ. ζητῶν εἶναι κύριος ἁπάντων, εἴωθε μετʼ ὀργῆς λέγειν.
雅典来客:他们企图主宰一切,往往带着怒气说话。
ΚΛ. ποῖα δή;
克莱尼亚斯:具体是什么话呢?
ΑΘ. δεινόν γε, ὦ θεοί, φησίν, εἰ τὰ ἐμὰ ἐμοὶ μηδαμῶς ἐξέσται δοῦναί τε ὅτῳ ἂν ἐθέλω καὶ μή, καὶ τῷ μὲν πλείω, τῷ δʼ ἐλάττονα, τῶν ὁπόσοι περὶ ἐμὲ φαῦλοι καὶ ὅσοι ἀγαθοὶ γεγόνασιν φανερῶς, βασανισθέντες ἱκανῶς ἐν νόσοις, οἱ δʼ ἐν γήρᾳ καὶ ἄλλαις παντοίαισι τύχαις.
雅典来客:他说:“诸神啊,真是可怕! 我的财产竟然完全不能由我决定,给我想要给的人,不给我不想要给的人? 对于那些在我的疾病中、老龄中以及其他各种境遇中经受了充分考验、并在我身边显露出善恶的人,我难道不能给这人多一些,给那人少一些吗?
ΚΛ. οὐκοῦν, ὦ ξένε, καλῶς δοκοῦσίν σοι λέγειν;
” 克莱尼亚斯:那么,外邦人啊,你难道不觉得他们说得很有道理吗?
ΑΘ. μαλθακοὶ ἔμοιγʼ, ὦ Κλεινία, δοκοῦσιν οἱ πάλαι νομοθετοῦντες γεγονέναι καὶ ἐπὶ σμικρὸν τῶν ἀνθρωπίνων πραγμάτων βλέποντές τε καὶ διανοούμενοι νομοθετεῖν.
雅典来客:克莱尼亚斯啊,在我看来,过去的立法者们实在太软弱了,他们在立法时,只是看着并考虑着人类事务中极小的一部分。
ΚΛ. πῶς λέγεις;
克莱尼亚斯:你这话怎么讲?
§11.923ΑΘ. τὸν λόγον τοῦτον, ὠγαθέ, φοβούμενοι, τὸν νόμον ἐτίθεσαν τὸν ἐξεῖναι τὰ ἑαυτοῦ διατίθεσθαι ἁπλῶς ὅπως ἄν τις ἐθέλῃ τὸ παράπαν, ἐγὼ δὲ καὶ σὺ τοῖς ἐν τῇ σῇ πόλει μέλλουσι τελευτᾶν ἀποκρινούμεθα ἐμμελέστερόν πως.
雅典来客:我的好朋友,他们正是害怕这种怨言,才制定了允许人们完全按照自己的意愿简单地处分自己财产的法律。 但是,你和我对于在你们城邦中即将临终的人们,将给予一个更加妥当的回答。
ὦ φίλοι, φήσομεν, καὶ ἀτεχνῶς ἐφήμεροι, χαλεπὸν ὑμῖν ἐστιν γιγνώσκειν τὰ ὑμέτερʼ αὐτῶν χρήματα καὶ πρός γε ὑμᾶς αὐτούς, ὥσπερ καὶ τὸ τῆς Πυθίας γράμμα φράζει, τὰ νῦν.
“朋友们,”我们会说,“以及简直是朝生暮死的脆弱人们,正如那祭司的铭文所言,在目前这个时刻,要让你们了解你们自己的财产,甚至了解你们自己,都是困难的。
ἔγωγʼ οὖν νομοθέτης ὢν οὔθʼ ὑμᾶς ὑμῶν αὐτῶν εἶναι τίθημι οὔτε τὴν οὐσίαν ταύτην, σύμπαντος δὲ τοῦ γένους ὑμῶν τοῦ τε ἔμπροσθεν καὶ τοῦ ἔπειτα ἐσομένου, καὶ ἔτι μᾶλλον τῆς πόλεως εἶναι τό τε γένος πᾶν καὶ τὴν οὐσίαν·
因此,作为立法者,我认为你们自己不属于你们自己,这份财产也不属于你们,你们的整个家族(包括过去和未来的成员)乃至整个城邦,才是这个家族和财产的真正归属。
καὶ οὕτω τούτων ἐχόντων, οὐκ, ἐάν τις ὑμᾶς θωπείαις ὑποδραμὼν ἐν νόσοις ἢ γήρᾳ σαλεύοντας παρὰ τὸ βέλτιστον διατίθεσθαι πείθῃ, συγχωρήσομαι ἑκών, ὅτι δὲ τῇ πόλει τε ἄριστον πάσῃ καὶ γένει, πρὸς πᾶν τοῦτο βλέπων νομοθετήσω, τὸ ἑνὸς ἑκάστου κατατιθεὶς ἐν μοίραις ἐλάττοσι δικαίως.
