Humanitext Reader

柏拉图 · 法律篇 §11.920-11.921

零售业监管与手工业者契约规范

第 161 段,共 186 段 · 希腊语

内容简介

雅典人讨论了限制参与零售业及对非法从业者的惩罚、守护官对零售业的监督、未履行契约的司法程序、禁止手工业者在技术中进行欺骗,以及发包者正当支付酬金的义务。

§11.920ΑΘ. ὃς δʼ ἂν καπηλείας τῆς ἀνελευθέρου τέχνῃ τινὶ μετάσχῃ, γραφέσθω μὲν αὐτὸν γένους αἰσχύνης ὁ βουλόμενος πρὸς τοὺς ἀρετῇ πρώτους κεκριμένους, ἐὰν δὲ δόξῃ ἀναξίῳ ἐπιτηδεύματι καταρρυπαίνειν τὴν αὑτοῦ πατρῴαν ἑστίαν, δεθεὶς ἐνιαυτὸν ἀποσχέσθω τοῦ τοιούτου, καὶ ἐὰν αὖθις, ἔτη δύο, καὶ ἐφʼ ἑκάστης ἁλώσεως τοὺς δεσμοὺς μὴ παυέσθω διπλασιάζων τὸν ἔμπροσθεν χρόνον.
意译:但是,如果有人通过某种手段参与卑贱的零售业,任何愿意的人都可以在被判定为美德第一的人们面前,以危害其家族声誉的罪名起诉他;如果他被判定用不体面的职业玷污了自己祖先的炉灶,就应当将他拘留一年,并让他戒除这种行为;如果他再次违犯,则拘留两年,并且每次被捕时,他被拘留的期限都必须在上次的基础上翻倍,不得停止。
δεύτερος μὴν νόμος· Μέτοικον εἶναι χρεὼν ἢ ξένον, ὃς ἂν μέλλῃ καπηλεύσειν·
第二条法律:准备从事零售业的人,必须是寄居者(梅托伊科斯)或外邦人(克塞诺斯)。
τὸ δὲ τρίτον καὶ τρίτος· ὅπως ὡς ἄριστος ἢ καὶ κακὸς ὡς ἥκιστα ὁ τοιοῦτος ἡμῖν ᾖ σύνοικος ἐν τῇ πόλει, τοὺς νομοφύλακας χρὴ νοῆσαι φύλακας εἶναι μὴ μόνον ἐκείνων οὓς φυλάττειν ῥᾴδιον μὴ παρανόμους καὶ κακοὺς γίγνεσθαι, ὅσοι γενέσει καὶ τροφαῖς εὖ πεπαίδευνται, τοὺς δὲ μὴ τοιούτους ἐπιτηδεύματά τε ἐπιτηδεύοντας ἃ ῥοπὴν ἔχει τινὰ ἰσχυρὰν πρὸς τὸ προτρέπειν κακοὺς γίγνεσθαι, φυλακτέον μᾶλλον.
第三条法律以及第三项规定:为了让这样的人成为城邦中对我们而言最好或最不坏的共同居住者,守护官们必须明白,他们不仅要守护那些由于出身 and 教育而受到良好培养、因而容易守护其不至于变得违法和邪恶的人,而是更要守护那些不属于此类人、且从事极易促使他们变得邪恶的职业的人。
ταύτῃ δὴ τὰ περὶ τὴν καπηλείαν πολλὴν οὖσαν καὶ πολλὰ ἐπιτηδεύματα τοιαῦτα κεκτημένην, ὅσαπερ ἂν αὐτῶν λειφθῇ δόξαντα ἐκ πολλῆς ἀνάγκης ἐν τῇ πόλει δεῖν εἶναι, συνελθεῖν αὖ χρεὼν περὶ ταῦτα τοὺς νομοφύλακας μετὰ τῶν ἐμπείρων ἑκάστης καπηλείας, καθάπερ ἔμπροσθεν ἐπετάξαμεν τῆς κιβδηλείας πέρι, συγγενοῦς τούτῳ πράγματος, συνελθόντας δὲ ἰδεῖν λῆμμά τε καὶ ἀνάλωμα τί ποτε τῷ καπήλῳ κέρδος ποιεῖ τὸ μέτριον, γράψαντας δὲ θεῖναι τὸ γιγνόμενον ἀνάλωμα καὶ λῆμμα καὶ φυλάττειν, τὰ μὲν ἀγορανόμους, τὰ δὲ ἀστυνόμους, τὰ δὲ ἀγρονόμους·