情况既是如此,如果有人在你们因疾病或衰老而动摇时,用谄媚之词讨好你们,说服你们做出违背最佳利益的处分,我绝不会轻易让步。 相反,我将着眼于对整个城邦和家族最有利的事情来进行立法,并在公平的前提下,将每个人的利益置于次要地位(较小的份额中)。
ὑμεῖς δὲ ἡμῖν ἵλεῴ τε καὶ εὐμενεῖς ὄντες πορεύοισθε ᾗπερ κατὰ φύσιν νῦν πορεύεσθε τὴν ἀνθρωπίνην·
至于你们,请带着对我们的理解与宽容,走向你们顺应人类天性现在该走的路。
ἡμῖν δὲ περὶ τῶν ἄλλων τῶν ὑμετέρων μελήσει, κηδομένοις ὅτι μάλιστα εἰς δύναμιν, οὐ τῶν μέν, τῶν δὲ οὔ. ταῦτα μὲν οὖν παραμύθιά τε καὶ προοίμια τῶν τε ζώντων, ὦ Κλεινία, καὶ τῶν τελευτώντων ἔστω, νόμος δὲ ὅδε·
而我们将会尽最大努力去关照你们留下的事务,并且绝不会厚此薄彼。
ὃς ἂν διαθήκην γράφῃ τὰ αὑτοῦ διατιθέμενος, παίδων ὢν πατήρ, πρῶτον μὲν τῶν ὑέων κληρονόμον ὃν ἂν ἀξιώσῃ γίγνεσθαι γραφέτω, τῶν δὲ ἄλλων παίδων, ὃν ἂν μὲν ἑτέρῳ ποιεῖσθαι διδῷ δεχομένῳ, γραφέσθω τοῦτο αὐτό· ἐὰν δὲ περιγίγνηταί τις τῶν ὑέων αὐτῷ μὴ ἐπί τινι κλήρῳ πεποιημένος, ὃν κατὰ νόμον ἐλπὶς εἰς ἀποικίαν ἐκπεμφθήσεσθαι, τούτῳ τῶν ἄλλων χρημάτων ἐξέστω τῷ πατρὶ διδόναι ὅσα ἂν ἐθέλῃ, πλὴν τοῦ πατρῴου κλήρου καὶ τῆς περὶ τὸν κλῆρον κατασκευῆς πάσης, καὶ ἐὰν πλείους ὦσιν, πρὸς μέρος ὁ πατὴρ ὅπῃ ἂν ἐθέλῃ νεμέτω τὰ περιόντα τοῦ κλήρου.
” 克莱尼亚斯啊,这些就作为对生者和临终之人的劝慰与前言吧,而法律规定如下:凡是订立遗嘱处分自己财产的人,如果是子女的父亲,首先应当在儿子中写下他认为配得上继承的那个作为继承人;而对于其他孩子,如果他把其中任何一个给他人收养,且对方接受,应当就此进行登记;但是,如果有任何儿子剩下、未被收养去继承别处的土地,且依法有望被送往殖民地,父亲可以从其他财产中拨给他任何想要的数额,但祖传的份地以及份地上所有的配套设施除外;如果有多个这样的儿子,父亲应根据比例,按他喜欢的方式分配除去份地之外的剩余财产。
ὅτῳ δʼ ἂν τῶν ὑέων ὑπάρχων οἶκος ᾖ, μὴ νέμειν τούτῳ τῶν χρημάτων, θυγατρί τε ὡσαύτως, ᾗ μὲν ἂν ἐγγεγυημένος ὡς ἀνὴρ ἐσόμενος ᾖ, μὴ νέμειν, ᾗ δʼ ἂν μή, νέμειν· ἐὰν δέ τῳ τῶν ὑέων ἢ καὶ τῶν θυγατέρων φανῇ κλῆρος ἐπιχώριος τῆς διαθήκης γενόμενος ὕστερον, τῷ κληρονόμῳ τοῦ τὴν διαθήκην διαθεμένου καταλειπέτω.
如果儿子中有人已经有了自己的家室,就不应分给他这些财产;女儿也是如此,已经有了未婚夫的,不分给财产,还没有未婚夫的,可以分给财产;如果在订立遗嘱之后,有任何儿子或女儿获得了本地的份地,那部分财产应留给立遗嘱人的继承人。
ἐὰν δὲ ἄρρενας μὲν μὴ λείπῃ, θηλείας δέ, ὁ διατιθέμενος, ἄνδρα μὲν τῶν θυγατέρων ᾗτινι ἂν ἐθέλῃ, ὑὸν δὲ αὑτῷ καταλειπέτω, γράψας κληρονόμον·
如果立遗嘱的人没有留下儿子而只留下了女儿,他可以为其中任何一个女儿指定丈夫,并将其立为自己的养子和继承人;