因此,对于规模庞大且包含许多此类职业的零售业,其中因城邦极大的需要而被判定必须保留下来的所有部分,守护官们必须与各零售业的经验者一起,再次就这些事情举行会合,正如我们此前对于伪造行为(与此相近的事物)所命令的那样;在会合后,他们必须研究什么样的收入和支出能为零售商带来适度的利润,并在写下所产生的支出和收入后予以公布和监督,有些由市场监督官监督,有些由城市监督官监督,有些由农地监督官监督。
καὶ σχεδὸν οὕτως ἂν καπηλεία τὰ μὲν ὠφελοῖ ἑκάστους, σμικρότατα δὲ ἂν βλάπτοι τοὺς ἐν ταῖς πόλεσι χρωμένους.
这样一来,零售业几乎在各方面都会使每个人受益,而对在城邦中使用它的人们的伤害降到最低。
ὅσα τις ἂν ὁμολογῶν συνθέσθαι μὴ ποιῇ κατὰ τὰς ὁμολογίας, πλὴν ὧν ἂν νόμοι ἀπείργωσιν ἢ ψήφισμα, ἤ τινος ὑπὸ ἀδίκου βιασθεὶς ἀνάγκης ὁμολογήσῃ, καὶ ἐὰν ἀπὸ τύχης ἀπροσδοκήτου τις ἄκων κωλυθῇ, δίκας εἶναι τῶν ἄλλων ἀτελοῦς ὁμολογίας ἐν ταῖς φυλετικαῖσιν δίκαις, ἐὰν ἐν διαιτηταῖς ἢ γείτοσιν ἔμπροσθεν μὴ δύνωνται διαλλάττεσθαι.
凡是有人同意订立契约却不按照契约履行的——除非是法律或法令禁止履行的,或者是由于不义的强迫而被迫同意的,以及由于意外的命运而违背本意被阻碍的——对于其他未履行的契约诉讼,如果在仲裁人或邻里面前不能事先达成和解,应当在部族法院中进行审理。
Ἡφαίστου καὶ Ἀθηνᾶς ἱερὸν τὸ τῶν δημιουργῶν γένος, οἳ τὸν βίον ἡμῖν συγκατεσκευάκασιν τέχναις, Ἄρεως δʼ αὖ καὶ Ἀθηνᾶς οἱ τὰ τῶν δημιουργῶν σῴζοντες τέχναισιν ἑτέραις ἀμυντηρίοις ἔργα· δικαίως δὲ καὶ τὸ τούτων γένος ἱερόν ἐστι τούτων τῶν θεῶν.
手工业者的阶层是奉献给赫菲斯托斯和雅典娜的圣洁阶层,他们通过技术为我们共同建设了生活;而另一方面,那些通过其他防御性技术来保护手工业者成果的人,则是奉献给阿瑞斯和雅典娜的;这些人的阶层也理所当然地属于这些神明。
οὗτοι δὴ πάντες χώραν καὶ δῆμον θεραπεύοντες διατελοῦσιν, οἱ μὲν ἄρχοντες τῶν κατὰ πόλεμον ἀγώνων, οἱ δὲ ὀργάνων τε καὶ ἔργων ἀποτελοῦντες γένεσιν ἔμμισθον·
所有这些人都在不断地服务于国土和民众,有的领导关于战争的竞赛,有的则通过赚取酬金来完成工具和工程的生产。
§11.921ΑΘ. οἷς δὴ περὶ τὰ τοιαῦτα οὐ πρέπον ἂν εἴη ψεύδεσθαι, θεοὺς προγόνους αὑτῶν αἰδουμένους.
意译:对于他们来说,在这些事情上撒谎是不妥当的,因为他们应当敬畏作为他们祖先的神明。
ἂν δή τις δημιουργῶν εἰς χρόνον εἰρημένον ἔργον μὴ ἀποτελέσῃ διὰ κάκην, μηδὲν τὸν βιοδότην θεὸν ἐπαιδεσθείς, ἡγούμενος ὡς οἰκεῖον συγγνώμονα εἶναι θεόν, οὐδὲν τῷ νῷ βλέπων, πρῶτον μὲν δίκην τῷ θεῷ ὑφέξει, δεύτερον δὲ ἑπόμενος αὐτῷ νόμος κείσθω· τὴν τιμὴν τῶν ἔργων ὀφειλέτω ὧν ἂν τὸν ἐκδόντα ψεύσηται καὶ πάλιν ἐξ ἀρχῆς ἐν τῷ ῥηθέντι χρόνῳ προῖκα ἐξεργαζέσθω.
如果手工业者中的某人因怠慢而未在规定时间内完成工作,丝丝毫不敬畏赋予生命的生命之神,以为神是自己的同族且会宽恕自己,心中不加思索地行事,那么首先他要向神承担神罚,其次,作为其后续的法律应当如此规定:他必须向被他欺骗的发包者偿还工程的价款,并且必须在规定的时间内重新免费完成该项工作。
καὶ ἀναιρουμένῳ δʼ ἔργον συμβουλευτὴς νόμος, ἅπερ τῷ πωλοῦντι συνεβούλευεν, μὴ πλέονος τιμᾶν διαπειρώμενον ἀλλʼ ὡς ἁπλούστατα τῆς ἀξίας, ταὐτὸν δὴ προστάττει καὶ τῷ ἀναιρουμένῳ—γιγνώσκει γὰρ ὅ γε δημιουργὸς τὴν ἀξίαν —ἐν ἐλευθέρων οὖν πόλεσιν οὐ δή ποτε χρὴ τέχνῃ, σαφεῖ τε καὶ ἀψευδεῖ φύσει πράγματι, διαπειρᾶσθαι τῶν ἰδιωτῶν τεχνάζοντα αὐτὸν τὸν δημιουργόν, δίκας δὲ εἶναι τούτων τῷ ἀδικουμένῳ πρὸς τὸν ἀδικοῦντα.
而针对承接工程者的劝告性法律,与它劝告销售者不要试图抬高价格而是极其简单地按照价值定价是完全相同的,它同样也命令承接工程者——因为手工业者知道其价值——因此,在自由的城邦中,手工业者绝不能利用技术(这本是明晰且不欺骗的性质的事物)来谋划欺骗素人,对于这些事情的诉讼,应当由受害者向施害者提起。
ἐὰν δέ τις ἐκδοὺς αὖ δημιουργῷ μὴ ἀποδῷ τοὺς μισθοὺς ὀρθῶς κατὰ τὴν ἔννομον ὁμολογίαν γενομένην, Δία δὲ πολιοῦχον καὶ Ἀθηνᾶν κοινωνοὺς πολιτείας ἀτιμάζων, βραχὺ κέρδος ἀγαπῶν, λύῃ μεγάλας κοινωνίας, νόμος ὁ βοηθῶν ἔστω τῷ τῆς πόλεως συνδέσμῳ μετὰ θεῶν· ὃς γὰρ ἂν προαμειψάμενος ἔργον μισθοὺς μὴ ἀποδιδῷ ἐν χρόνοις τοῖς ὁμολογηθεῖσιν, διπλοῦν πραττέσθω· ἐὰν δὲ ἐνιαυτὸς ἐξέλθῃ, τῶν ἄλλων ἀτόκων ὄντων χρημάτων, ὁπόσα δανεισμῷ συμβάλλει τις, οὗτος τῇ δραχμῇ ἑκάστου μηνὸς ἐπωβελίαν κατατιθέτω, δίκας δὲ εἶναι τούτων ἐν τοῖς κατὰ φυλὰς δικαστηρίοις.
另一方面,如果有人发包给手工业者,却未按照依法达成的契约正当地支付酬金,从而轻视了作为城邦守护者的宙斯和共同参与城邦生活的雅典娜,因贪图微小的利益而破坏了伟大的共同体,那么协助神明并维系城邦纽带的法律应当规定:凡是提前接收了工程却未在约定的时间内支付酬金的人,应当被追缴双倍的数额;如果一年过去了,与其他不计利息的资金(凡是有人通过借贷而提供的资金)不同,此人应当在每个月为每德拉克马交纳一奥博尔的延迟利息,对于这些事情的诉讼应当在部族法院中进行。
ὡς δὲ ἐν παρέργῳ περὶ τῶν κατὰ πόλεμον δημιουργῶν ὄντων σωτηρίας, στρατηγῶν τε καὶ ὅσοι περὶ ταῦτα τεχνικοί, δίκαιον εἰπεῖν, ὅτι τὸ παράπαν ἐμνήσθημεν δημιουργῶν· ὃς τούτοις αὖ, καθάπερ ἐκείνοις, οἷον ἑτέροις οὖσιν δημιουργοῖς.
作为余谈,关于保障国家安全的战争手工业者——即将军们以及在这些事情上有专业技术的人,鉴于我们总体上提到了手工业者,对他们进行讨论是正当的;对于他们,正如对那些人一样,视他们为另一种手工业者。
ἐάν τις ἄρα καὶ τούτων ἀνελόμενος δημόσιον ἔργον εἴθʼ ἑκὼν εἴτε προσταχθὲν καλῶς ἐξεργάσηται, τὰς τιμάς, οἳ δὴ μισθοὶ πολεμικοῖς ἀνδράσιν εἰσίν, ἀποδιδῷ δικαίως, ὁ νόμος αὐτὸν ἐπαινῶν οὔποτε καμεῖται·
如果他们中的任何人承接了公共工程,无论是自愿的还是被命令的,并且出神入化地完成了,正当地支付了作为军人酬金的荣誉,法律将永远不会厌倦于赞美他。

词汇与语法注释

  1. 920aδεθεὶς ἐνιαυτὸν ἀποσχέσθω τοῦ τοιούτου — δεθεὶς 是过去时被动分词,表示在主动词 ἀποσχέσθω(过去时中动命令式)之前或与之同时发生的动作。其意为“被拘留(监禁)一年并戒除此类行为(零售业)”,其中拘留与戒除行为是并行的。
  2. 920bτοὺς νομοφύλακας χρὴ νοῆσαι φύλακας εἶναι μὴ μόνον ἐκείνων ... τοὺς δὲ μὴ τοιούτους ... φυλακτέον μᾶλλον — 此句包含句法不一致(破格文)。前半句的 μὴ μόνον ἐκείνων(不仅是那些人)是名词 φύλακας 所支配的宾格性属格,但后半句的 τοὺς δὲ μὴ τοιούτους(而是那些并非如此的人)由于动形词 φυλακτέον(支配宾格,表示应当监督)的出现而转变为宾格。在总支配动词 χρή 的框架下,整体结构整理为:“守护官们必须明白,他们不仅应该是……的守护者,而且更应当监督那些并非如此的人。”
  3. 921aἡγούμενος ὡς οἰκεῖον συγγνώμονα εἶναι θεόν — ὡς 在分词 ἡγούμενος 之下引导带宾格的不定式从句(οἰκεῖον συγγνώμονα εἶναι θεόν),表示间接引语“认为……”。在这里,ὡς 起到了强调主观认定或借口的作用:“仿佛神明是自家人且会宽恕自己一样”。
  4. 921bκαὶ ἀναιρουμένῳ δʼ ἔργον — 中动语态动词 ἀναιρέομαι 意为“为自己承接”或“承包/承接工作”,指手工业者(承包商)一方。与之相对,ἐκδίδωμι(如 921c 中的 ἐκδούς)意为“发包”或“将工作外包”,指注文主(客户)一方。理解这一对比对于准确解读上下文至关重要。
  5. 921dτῇ δραχμῇ ἑκάστου μηνὸς ἐπωβελίαν κατατιθέτω — 延迟利息(违约金)的规定。它命令支付 ἐπωβελία(每德拉克马一奥博尔比例的延迟金)。由于一德拉克马等于六奥博尔,因此月息为1/6(约16.7%),换算成年息则达到高达200%的极严厉的高息处罚制度。

引用这一段

柏拉图, 法律篇 §11.920-11.921. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:11.920-11.921

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。